← 辛普里丘

亚里士多德《论天》注释

§648.24-650.15

几何形状的可分性难题与普罗克洛的辩护

亚里士多德反对将元素实质还原为几何形状的学说,指出若这些形状不可分则违背数学公理,若可分则经切割后会产生非元素部分及先于原初元素的新元素这一双重荒谬。辛普里丘继而引述普罗克洛的辩护——即棱锥只是火的种子和元素而非火本身——并进一步探讨了其与平面解体说的融通问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.61

" Πρὸς δὲ τούτοις ἀνάγκη μὴ πᾶν σῶμα ἕως τοῦ οὐχ ἅπαν σῶμα διαιρετόν." Πέμπτον ἐπιχείρημα τοῦτο καὶ ἤδη πως προειρημένον. τοῦτο δὲ τὸ ἐπιχείρημα κοινῶς πρὸς τοὺς σχηματίζοντας τὰ πρῶτα σώματα λέγεται εἴτε ἐξ ἐπιπέδων εἴτε ὡς Δημόκριτος· ἀπάγει δὲ εἰς θάτερον τοῖν δυοῖν ἀτόπων· οἱ γὰρ σχήματι διορίζοντες τὰς οὐσίας τῶν στοιχείων, οἷον πυραμίδι τὸ πῦρ καὶ ὀκταέδρῳ τὸν ἀέρα καὶ τὰ ἄλλα, ὡς εἴρηται, ἢ ἀδιαίρετα λέγοντες αὐτὰ ἀναγκάζονται μὴ πᾶν σῶμα διαιρετὸν λέγειν καὶ μάχεσθαι ταῖς μαθηματικαῖς ἐπιστήμαις τὰ ἐναντιώτατα αὐταῖς λέγοντες· ἐκεῖναι μὲν γὰρ καὶ τὸ νοητὸν σῶμα τὸ ὑποκείμενον αὐταῖς — νοητὸν γὰρ ἐξ ἀφαιρέσεως αἰσθητοῦ γινόμενον — διαιρετὸν λαμβάνουσιν, οὗτοι δὲ οὐδὲ τὸ αἰσθητόν. καὶ τοῦτο μὲν ἀκολουθεῖ τὸ ἄτοπον αὐτοῖς, ἐὰν ἀδιαίρετα τὰ σχήματα λέγωσι, τὸ μάχεσθαι ταῖς ἀκριβεστάταις ἐπιστήμαις· εἰ δὲ διὰ τὸ τοῦτο φυγεῖν διαιρεῖσθαι λέγουσιν αὐτά, τῆς πυραμίδος ἢ τῆς σφαίρας — ἐπειδὴ σφαῖραν τὸ πῦρ οἱ περὶ Δημόκριτον ἔλεγον — διαιρεθείσης πως, τουτέστι κατά τινα τρόπον διαιρεθείσης, τῆς μὲν πυραμίδος παραλλήλῳ τῇ βάσει ἐπιπέδῳ, τῆς δὲ σφαίρας ὥστε πανταχόθεν ἴσον περιαιρεθῆναι, τὸ μὲν πρὸς τῷ κέντρῳ μένει σφαῖρα καὶ τὸ πρὸς τῇ κορυφῇ πυραμίς, τὰ δὲ λειπόμενα οὔτε τὸ τῆς σφαίρας σφαῖρά ἐστιν οὔτε τὸ τῆς πυραμίδος πυραμίς. ἀλλ’, εἰ τοῦτο, δύο ἄτοπα ἀκολουθήσει· καὶ γὰρ τὸ τοῦ πυρὸς μέρος οὐκ ἔσται πῦρ· οὔτε γὰρ πυραμὶς τὸ ἕτερον οὔτε σφαῖρα. τοῦτο δὲ ἄτοπον· παρὰ γὰρ τὰ φαινόμενα· τὸ γὰρ τοῦ πυρὸς μέρος ὁρᾶται πῦρ. καὶ ἔτι μέντοι, εἰ πᾶν σῶμα ἢ στοιχεῖον ἢ ἐκ στοιχείων ἐστί, τὸ δὲ τῆς πυραμίδος μέρος οὐκ ἔστιν ἐκ στοιχείων σῶμα ὄν, στοιχεῖον ἄρα ἐστὶ καὶ τῆς πυραμίδος ἁπλούστερον μέρος γε αὐτῆς ὄν, ὥστε καὶ στοιχειωδέστερον τοῦ πρώτου στοιχείου καὶ πρότερον ἐκείνου. ἢ οὖν ταῦτα ἀνάγκη ὑπομένειν τὰ ἄτοπα τὸν σχηματίζοντα λόγον τὰ πρῶτα σώματα ἤ, ὅπερ εἴρηται πρότερον, τὸ μὴ πᾶν σῶμα διαιρετὸν ποιεῖν.1 ἀσφαλῶς δὲ εἶπε τῆς πυραμίδος πως διαιρεθείσης· δύναται γὰρ καὶ εἰς πυραμίδας διαιρεθῆναι, ἐὰν ἐπιπέδῳ διὰ τῆς κορυφῆς τμηθῇ· δῆλον δέ, ὅτι αὗται αἱ τομαὶ οὐ φυλάττουσιν ἰσόπλευρα τὰ τῶν πυραμίδων τρίγωνα. Πρὸς τοῦτο δὲ ὁ Πρόκλος ὑπαντῶν μέμφεται τῷ πυραμίδα τὸ πῦρ ποιοῦντι καὶ μὴ μένοντι ἐπὶ τῶν Πλατωνικῶν ὑποθέσεων, τὴν πυραμίδα σπέρμα πυρὸς λέγοντος τοῦ Πλάτωνος ἀλλ’ οὐχὶ πῦρ· τὸ γὰρ πῦρ ἄθροισμα πυραμίδων διὰ σμικρότητα ἀοράτων κατὰ μίαν, οὐδὲ ἕως ἂν εἰς πῦρ διαιρῆται τὸ πῦρ, εἰς πυραμίδας διαιρεῖται,2 ἡ δὲ μία πυραμὶς οὐκέτι πῦρ, ἀλλὰ στοιχεῖον πυρός, ἀόρατος οὖσα διὰ σμικρότητα. ἐὰν οὖν αὕτη διαιρεθῇ, τὸ μέρος αὐτῆς οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων, εἴπερ μὴ εἰς πυραμίδας ἢ εἰς τὰ ἐπίπεδα διαιρεθείη. καὶ τί θαυμαστὸν εἶναί τι ἄτακτον ἐν τοῖς τῇδε σώμασι; καὶ γὰρ καὶ ἐν τῇ καθ’ ἡμᾶς τῶν στοιχείων μεταβολῇ, εἴποι ἂν ὁ Πρόκλος, γίνονταί τινες διαφοραί, αἵτινες καὶ τὰ λοιμώδη καταστήματα ποιοῦσιν ὅλῳ τῷ γένει εἰς τὸ παρὰ φύσιν ἐκτρέπουσαι τὰ στοιχεῖα. “τί δὲ καὶ ἀδύνατον, φησί, τὸ τμῆμα τοῦτο πιεζόμενον καὶ ὑπὸ τῶν περιεχόντων εἰδοποιούμενον μορφοῦσθαι πάλιν εἰς πυραμίδα ἢ ἄλλο τι τῶν στοιχείων ἐξομοιούμενον τοῖς περιέχουσιν αὐτὸ καὶ θλίβουσιν;” ἀλλ’, εἰ τοῦτο, τίς χρεία τῆς εἰς τὰ ἐπίπεδα διαλύσεως, καὶ μὴ τὸ περιεχόμενον σῶμα ὑπὸ τοῦ περιέχοντος μεταβάλλεται; μήποτε οὖν ἡ μία πυραμίς, ὅταν βιασθῇ, θᾶττον εἰς τὰ ἐπίπεδα διαλύεται,3 εἴπερ συνεστῶσα τέμνεται, εἰ δὲ καὶ διαιρεθείη ἡ αὐτὴ ἢ ἐπίπεδον, ἐπειδὴ καὶ ταῦτα φθαρτὰ τῷ διαιρετὰ εἶναί ἐστιν, ὕλη πάλιν ἄλλου γίνεται ἢ μετ’ ἀλλήλων ἢ μετ’ ἄλλων συμφυομένων τῶν διαιρεθέντων μερῶν.

“此外,并非一切物体[……]是必然的”至“并非一切物体都是可分的”。 这是第五个论证,且在某种意义上此前已经说过。这个论证是共同针对那些给最初的物体赋予形状的人说的,无论他们是主张由平面构成还是像德谟克利特那样;而它会将论者逼入两种荒谬之一。因为那些以形状界定各元素之实质的人——例如以棱锥界定火,以八面体界定空气,以及如前所述界定其他元素——如果说它们是不可分的,就不得不说并非一切物体都是可分的,并且会由于说出与数学各门学科全然相反的话而同它们相冲突;因为那些学科甚至将作为它们基础的理智物体——理智的,乃因它是从感性物体经由抽象而生成的——也视为可分的,而这些人甚至连感性物体都不认为是可分的。如果他们说这些形状是不可分的,这一荒谬便会随之临到他们身上:即与最精确的诸门科学相冲突。但如果他们为了逃避这一结果而说它们被分割,那么当棱锥或球体(因为德谟克利特一派说火是球体)以某种方式被分割时——也就是说,按某种特定方式被分割,棱锥是被平行于底面的平面分割,球体则是从各方均等地削去一部分——朝向中心的部分保持为球体,朝向顶点部分保持为棱锥,但所剩余的部分中,球体的剩余部分既不是球体,棱锥的剩余部分也不是棱锥。但是,如果这样的话,就会随之产生两个荒谬:因为火的部分将不是火;因为剩下的另一部分既不是棱锥也不是球体。但这又是荒谬的;因为这违背现象;火的部分显现出来仍然是火。而且,如果一切物体要么是元素要么由元素构成,而棱锥的这个部分虽然作为物体却不是由元素构成的,那么它就是元素,而且作为棱锥的一个部分,它比棱锥更单纯,以致它比最初的元素更加具有元素的性质,并且先于它。因此,对于给最初物体赋予形状的论理而言,必然要么忍受这些荒谬,要么正如前面所说,使并非一切物体都是可分的。不过他说“当棱锥以某种方式被分割时”,是出于稳妥的考虑;因为如果通过顶点的平面来切割它,它也可以被分割为诸棱锥;但显然,这些切割不能使诸棱锥的三角形保持为等边。针对这一点,普罗克洛提出了反驳,责难那个把火看作棱锥而不坚守柏拉图假设的人,因为柏拉图说棱锥是火的种子而不是火;火是因微小而单个不可见的诸棱锥的聚集体,在火被分割为火的限度内,它甚至不是被分割为诸棱锥,而单个棱锥不再是火,而是火的元素,由于微小而不可见。因此,如果这个单个棱锥被分割,只要它不是被分割为诸棱锥或诸平面,它的部分就既不是元素也不是由元素构成的。而在现世这里的物体中存在某种无秩序的东西,又有何奇怪呢?因为普罗克洛可以说,即使在我们身边的元素变化中,也会产生某些差异,这些差异通过使各元素在整个类上偏向反常状态,甚至造成瘟疫般的恶劣状况。“而且,”他说,“这个被压迫的切片在被周围的事物赋予形式时,再度被塑造成棱锥或某种其他元素,同化于包围它并挤压它的事物,这又有何不可能呢?”但是,如果这样的话,又何必需要解体为平面呢,为什么被包围的物体不能直接被包围者转化呢?难道不是单个棱锥在受力时,如果在聚结的状态下被切割,反而更快地解体为平面;而即使它本身或平面被分割,由于这些也因可分而可灭,被分割的部分彼此结合或与其他部分结合,便又成为其他事物的质料了吗?

语法注3 条
  1. 3.61ἢ οὖν ταῦτα ἀνάγκη ὑπομένειν τὰ ἄτοπα τὸν σχηματίζοντα λόγον τὰ πρῶτα σώματα ἤ, ὅπερ εἴρηται πρότερον, τὸ μὴ πᾶν σῶμα διαιρετὸν ποιεῖν.

    句首的 ἡ 实为析取连词 ἤ(构成 ἤ ... ἤ ...,“要么……要么……”)。谓词名词 ἀνάγκη(有必然性)并列支配两个带逻辑主语的宾格不定式短语:其一为 τὸν σχηματίζοντα λόγον ... ὑπομένειν,其二为带有定冠词的不定式 τὸ μὴ πᾶν σῶμα διαιρετὸν ποιεῖν。

  2. 3.61οὐδὲ ἕως ἂν εἰς πῦρ διαιρῆται τὸ πῦρ, εἰς πυραμίδας διαιρεῖται

    否定词 οὐδέ 统领整个主句,构成“只要火是被分割为火,它就甚至不会被分割为棱锥”的句构。普罗克洛的核心逻辑在于,在宏观可感的火被分割的过程中,切分出来的部分依然是火(即大量微小棱锥的聚集体),并不会直接达到构成火的单个、不可见的棱锥元素。

  3. 3.61μήποτε οὖν ἡ μία πυραμίς, ὅταν βιασθῇ, θᾶττον εἰς τὰ ἐπίπεδα διαλύεται

    副词 μήποτε 引导带有直陈式动词的委婉疑问或审慎推测(“难道不是……吗”,“或许……”),标志着辛普里丘提出自己对该疑难的调和性解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:648.24-650.15