- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:655.14-657.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修考察了波塔蒙和亚历山大关于立方体与角锥填满处所的观点,批判性地检视了普罗克洛关于天体挤压的学说,并依据柏拉图探讨了三边形因厚度与大小不均而填补空隙的可能性。
ὄψει δὲ ἐναργῶς, ἐὰν ἀπὸ τῶν τεσσάρων τετραγώνων τῶν πρὸς ἑνὶ σημείῳ συνεστηκότων κύβους ἀναστήσῃς βάσεις ἔχοντας τὰ τετράγωνα· ἀντὶ γὰρ τοῦ σημείου ἐκείνου γενήσεται ἡ ἐπὶ τὸ σημεῖον κάθετος ἀγομένη εὐθεῖα, πρὸς ἣν συνάψουσιν ἀλλήλοις οἱ τέσσαρες κύβοι τὸν στερεὸν τόπον συμπληροῦντες. ὅτι δὲ καὶ ἡ πυραμίς, δῆλον· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ πυραμὶς ἢ κύβου γωνία· ἐπεὶ οὖν αἱ τοῦ κύβου γωνίαι ἀνεπλήρουν τὸν τόπον, καὶ ἡ πυραμὶς ἀναπληρώσει. ἄλλως τε ὁ κύβος αὐτὸς ἐκ δυοῖν πυραμίδων συμπεπλήρωται· ἐὰν ἄρα ὀκτὼ πυραμίδες συντεθῶσι τὰς κορυφὰς ἔχουσαι πρὸς τῷ κέντρῳ τῆς σφαίρας, ἐκπληρώσουσι τὸν τόπον. ἔτι ὃν λόγον ἔχει τὸ τρίγωνον ἐν τοῖς ἐπιπέδοις, τοῦτον ἔχει τὸν λόγον ἐν τοῖς στερεοῖς ἡ πυραμίς· τὸ δὲ τρίγωνον ἐν ἐπιπέδοις ἐκπληροῖ τὸν τόπον· καὶ ἡ πυραμὶς ἄρα ἐν στερεοῖς. καὶ δι’ αὐτῆς, φησί, τῆς αἰσθήσεως φανερόν. εἰ γάρ τις πυραμίδας συνθείη ὀκτὼ τὰς κορυφὰς αὐτῶν εἰς ἀλλήλας νευούσας ποιῶν ὡς σφῆνας, οὐκ ἀπολείψει κενὸν τόπον.” Ταῦτα καὶ περὶ τῶν στερεῶν ἱστορεῖται τοῦ Ποτάμωνος ἐνστάσεις, οἶμαι, τινὰς ἔχοντα.1 ὁ δὲ Ἀλέξανδρος “οὐδὲν δὲ ἄλλο, φησίν, ἢ τὸ ἐπὶ τῶν ἐπιπέδων γινόμενον τοῦτο καὶ ἐπὶ τῶν στερεῶν γίνεται κατὰ τὰς τρεῖς διαστάσεις ὁμοίως ὡς ἐπ’ ἐκείνων, κατὰ τὴν μίαν”. καὶ τοῦτο αἰνίγματί μοι μᾶλλον ἐοικέναι δοκεῖ· πῶς γὰρ τῶν ἐπιπέδων κατὰ γραμμὴν συνταττομένων (αὕτη γάρ, ὡς ἔοικεν, ἐστιν ἡ μία διάστασις) τὰ στερεὰ κατὰ τὰς τρεῖς συνταχθήσεται, εἴπερ κατὰ τὰ ἐπίπεδα ἀλλήλοις συνήρμοσται; φιλόκαλον δέ ἐστιν, ὥσπερ τῶν ἐπιπέδων, οὕτω καὶ τῶν στερεῶν ἐμμέθοδον ποιήσασθαι τὴν συναρμογήν. Καὶ πρὸς τοῦτο δὲ τὸ ἐπιχείρημα Πρόκλος ὑπαντῶν “παράλληλα, φησί, κείμενα τὰ στοιχεῖα καὶ ἄνωθεν ὑπὸ τοῦ οὐρανοῦ σφιγγόμενα συνωθεῖται τὰ λεπτομερέστερα εἰς τοὺς τῶν παχυτέρων τόπους, οὓς ποιεῖ διὰ τὸ μὴ συμπληροῦν τὸν περὶ ἓν σημεῖον τόπον, ὠθούμενα δὲ καὶ εἰσδυόμενα εἰς αὐτοὺς ἀναπληροῖ τὸ ἐλλεῖπον. ταύτην γοῦν, φησί, τὴν αἰτίαν καὶ Πλάτων ἀποδέδωκεν ἡμῖν τοῦ μηδὲν ὑπολείπεσθαι κενὸν ἐλασσόνων παρὰ μείζονα τιθεμένων· οὕτω γὰρ αἱ μὲν κοιλότητες τοῦ ἀέρος ἔχουσι τὰς πυραμίδας μέσας συμπληρούσας τὸν τόπον, αἱ δὲ τοῦ ὕδατος ὀκτάεδρα παρενεσπαρμένα, καὶ αἱ τῆς γῆς πάντα, καὶ κενὸς τόπος οὐκ ἔστιν.” ἀλλ’ ἐχρῆν ἴσως τοῦτο πρότερον δειχθῆναι, ὅτι οἱ ἀπολειπόμενοι τόποι ἐν τῇ τῶν ὀκταέδρων συνθέσει πυραμίσιν ἀναπληροῦνται καὶ οἱ τῶν εἰκοσαέδρων ὀκταέδροις καὶ πυραμίσιν. καὶ ὁ μὲν Ἀριστοτέλης ἐγκαλεῖ τῷ ἐκ πλειόνων στερεῶν μὴ ἀναπληροῦσθαι τὸν τόπον, μήποτε δὲ καὶ ἐπὶ ἑκάστου τῶν στερεῶν σχημάτων ἔστιν ἀπορεῖν, πῶς ἐκ τεσσάρων τριγώνων πυραμὶς καὶ ἐκ τεσσάρων τετραγώνων κύβος καὶ τὰ ἄλλα, ὡς εἴρηται· ταῦτα γὰρ τὴν ἐπιφάνειαν μόνην συμπληροῖ τῶν στερεῶν σχημάτων, τὸ δὲ τοῦ σώματος εἶδος πᾶν, ὡς ὁ Πλάτων φησί, καὶ βάθος ἔχει, τὸ δὲ βάθος αὖ πᾶσα ἀνάγκη τὴν ἐπίπεδον περιειληφέναι φύσιν· τί οὖν ἐστι τὸ συμπληροῦν τὸ βάθος; μήποτε οὖν ῥητέον, ὅτι καὶ τὰ τρίγωνα αὐτὰ βάθος ἔχοντα καὶ συμπιλούμενα ἀναπληροῖ, καὶ καθ’ ἕκαστον τῶν σχημάτων ἐστὶ μείζονα καὶ βραχύτερα, οἷον πυραμίδες μείζους καὶ βραχύτεραι, διότι καὶ τῶν τριγώνων ἐξ ἀρχῆς τὰ μὲν μείζονα τὰ δὲ βραχύτερα γέγονε. τοῦτο δὲ καὶ αὐτὸς ὁ Πλάτων δηλοῖ λέγων· “τοῦ δὲ ἐν τοῖς εἴδεσιν αὐτῶν ἕτερα ἐμπεφυκέναι γένη τὴν ἑκατέρου τῶν στοιχείων αἰτιατέον σύστασιν μὴ μόνον ἓν ἑκατέραν μέγεθος ἔχον τὸ τρίγωνον φυτεῦσαι κατ’ ἀρχάς,2 ἀλλ’ ἐλάττω τε καὶ μείζω, τὸν ἀριθμὸν δὲ ἔχοντα τοσοῦτον, ὅσαπερ ἂν ᾖ τἀν τοῖς εἴδεσι γένη. διὸ δὴ ξυμμιγνύμενα αὐτά τε πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα τὴν ποικιλίαν ἐστὶν ἄπειρα”. τὰ τοίνυν ἐλάττονα τοῦ αὐτοῦ γένους εἰς τὰ διάκενα χωρεῖν καὶ συμπιλεῖσθαι εἰκός, ὡς μὴ εἰλικρινὲς διασώζειν τὸ σχῆμα. καὶ τί τοῦτο ἄτοπον, ὅτε καὶ οἱ ταῦτα πρῶτα λέγοντες στοιχεῖα, ἀέρα καὶ ὕδωρ καὶ τὰ λοιπά, ὁμολογοῦσιν εἶναί τινα ἐν αὐτοῖς ἀνωμαλίαν ἢ κατὰ μίξιν ἢ κατὰ τὰς ἐν τῇ μεταβολῇ διαφοράς; ὥστε, κἂν ἐρωτήσῃ τις, ἐκεῖνα τὰ συμπιληθέντα καὶ μὴ σώζοντα τὸ σχῆμα εἰλικρινὲς πότερον στοιχεῖα ἢ ἐκ στοιχείων ἐστί, πρόχειρον εἰπεῖν, ὅτι στοιχεῖα μέν, παρὰ φύσιν δέ πως διατεθέντα, πρὸς ὀλίγον ἴσως.
“而且如果你从围绕一个单一点构成的四个四边形出发,以这些四边形为底立起立方体,你就会清楚地看到;因为代替那个点,将产生引向该点的垂直直线,四个立方体将在这条直线处彼此相接,填满立体的处所。而角锥也[填满处所],这是显而易见的;因为角锥不是别的,正是立方体的一个角;因此,既然立方体的角填补了处所,角锥也将填补它。此外,立方体本身也是由两个角锥补足的;因此,如果将八个角锥的顶点置于球心组合在一起,它们就会填满处所。再者,三边形在平面中具有何种比例,角锥在立体中也具有何种比例;而在平面中三边形填满了处所;因此在立体中角锥也[填满处所]。而且”,他[波塔蒙]说,“通过感觉本身这也是显而易见的。因为如果有人把八个角锥组合在一起,使其顶点像楔子一样彼此交会,他就不会留下任何空虚的处所。” 关于立体,作为波塔蒙的观点也流传着这些说法,但依我看,它们包含着一些反驳的余地。而亚历山大则说:“这无非是在平面上发生的事情,同样也在立体中在三个维度上发生,正如在平面上是在一个[维度]上发生那样。”而这在我看来更像是一个谜;因为,当平面沿线排列时(因为这似乎就是那一个维度),如果立体确实是沿平面彼此拼合的,立体又怎么会在三个[维度]上排列呢?然而,正如对平面一样,对立体的拼合也进行有条理的处理,这是一件美好的事。 普罗克洛也回应这一论证说:“诸元素并列放置,并从上方受到天的挤压,较精细的部分被压入较粗大部分的处所中,而后者正是由于没有完全填满围绕一个点的处所而造成了这些空隙,较精细的部分受推挤而潜入其中,便填补了不足之处。无论如何”,他[普罗克洛]说,“柏拉图也把这一点作为较小之物置于较大之物旁时没有任何虚空被留下的原因向我们指出;因为这样,空气的凹处中间含有角锥以填满处所,水的凹处散布着八面体,大地的凹处则含有所有的形状,从而没有空虚的处所。”然而,或许本应当首先证明这一点:在八面体的组合中所遗留的处所是由角锥填补的,而二十面体的处所是由八面体和角锥填补的。亚里士多德责难由多种立体不能填满处所,但难道对每一个立体形状本身,我们不也可以发问,角锥如何由四个三边形构成,立方体如何由四个四边形构成,以及其他形状如前所说的那样?因为这些仅仅填补了立体形状的表面,而正如柏拉图所说,物体的全部形式也具有深度,深度又必然为平面本性所包围;那么填补深度的究竟是什么呢?因此难道不应当说,三边形本身也具有深度,并且在被压紧时填补了深度,而且在每种形状中都有较大和较小的,例如较大和较小的角锥,因为从最初起三边形本身就有一些较大而另一些较小。柏拉图本人也通过如下说法表明了这一点:“至于在它们的形式中自然生成了其他类别,必须归咎于两种元素的构造在最初形成时,不仅使每个三边形具有单一的大小,而且使之有较小和较大的,其数目与各形式中的类别一样多。因此,当它们自身相互混合以及彼此混合时,其多样性是无穷的。”因此,同类的较小者进入空隙并被压紧,以致不能保持纯正的形状,这是合情合理的。而既然连那些将空气、水及其他物体称为最初元素的人,也承认由于混合或由于变化中的差异,在它们之中存在某种不均匀性,那么这又有什么荒谬呢?因此,即使有人询问,那些被压紧且未保持纯正形状之物究竟是元素还是由元素构成的,也可以随口回答说,它们固然是元素,但却是处于反乎自然的状态,也许只是暂时的。
- 3.62Ταῦτα καὶ περὶ τῶν στερεῶν ἱστορεῖται τοῦ Ποτάμωνος ἐνστάσεις, οἶμαι, τινὰς ἔχοντα.
属格 τοῦ Ποτάμωνος 依存于 ἱστορεῖται,表示归属或出处(“作为波塔蒙的观点被记述”)。中性复数分词 ἔχοντα 与句首主语 ταῦτα 一致,作状语修饰,带有让步或限定意味(“我认为包含着一些反驳的余地”)。
- 3.62τοῦ δὲ ἐν τοῖς εἴδεσιν αὐτῶν ἕτερα ἐμπεφυκέναι γένη τὴν ἑκατέρου τῶν στοιχείων αἰτιατέον σύστασιν μὴ μόνον ἓν ἑκατέραν μέγεθος ἔχον τὸ τρίγωνον φυτεῦσαι κατ’ ἀρχάς
引自柏拉图《蒂迈欧篇》(57c-d)。句首带冠词不定式属格 τοῦ... ἐμπεφυκέναι γένη 表示关涉(“至于在它们的形式中自然生成了其他类别这一事实”)。动形容词 αἰτιατέον 支配宾格宾语 τὴν... σύστασιν(“必须归咎于……的构造”),随后的解释性不定式 φυτεῦσαι 说明其具体内容(“即它在最初不仅使每个三边形植入单一大小……”)。
