- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:65.16-67.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘通过探讨中间元素(水与空气)及天的企求对象,对比了元素的直线倾向与天的完满圆周运动,随后批驳了论敌(斐洛庞奴斯)将天视作最轻物体的错误推论及其对“浮于其上”概念的混淆。
τῶν δὲ μέσων ἑκάτερον τὸ πλησιάζον κατὰ τὴν αὑτοῦ ῥοπὴν ἐφετὸν ἔχει, τὸ μὲν ὕδωρ τὴν γῆν, ἅτε ἐπ’ αὐτῆς ἑδραζόμενον ῥευστὸν ὑπάρχον τῇ ἑαυτοῦ φύσει· διὸ καὶ τοῦτο τὴν γῆν περιρρέον σφαιροῦται περὶ αὐτὴν καὶ συνέχεται διὰ τῆς γῆς μέσης καὶ αὐτὸ τῆς κεντρικῆς ἀπολαῦον συνοχῆς· ὁ δὲ ἀὴρ ἐπὶ τὸ πῦρ ἵεται τῆς ἑαυτοῦ θολώδους παχύτητος ἀπαλλαγῆναι καὶ ἐξαιθερωθῆναι βουλόμενος ὅ τε ὅλος καὶ τὰ μέρη. ὁ δὲ οὐρανός, ἅτε πάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων θειότερος καὶ ὑπέρτερος ὤν, οὐδὲν ἄλλο ἐφετὸν ἔχει οὐδὲ ἵεται πρὸς ἄλλο, ἀλλ’ εἰς ἑαυτὸν συννεύων καὶ ἑαυτοῦ ἐφιέμενος καὶ τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ νοῦ οὐκέτι τὴν ἐνδεῆ καὶ ἀτελῆ καὶ τῷ δυνάμει πολλῷ συνοῦσαν καὶ πρός τι τῶν ἐκτὸς ἱεμένην τὴν κατ’ εὐθεῖαν κινεῖται κίνησιν, ἀλλὰ τὴν ἀεὶ τελείαν καὶ ἐνεργητικὴν καὶ τὸ ἀγαθὸν ἐν ἑαυτῇ ἔχουσαν τὴν κυκλικήν. καὶ εἰ λέγω τι ταῦτα λέγων,1 καλῶς εἶπεν ὁ Ἀριστοτέλης, ὅτι εἰς ταὐτὸν φέρεται τὸ πᾶν καὶ τὸ μόριον κατὰ φύσιν, καὶ ὅτι τῶν μὲν τὸ ἐφετὸν ἔξω ἑαυτῶν ἐχόντων2 καὶ τὰ ὅλα καὶ τὰ μέρη ἐκείνου ἐφιέμενα εὐθύπορον ἔχει ῥοπήν, διὸ καὶ ῥοπὴν ὅλως, ὅτι ἔξω τὸ ἐφετὸν καὶ τοπικὸν τὸ ἔξω. καὶ εἴ γε καθ’ ὑπόθεσιν ὁ οὐρανὸς ἐξήρθη μετεωρότερος, ἀφ’ ἧς ἔχει νῦν χώρας, καὶ τὸ πῦρ ἂν ἐπηκολούθει· οὔτε γὰρ τόπου μοι δοκεῖ τοσοῦτον ἐφίεσθαι τὰ τέσσαρα στοιχεῖα οὔτε ὁλότητος ὡς τῆς τοῦ κρείττονος ἐπαφῆς, ἧς οὐδὲν ἧττον τὸ ὅλον ἐφίεται ἤπερ τὰ μέρη. Ταῦτα μὲν οὖν εἰ ἀληθῶς εἴρηται, πολλῶν ἐνοχλήσεων οἱ τοῦ Ἀριστοτέλους ἀπαλλάσσονται λόγοι. καὶ οἶδα μέν, ὅτι περὶ τοῦ βαρέος καὶ κούφου ἄλλως μὲν ὑπὸ Πλάτωνος, ἄλλως δὲ ὑπὸ τοῦ Ἀριστοτέλους τεθέντων ἔδει τι κατὰ τοῦτον τὸν τόπον εἰπεῖν, ἀλλ’ ἵνα μὴ δὶς τὰ αὐτὰ λέγω, φυλάττω ταῖς ἀντιλογίαις αὐτά. ἐπειδὴ δέ, κἂν εἰς τὸ μέγα πέλαγος ἐμπέσῃ τις κἂν εἰς κολυμβήθραν, μᾶλλον δὲ κἂν εἰς βορβορώδες τελμάτιον, νήχεσθαι ἀνάγκη, φέρε, πάλιν ἐκτραπέντες τὰ τοῦ Τελχῖνος ἴδωμεν ῥήματα. λέγει τοίνυν, ὡς, εἰ προσχρησάμενος τῷ μηδὲν εἶναι τῶν τεσσάρων τὸ οὐράνιον ἀπέδειξε τὸ μήτε βαρὺ μήτε κοῦφον αὐτὸ εἶναι, τὰ δὲ ἐκείνου κατασκευαστικὰ ἐπιχειρήματα λέλυται, δῆλον, ὅτι καὶ τὸ δι’ ἐκείνων κατασκευαζόμενον τὸ μήτε βαρὺ αὐτὸ μήτε κοῦφον εἶναι συναπελέγχεται.3 οὕτως εὐκόλως ὁ χρηστὸς οὗτος ταῖς ἑαυτοῦ φαντασίαις πεπίστευκεν. καίτοι τὸ ἄλλο κατ’ οὐσίαν εἶναι τὸ οὐράνιον, ὅπερ μέχρι νῦν προέβη δεικνὺς ὁ Ἀριστοτέλης, τίς ἂν ἀμφισβητήσειεν ἄνθρωπος ὤν; ἐφεξῆς δέ “εἰ ὀρθῶς, φησίν, ὡρίσατο τὸ κουφότατον εἶναι τὸ πᾶσιν ἐπιπολάζον τοῖς ἄνω φερομένοις, ἐπιπολάζει δὲ πᾶσιν ὁ οὐρανός, πάντων ἂν εἴη κουφότατος”, οὔτε τῷ ‘τοῖς ἄνω φερομένοις’ ἐπιστήσας οὔτε τῷ ‘ἐπιπολάζειν’ τί σημαίνει, ἀλλὰ ταὐτὸν νομίσας τῷ ἐπικεῖσθαι σημαίνειν. εἰπὼν δὲ κοῦφον εἶναι τὸ ἀπὸ τοῦ μέσου, τουτέστι τὸ ἀνώφορον, κουφότατον εἶναί φησι τὸ ἀνωφορώτατον, ὅπερ κάτωθεν ἀναβαῖνον πᾶσιν ἐπινήχεται· ἐπιπολάζει γὰρ καὶ τὸ ἔλαιον τῷ ὕδατι παραχωροῦν αὐτῷ τοῦ κάτω τόπου. εἰ δὲ τὸ ἐπιπολάζον ἄλλο παρὰ τὰ ἄνω φερόμενα ἔλαβεν πάντα, δῆλον, ὅτι καὶ τὸ πᾶσιν ὑφιστάμενον τοῖς κάτω φερομένοις ἄλλο λήψεται παρὰ τὰ κάτω φερόμενα, καὶ ἔσται τι ἄλλο σῶμα κατωτέρω τῆς γῆς. ἀλλ’ οὔτε ὑπὸ τῆς ὁμοίας ἀποδόσεως οὗτος ἴσχυσε χειραγωγηθῆναι οὔτε ὑπὸ τῶν τοῦ βαρέος καὶ τοῦ κούφου ὁρισμῶν. εἰ γὰρ βαρὺ τὸ ἐπὶ τὸ κάτω φερόμενον καὶ κοῦφον τὸ ἐπὶ τὸ ἄνω, δῆλον, ὅτι βαρύτατον μὲν ἂν εἴη τὸ κατωτάτω πάντων τῶν κάτω φερομένων γινόμενον, ὅπερ κυριώτερον αὐτὸς ὁ Ἀριστοτέλης ἡρμήνευσεν βαρύτατον εἰπὼν τὸ πᾶσιν ὑφιστάμενον τοῖς κάτω φερομένοις καὶ κουφότατον κατὰ τὴν ὁμοίαν ἀπόδοσιν. οὗτος δὲ τὸν Πλάτωνα νῦν ἀποδέχεσθαι δοκεῖ ἐκ πυρὸς τὸν οὐρανὸν λέγοντα οὐκ εἰδώς, τί λέγει ὁ Πλάτων πῦρ, καὶ ὅτι οὐ τοῦτο, ὅπερ Ἀριστοτέλης ἄνω φέρεσθαί φησι καὶ διὰ τοῦτο κοῦφον εἶναι καὶ πᾶσιν ἐπιπολάζειν τοῖς ἄνω φερομένοις καὶ διὰ τοῦτο κουφότατον, ἐκεῖνο δὲ τὸ πῦρ τὸ οὐράνιον φῶς εἶναι μόνον ὁ Πλάτων βούλεται4 πυρὸς ἓν εἶδος καὶ τὸ φῶς ἀφοριζόμενος. πάλιν δὲ πολὺν κατατείνει λόγον δεικνύναι πειρώμενος, ὅτι αἱ τῶν στοιχείων ὁλότητες οὐ κινοῦνται ἐπ’ εὐθείας.
而中间的两种元素各自依循其本己倾向,将与之相近者作为企求对象:水以土为企求对象,因为水在其本性上虽为流体,却奠定在土之上;因此水亦环绕着土流动而在其周围形成球形,并通过居中的土聚合为一体,自身亦享有中心的凝聚;而空气则奔向火,其整体与诸部分皆希冀摆脱本己浑浊的浓密而化作以太。然而天,由于在宇宙中的一切物体中更为神圣且崇高,故而绝无其他企求对象,亦不奔向他物,而是向内汇聚于自身并企求自身、企求本己的心灵与理智,不再作那种匮乏的、不完全的、伴随着诸多潜能并奔向外在某物的直线运动,而是作那始终完满的、现实的且自身内具善的圆周运动。而若我言说这些确有其理,那么亚里士多德便言之有理:整体与部分依循自然运移至同一处;且在那些企求对象位于自身之外的事物中,整体与诸部分企求该对象而具有径直向前的倾向,这也正是为何它们根本上具有倾向,因为企求对象在外部,而外部事物乃是处所性的。并且假定天若从其现有的区域提升至更高的位置,火亦必随之而去;因为在我看来,四元素与其说是企求处所或企求整体性,倒不如说是企求与更高之物的接触,而整体对这种接触的企求绝不下于诸部分。因此,如果这些断言属实,亚里士多德的论证便摆脱了诸多困扰。我也知道,鉴于柏拉图与亚里士多德对重与轻的界定各不相同,本应在此处有所说明;但为了不复述同一件事,我将这些留待辩驳之时再谈。然而,既然无论跌入汪洋大海还是游泳池,甚或跌入泥泞的水洼,人都必须奋力游泳,那么来吧,让我们再次折回,审视这位忒尔喀涅斯的言辞。他宣称,如果[亚里士多德]通过额外假定天体不属于四元素中的任何一种,由此证明了它既非重亦非轻,而建立那一前提的论据已被瓦解,那么显然,通过那些论据所建立的结论,即天体本身既非重亦非轻,便一同遭到了驳斥。这位老好人就是如此轻率地信以为真其自身的妄想。然而,天体在本质上不同于他物,即亚里士多德迄今为止所展示的,凡是为人者,又有谁能对此有所置疑?接着他又说:“如果他正确地将最轻者定义为‘浮于一切向上运移者之上者’,而天浮于一切事物之上,那么天就是万物中最轻的。”他既未关注“向上运移者”,亦未深究“浮于其上”意味着什么,反倒以为它与“位于其上”意义相同。他在说离开中心者(即向上运动者)为轻之后,便断言最向上运动者即为最轻者,后者自下而上升起并漂浮于一切事物之上;因为油亦浮于水之上,将下方的处所让与水。但是,如果他将浮于其上者理解为一切向上运移者之外的另一物,那么显而易见,他亦会将位于一切向下运移者之下者理解为向下运移者之外的另一物,从而在土的更下方还将存在某种其他物体。然而,他既未能被这种对称的类推所引导,亦未能被重与轻的定义所启迪。因为若向下运移者为重而向上运移者为轻,显然,在一切向下运移者中居于最下者便是最重者;亚里士多德本人对此作了更为确切的解释,称位于一切向下运移者之下者为最重,并依对称的类推断定最轻者。可是此人如今看来接受了柏拉图所言的天由火构成的说法,却不知柏拉图所说的“火”指何物,亦不知这并非亚里士多德所言的向上运移、因而为轻且浮于一切向上运移者之上、并因而为最轻者的那种火;相反,柏拉图认为那个天火仅仅是光,他亦将光限定为火的一种形式。他又大发长篇大论,试图证明元素的整体并不作直线运动。
- 1.21εἰ λέγω τι ταῦτα λέγων
τι 作内宾语或副词性用法,构成表示“有价值/合情理之言”的习惯表达。整个短语构成一个带有保留意味的条件从句:“若我言说这些确有其理”。
- 1.21τῶν μὲν τὸ ἐφετὸν ἔξω ἑαυτῶν ἐχόντων
此为前置的属格独立结构,为后文的主谓结构“καὶ τὰ ὅλα καὶ τὰ μέρη ... εὐθύπορον ἔχει ῥοπήν”提供条件或前提背景。其逻辑主语为所讨论的月下自然物体或元素。
- 1.21λέγει τοίνυν, ὡς, εἰ προσχρησάμενος τῷ μηδὲν εἶναι τῶν τεσσάρων τὸ οὐράνιον ἀπέδειξε τὸ μήτε βαρὺ μήτε κοῦφον αὐτὸ εἶναι, τὰ δὲ ἐκείνου κατασκευαστικὰ ἐπιχειρήματα λέλυται, δῆλον, ὅτι καὶ τὸ δι’ ἐκείνων κατασκευαζόμενον τὸ μήτε βαρὺ αὐτὸ μήτε κοῦφον εἶναι συναπελέγχεται.
引导 λέγει 宾语内容的连词 ὡς 内部嵌套了一个完整的条件句结构,包括条件从句(εἰ προσχρησάμενος ... ἀπέδειξε ... 与 τὰ δὲ ... λέλυται 并列)和归结从句(δῆλον, ὅτι ... συναπελέγχεται)。其中 τὰ δὲ ... λέλυται 作为论敌提出的既成前提并列于条件结构中。
- 1.21ἐκεῖνο δὲ τὸ πῦρ τὸ οὐράνιον φῶς εἶναι μόνον ὁ Πλάτων βούλεται
βούλεται 在此意为“意图/主张”。在由其统摄的不定式结构中,前置的 ἐκεῖνο δὲ τὸ πῦρ 作为 εἶναι 的主格/宾格主语,而 φῶς μόνον 为补足宾格(述语宾格),通过语序倒装强调柏拉图的天火与前文亚里士多德的元素火之对立。
