- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:67.7-68.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对反对者(斐洛庞努斯)对天既非重亦非轻特性的攻击进行驳斥,通过辨析元素的整体与部分的差异,并结合《蒂迈欧篇》中柏拉图对重与轻的相对性定义及忒弥斯提乌斯的释义予以反驳。
καὶ μάλιστα μὲν ἐχρῆν ἐννοῆσαι, ὅτι τὸ ἐφιέμενον ῥέπει πάντως πρὸς τὸ ἐφετόν, καί, εἰ σώματα εἴη ἄμφω, κἂν ἐφάπτηται ἀλλήλων, τὴν ῥοπὴν ἔχοντα μένει, καθ’ ἣν οὐ παράκειται μόνον, ἀλλ’ ἐχόμενα τῶν ἐφετῶν καὶ ὡς δύναται εἰς αὐτὰ χωροῦντα παράκειται· ὥστε καὶ ἡ τοῦ ὑπεκκαύματος ὁλότης τῆς τοῦ οὐρανοῦ πλησιάσεως ἐφιεμένη καὶ μᾶλλον ἢ τὸ μέρος αὐτῆς ἀεὶ μένει τὴν πρὸς αὐτὸ ῥοπὴν διασῴζουσα, ὥστε καὶ ἀκολουθῆσαι ἄν, εἴ τις τὸν οὐρανὸν ἐκίνησε καθ’ ὑπόθεσιν.1 ἔδει μὲν οὖν, ὅπερ εἶπον, καὶ τοῦτο μάλιστα ἐννοεῖν· εἰ δὲ ὑπερβαίνει τὸν ἄνδρα τοῦτον ὑπὸ τοῦ σκοποῦ τῆς συγγραφῆς ἐκτυφλούμενον, ἀλλ’ ἐκεῖνό γε πρόδηλον ἦν, ὅτι, κἂν αἱ ὁλότητες τῶν στοιχείων οὐκ ἔχωσι ῥοπὴν καὶ ταύτῃ, ὡς οἴεται, οὐδὲν αὐτῶν ὁ οὐρανὸς διενήνοχεν, ἀλλὰ τά γε μέρη τῶν στοιχείων εὐθυπορεῖται τῶν τοῦ οὐρανοῦ μηδὲν τοιοῦτον πασχόντων, καὶ ταύτῃ γοῦν τὴν διαφορὰν αὐτῶν ἀφορίζεσθαι.2 ἀλλ’ ἐπειδὴ πρὸς ἀντιλογίαν οὗτος ὁ λόγος ἀποταθεὶς ἀλήθειαν μὲν οὐκέτι γνωρίζειν οὔτε οἶδεν οὔτε βούλεται, περινοστεῖ δὲ συλλέγων, εἴ πού τις ἄλλος ἔδοξε τοῖς αὐτοῖς ἀντιλέγειν, καὶ μηδὲ τούτων τὸν σκοπὸν ἀνιχνεύων, ὅτι μόνον ἀντείρηκέ τις τῶν ἐπιφανῶν, προάγων νεανιεύεται, φέρε, καὶ τῶν συνηγόρων αὐτοῦ τοὺς λόγους ἐπισκοπήσωμεν. ὁ τοίνυν θειότατος Πλάτων ζῶντα πάντα τὰ ἐν τῷ κόσμῳ θεασάμενος καὶ ἔφεσιν τῶν οἰκείων ἀγαθῶν ἔχοντα καὶ διὰ τοῦτο καὶ ῥοπὴν ἐπὶ τὰς οἰκείας ὁλότητας ἤτοι τὰ χρήσιμα τῶν πλησιαζόντων αὐτοῖς αὐτοφυῆ [σωμάτων] καὶ οὐ κατὰ προαίρεσιν γινομένην ὁμοίως οἶδε καὶ τὴν γῆν καὶ τὸ πῦρ ἐπὶ τὰ οἰκεῖα ἐφετὰ φερόμενα καὶ διὰ τοῦτο βαρεῖν ἕκαστον πρὸς τὸ ἑαυτοῦ φησι· βαρεῖν γάρ, ὅπου ῥέπει, φαμέν· ἐπεὶ δὲ ἀτελῆ ὄντα φυσικῶς ἐπ’ αὐτὰ καὶ οὐ κατὰ προαίρεσιν φέρεται, ἀλλ’ ὁμοίως τῇ γῇ καὶ τὰ ἄλλα οἷον πίπτοντα, διὰ τοῦτο τὸν τόπον, εἰς ὃν τὰ τοιαῦτα φέρεται, κάτω φησὶ γράφων οὕτως· “τόδε γὰρ ἕν τι διανοητέον περὶ πάντων αὐτῶν, ὡς ἡ μὲν πρὸς τὸ ξυγγενὲς ὁδὸς ἑκάστοις οὖσα βαρὺ μὲν τὸ φερόμενον ποιεῖ, τὸν δὲ τόπον, εἰς ὃν τὸ τοιοῦτον φέρεται, κάτω”. διὰ ταύτην οὖν τὴν αἰτίαν οὐ νομίζει φύσει τὴν τοῦ βαρέος εἶναι καὶ κούφου διαφοράν, εἴπερ πάντα κατὰ φύσιν βαρέα δοκεῖ, καὶ μέντοι ὅτι τὸ ἄνω καὶ τὸ κάτω ἐπὶ σφαιροειδοῦς ὄντος τοῦ παντὸς οὐ προσίεται μέσον καὶ πέριξ καὶ αὐτὸς καλῶν· τὸ δὲ βαρὺ τὸ ἐπὶ τὸ κάτω δοκεῖ καὶ τὸ κοῦφον τὸ ἐπὶ τὸ ἄνω. ἐπειδὴ δὲ τῶν Πλάτωνος οὐ συνιεὶς οὗτος τὸν Θεμίστιον παρεστήσατο βοηθὸν ῥῆσιν αὐτοῦ μακρὰν ἀπὸ τῆς τοῦ τετάρτου βιβλίου τῶν περὶ οὐρανοῦ παραφράσεως παραθέμενος, ὡς καὶ αὐτοῦ μετὰ τοῦ Πλάτωνος ἐνισταμένου τῷ εἶναί τι κοῦφον ἢ βαρὺ ἐν τῷ οἰκείῳ τόπῳ, τοῦτο μὲν οὐ νομίζω λέγειν αὐτόθεν τὸν Πλάτωνα, ἀλλ’ ὅτι τὸ βαρὺ καὶ κοῦφον οὐκ ἔστι φύσει· οὐδὲ γὰρ τὸ κάτω καὶ ἄνω σφαιροειδοῦς τοῦ παντὸς ὄντος, ἀλλὰ πρὸς τὴν ἡμετέραν κεφαλὴν καὶ πρὸς τοὺς πόδας κρίνομεν τοὺς ἡμετέρους. καὶ διὰ τοῦτο τὴν εἰκόνα παρέθετο τοῦ τὴν μὲν κεφαλὴν ἐν τῷ ἀέρι ἔχοντος, τοὺς δὲ πόδας ἐπὶ τῆς τοῦ πυρὸς σφαίρας, καὶ ζυγὸν εἰς τὸν ἀέρα ἀνέλκοντος καὶ δύο πυρὰ τιθέντος ἐπὶ τῶν πλαστίγγων, τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον· “αἴρων γάρ, φησί, τὸν ζυγὸν ὁ οὕτως ἑστὼς καὶ τὸ πῦρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος, δῆλον, ὡς τοὔλαττόν που τοῦ μείζονος ῥᾷον βιᾶται· ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν,3 τὸ μὲν ἔλαττον μᾶλλον, τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον ξυνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν βαρὺ καὶ κάτω φερόμενον κληθῆναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω. ταὐτὸν δὴ τοῦτο δεῖ φωρᾶσαι δρῶντας ἡμᾶς περὶ τόνδε τὸν τόπον. ἐπὶ γὰρ γῆς βεβῶτες γεώδη γένη διιστάμενοι καὶ γῆν ἐνίοτε αὐτὴν ἕλκομεν εἰς ἀνόμοιον ἀέρα βίᾳ καὶ παρὰ φύσιν ἀμφότερα τοῦ ξυγγενοῦς ἀντεχόμενα· τὸ δὲ σμικρότερον ῥᾷον τοῦ μείζονος βιαζομένοις εἰς τὸ ἀνόμοιον πρότερον ξυνέπεται· κοῦφον οὖν αὐτὸ προσειρήκαμεν καὶ τὸν τόπον, εἰς ὃν βιαζόμεθα, ἄνω, τὸ δὲ ἐναντίον τούτοις πάθος βαρὺ καὶ κάτω”.
最首要的是,应当认识到:企求之物必然向企求对象倾斜;且若二者皆为物体,即便彼此相接触,它们亦保持着一种倾向,依凭这种倾向,它们不仅并置在一起,而且依附于企求对象并尽可能深入其中地并置着;因此,炽火层的整体企求接近天,且比其部分更为强烈,它始终保持着朝向天的倾斜,以致假若有人按假设移动了天,它甚至也会随之而去。正如我所言,本应首要认识到这一点;但若这一点超出了这位因其著述意图而盲目的人的理解能力,那么至少有一点是显而易见的:即便元素的各个整体不具有倾斜,且在这一点上正如他所认为的,天并未有别于元素,然而元素的部分毕竟是作直线运动的,而天的部分则绝不受此类运动支配,至少在这一点上它们的差异是得以界定的。可是,既然这套言论旨在反驳,已不再知道亦不愿辨识真理,反而到处搜集是否曾有其他人在何处看似反驳过同样的观点,并且根本不去追寻那些人的意图,仅仅因为有某位名家反驳过,便将其搬出以逞少年意气,那么来吧,我们也来审视一下为他辩护者的言论。至为神圣的柏拉图见宇宙中的一切事物皆具生命并企求其本己的善,并因此而具有朝向其本己整体的倾斜,即朝向与它们相邻的本生有用物体的倾斜,且这种倾斜并非出于抉择而产生,他同样知道土与火皆运移向各自本己的企求对象,并因此称每一事物都朝向本己之物“显出重量”;因为我们正是把事物倾斜之所在称为“显出重量”。而由于它们是不完全的,是自然地而非出于抉择运移向那些对象,且其他元素亦如土一般仿佛坠落着运移,因此他将此类事物运移向的处所称为“下”,如是写道:“因为关于这一切事物必须思考这样一点:即对每一事物而言,通往同类的道路使得运移之物成为重,而此类事物所运移向的处所则为下。”因此之故,若一切事物皆依循自然显得沉重,他便不认为重与轻的差异源于自然,况且因为全宇宙是球形的,他并不接纳“上”与“下”,而自身亦称之为“中心”与“外围”;但向下的被视为重,向上的被视为轻。然而,此人不解柏拉图之意,搬出忒弥斯提乌斯作为援军,引述其《论天》第四卷释义中的长篇原话,仿佛忒弥斯提乌斯本人亦与柏拉图一同反对在固有处所中存在轻或重;但我并不认为柏拉图直接是在说这一点,而是说重与轻并非出于自然本性;因为既然全宇宙是球形的,亦不存在“下”与“上”,我们乃是相对于我们自己的头与足来判定的。正是为此,他提出了一个比喻:有人头在空气中,足在火球上,将天秤拉起进入空气中,并在两个秤盘上放置两块火,一块较大,一块较小;“因为,”他说,“这样站立、提起天秤并强行将火拖入不相似的空气中的人,显然比强拖大块更容易强拖小块;因为当二者以单一力量同时被提拉至空中时,较小者必然更多地依顺这强力,而较大者由于被拉紧则较少依顺,前者被称为重且向下运移,而较小者被称为轻且向上运移。我们在论及此地时,亦当察觉自身所行的正是同一回事。因为我们立于地上,分离土类的物质,有时将土本身强行且反乎自然地拖入不相似的空气中,而两者皆紧抓住其同类不放;对于那些强行将其拖入不相似者而言,较小者比更大者更容易、更早依顺;因此我们称其为轻,而将我们所强力导向的处所称为上,与此相反的状态则称为重和下。”
- 1.21ὥστε καὶ ἀκολουθῆσαι ἄν, εἴ τις τὸν οὐρανὸν ἐκίνησε καθ’ ὑπόθεσιν
在 ὥστε 结果从句中,ἄν 与不定式(ἀκολουθῆσαι)结合,构成非真实条件句归结从句(对应条件从句 εἴ τις ἐκίνησε)。这是结果从句中过去直陈式加 ἄν 在转换为不定式结构时的标准用法。
- 1.21καὶ ταύτῃ γοῦν τὴν διαφορὰν αὐτῶν ἀφορίζεσθαι
紧接在 ὅτι 从句(κἂν αἱ ὁλότητες... ἀλλὰ τά γε μέρη... εὐθυπορεῖται)之后的不定式短语。在句法上属于破格(anacoluthon),句式从 ὅτι 引导的定式动词转回由 πρόδηλον ἦν 的语义所支配的间接引述不定式,表示“至少以此方式界定它们的差异”。
- 1.21ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν
使用双数(dual)的独立属格结构(δυοῖν ἅμα μετεωριζομένοιν)。其逻辑主语是两团火(较大者与较小者),随后在主句中由 τὸ μὲν ἔλαττον 和 τὸ δὲ πλέον 分别承接。
