- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:63.25-65.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修基于亚里士多德270a3阐明,不仅作圆周运动的天体整体既无重亦无轻,其各个部分亦然,并论证了整体与部分依循自然运移至同一处这一公理,借助土与火的球形化及其内在企求辩护了天体与四元素的本质差异。
" Ἐπεὶ δὲ εἰς ταὐτὸν φέρεται τὸ ὅλον καὶ τὸ μόριον." Δείξας, ὅτι τὸ κυκλοφορητικὸν σῶμα οὔτε βάρος ἔχει οὔτε κουφότητα, δείκνυσιν ἐφεξῆς, ὅτι οὐ μόνον τὸ ὅλον οὕτως ἔχει, ἀλλὰ καὶ τὰ μέρη αὐτοῦ· καὶ γὰρ καὶ ταῦτα τὴν αὐτὴν τῷ ὅλῳ κίνησιν κινούμενα οὔτε βάρος ἔχει οὔτε κουφότητα. δείκνυσιν δὲ αὐτὸ πρῶτον μέν, ὡς οἶμαι, οὕτως· λαβών, ὅτι εἰς ταὐτὸν φέρεται τὸ ὅλον καὶ τὸ μέρος κατὰ φύσιν, συλλογίζεται οὕτως· εἰ τὸ ὅλον οὔτε ἄνω οὔτε κάτω φέρεται, καὶ τὸ μέρος οὕτως ἕξει· εἰ δὲ τοῦτο, οὔτε κουφότητα οὔτε βάρος ἕξει· ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα λῆγον.1 ὅτι δὲ τὸ προληφθὲν ἀξίωμα ἀληθὲς τὸ εἰς ταὐτὸ φέρεσθαι τὸ ὅλον καὶ τὸ μόριον κατὰ φύσιν, ἔδειξεν ἐκ τοῦ οἷον πᾶσαν γῆν καὶ μικρὰν βῶλον. εἰ γὰρ τὸ ὅλον πάντα τὰ μόριά ἐστι, πάντα δὲ τὰ μόρια τὴν αὐτὴν ἔχει ῥοπήν, δῆλον, ὅτι καὶ τὸ ὅλον. ἔπειτα καὶ οὕτως τὸ αὐτὸ δείκνυσιν, οἶμαι, κοινῶς ἐπὶ τοῦ ὅλου καὶ τῶν μορίων, ὅτι ἀδύνατον τὴν κατὰ τόπον κίνησιν κινηθῆναι ἢ ἄνω ἀνελκόμενον ἢ κάτω κατασπώμενον. δείκνυσι δὲ διὰ τῆς προσεχῶς ἐπὶ τοῦ ὅλου ῥηθείσης ἀποδείξεως συντόμως αὐτῆς ὑπομνήσας. οὔτε γὰρ κατὰ φύσιν, φησίν, ἐνδέχεται κινηθῆναι κίνησιν αὐτῷ ἄλλην παρὰ τὴν κύκλῳ (μία γὰρ ἦν ἑκάστου τῶν ἁπλῶν κίνησις ἡ κατὰ φύσιν) οὔτε παρὰ φύσιν τινὰ τῶν ἐπ’ εὐθείας· ἦν γὰρ ἂν αὐτῷ ἡ ἀντικειμένη κατὰ φύσιν, καὶ οὐκέτι μία ἑκάστου κατὰ φύσιν, ἀλλὰ δύο τὰ κατὰ φύσιν ἑνὶ τῷ παρὰ φύσιν ἐναντία. δῆλον δέ, ὅτι καὶ αὕτη ἡ ἀπόδειξις ἐκείνου δεῖται προωμολογημένου, εἰ μέλλοι καὶ ἐπὶ τοῦ μέρους ἀληθεύειν, τοῦ εἰς ταὐτὸν φέρεσθαι τὸ ὅλον καὶ τὸ μέρος κατὰ φύσιν. τοῦτο δὲ ὅλον τὸ ἐπιχείρημα τὸ περὶ τῶν μερῶν καὶ καθ’ αὑτὸ μὲν ἦν ἀναγκαῖον τοῖς εἰρημένοις ἤδη προσκείμενον ὁμοφυῆ τὰ μέρη τῷ ὅλῳ δεικνύον, ὅτι καὶ τῶν ὑπὸ σελήνην στοιχείων αἱ ὁλότητες οὐκ ἔχουσι τὸ βαρὺ καὶ κοῦφον, ὡς δοκοῦσιν, ἀλλὰ τὰ μέρη τὰ ἀποσπασθέντα.2 διὸ καὶ τοῦτο προὔλαβεν εὐθὺς τὸ εἰς ταὐτὸν φέρεσθαι τὸ ὅλον καὶ τὸ μόριον κατὰ φύσιν. καὶ μέντοι καὶ πρὸς ἐνστάσεις ὑπαντᾷ τήν τε λέγουσαν μὴ ἀπὸ τῶν ὁμοίων γενέσθαι τὴν παρεξέτασιν τοῦ τε οὐρανοῦ καὶ τῶν ὑπὸ σελήνην στοιχείων, ἀλλὰ τῶν μὲν τὰ μέρη ληφθῆναι τὰ παρὰ φύσιν ἐκτὸς τῶν οἰκείων τόπων διακείμενα, τοῦ δὲ τὸ ὅλον· καὶ ἔτι μέντοι πρὸς τοὺς οἰομένους καὶ τὸν οὐρανὸν ὁμοίως ἔχειν τοῖς ὑπὸ σελήνην τῇ μὲν ὁλότητι καὶ αὐτὸν ἀΐδιον ὄντα, τοῖς δὲ μέρεσι γενητὸν καὶ φθαρτόν. εἰ γὰρ ἐπὶ μὲν τῶν ὑπὸ σελήνην στοιχείων καὶ ἀποσπώμενα φαίνεται τὰ μέρη τῆς οἰκείας ὁλότητος καὶ παρὰ φύσιν διατιθέμενα καὶ τὴν ἐπ’ εὐθείας ἔχοντα ῥοπήν, τῶν δὲ οὐρανίων οὐδὲν ἐν ἅπαντι τῷ παρεληλυθότι χρόνῳ κατὰ τὴν παραδιδομένην ἀλλήλοις μνήμην φαίνεται μεταβεβληκὸς οὔτε καθ’ ὅλον οὔτε κατὰ μόριον αὐτοῦ, δῆλον, ὅτι δικαίως ἄλλης εἶναι φύσεως ὁ οὐρανὸς λέγεται παρὰ τὰ τέσσαρα στοιχεῖα, καὶ ἔοικεν ἡ πίστις ἐξ αἰσθήσεως εἶναι τῆς ἐξ ἀϊδίου παραδοθείσης. ἀλλὰ πῶς, ὅτι τὴν αὐτὴν φορὰν φέρεται τῷ ὅλῳ τὸ μέρος, ἐπιστώσατο ἀπὸ τοῦ εἰς ταὐτὸ φέρεσθαι τὴν πᾶσαν γῆν καὶ μικρὰν βῶλον; ἡ γὰρ πᾶσα γῆ οὐδεμίαν φέρεται φορὰν ἱδρυμένη περὶ τὸ μέσον. ἢ τὴν πᾶσαν γῆν εἶπεν τὴν κατὰ πάντα τὰ μόρια θεωρουμένην, ὡς εἶπον, ἀλλ’ οὐ κατὰ τὴν ὁλότητα· διὸ καὶ ‘πᾶσαν’, ἀλλ’ οὐχ ‘ὅλην’ εἶπεν, ὡς εἰ λέγοι τις τὴν πᾶσαν γῆν γενητὴν εἶναι καὶ φθαρτήν, ὅτι πάντα τὰ μέρη τοιαῦτα καὶ οὐδὲν αὐτῶν ἀίδιόν ἐστιν, οὐ μέντοι κατὰ τὴν ὁλότητα ἀληθὲς εἰπεῖν. ἔπειτα δὲ καὶ ἡ ὅλη γῆ καθ’ ὅλην, κἂν μὴ κινῆται τοπικῶς, ἀλλὰ τὴν ὅλην σύννευσιν καὶ ῥοπὴν πρὸς τὸ κέντρον ἔχει· διὸ καὶ σφαιροῦται περὶ αὐτὸ ἡ ὅλη ἑκάστου τῶν μορίων πλησιάζειν τῷ κέντρῳ φιλονεικοῦντος, ὅταν μὴ ὑπ’ ἄλλου μορίου προληφθῇ·3 ἡ γὰρ ἔφεσις καὶ τοῦ ὅλου καὶ τῶν μορίων πρὸς τὸ μέσον ἐστὶ καὶ πρὸς ἐκεῖνο σώζεσθαι βούλεται καὶ συνέχεσθαι σκεδαστὴν ἀφ’ ἑαυτῶν φύσει τὴν σύστασιν ἔχοντα,4 ὥσπερ καὶ τοῦ πυρὸς τό τε ὅλον καὶ τὰ μέρη τοῦ θείου σώματος ὡς συγγενοῦς ἐφιέμενα πρὸς ἐκεῖνο σπεύδει πανταχόθεν· διὸ καὶ σφαιροῦται ὑπ’ αὐτὸ καὶ τοῦτο πάντων αὐτοῦ τῶν μερῶν πλησιάζειν αὐτῷ βουλομένων καὶ τῆς ζωτικῆς αὐτοῦ κινήσεως ἀπολαύειν.
“而既然整体与部分运移至同一处。” 在证明了作圆周运动的物体既无重亦无轻之后,他接着证明,不仅整体如此,其各部分亦然;因为这些[部分]作与整体相同的运动,同样既无重亦无轻。我想,他首先是这样证明这一点的:在设定了整体与部分依循自然运移至同一处之后,他推论如下:“如果整体既不向上亦不向下运移,部分也将是这种情况;而如果是这样,它就既无轻亦无重;但前件必然成立;因此后件亦成立。”至于预先设定的公理——即整体与部分依循自然运移至同一处——是真实的,他是从“例如所有的土与一小块土团”中证明的。因为如果整体就是其所有的部分,且所有的部分都具有相同的倾向,那么显而易见,整体亦然。接着,我想,他也这样就整体与诸部分共同证明同一件事,即它们不可能通过被向上拖曳或向下牵引而作位置运动。而他是通过简要重申刚才针对整体所作的证明来予以证明的。因为他说,它不可能依循自然作圆周运动之外的其他运动(因为简单物体的每一个依循自然的运动只有一种),也不可能违反自然作任何直线运动;因为与此相对立的运动对于它而言就将是依循自然的,从而对于每一个物体而言依循自然的就不再是一种,而是两种依循自然的运动与一种违反自然的运动相反了。显而易见,这一证明若要对部分同样适用,也需要预先承认那一前提,即整体与部分依循自然运移至同一处。而关于诸部分的这整个论据,作为对已述诸点的补充,其自身也是必然的,它表明诸部分与整体同类,因为月下各元素的诸整体也并不像人们认为的那样具有重与轻,而是被撕离开的部分才[具有重与轻]。为此,他也随即预先假定了整体与部分依循自然运移至同一处这一点。此外,他还回应了种种反驳:其一反驳称,对天与月下诸元素的比较并非基于相似之事,月下诸元素被考量的是违背自然而处于本己处所之外的诸部分,而天被考量的则是整体;其二则是针对那些认为天亦处于与月下诸物相似状态的人,他们认为天就整体性而言自身亦是永恒的,但在诸部分上则是生成与毁灭的。因为如果在月下诸元素中,可以观察到其诸部分既从其本己整体性中被撕离开,又处于违反自然的状态并具有直线倾向,而在天体事物中,在相传流传的全部过去时间的记忆中,无论就其整体还是就其部分而言,都未曾观察到有任何变易,那么显然,天被正当地称为具有不同于四元素之本性,且这一确信看来是源自自古流传的感知。但是,他怎么能从“所有的土与一小块土团运移至同一处”来确证部分作与整体相同的运移呢?因为所有的土都安定于中心周围,并不作任何运移。抑或是,正如我所说,他所谓“所有的土”是就其所有部分而言、而非就其整体性而言被考察的?因此他也说了“所有的”而非“整体的”,正如有人即便可以说“所有的土都是生成与毁灭的”,因为其所有的部分皆是如此且其中无一永恒,但就其整体性而言作此断言却非真实。其次,整个土地作为一个整体,纵使其不作位置运动,亦具有朝向中心的整体汇聚与倾向;因此,当未被其他部分抢占先机时,其每一部分都力争靠近中心,整个土地遂围绕中心形成球形;因为无论整体还是诸部分,其企求皆指向中心,并且由于其自身本性上具有易于分散的构成,因而希冀朝向中心得以保全并聚集在一起;正如火的整体与诸部分企求神圣物体犹如其同类,从而由各方急切奔向它一样;因此,火在其下方亦形成球形,其所有部分皆希冀靠近它并享有其生命般的运动。
- 1.21ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα λῆγον.
假言三段论(肯定前件式,modus ponens)的标准省略表达。意为“但前件[为真];因此后件[亦为真]”,省略了系词或谓词(如 ἔστι 或 ἀληθές ἐστιν)。
- 1.21ὅτι καὶ τῶν ὑπὸ σελήνην στοιχείων αἱ ὁλότητες οὐκ ἔχουσι τὸ βαρὺ καὶ κοῦφον, ὡς δοκοῦσιν, ἀλλὰ τὰ μέρη τὰ ἀποσπασθέντα.
虽然 ὅτι 从句在句法上可作 δεικνύον 的宾语,但在语境中更宜理解为解释性/因果性连词(“即因为……”),说明关于部分的论证之所以必要的理由。
- 1.21ἑκάστου τῶν μορίων πλησιάζειν τῷ κέντρῳ φιλονεικοῦντος, ὅταν μὴ ὑπ’ ἄλλου μορίου προληφθῇ
属格独立结构(genitive absolute)。其逻辑主语(ἕκαστον τῶν μορίων)与主句主语 ἡ ὅλη[γῆ]不同,用以说明整个土地围绕中心形成球形的方式与缘由。
- 1.21σκεδαστὴν ἀφ’ ἑαυτῶν φύσει τὴν σύστασιν ἔχοντα
中性主格分词 ἔχοντα 与前述主语 τὸ ὅλον καὶ τὰ μόρια(视为中性复数)相一致。σκεδαστήν 作宾语 τὴν σύστασιν 的补足语(述语性宾格),表示其构成自然倾向于自身分散。
