- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:647.1-648.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德就元素转化中三角形的富余以及由平面生成物体(Bekker 306a20–306a23)所提出的批判,辛普里丘对比了亚历山大与普罗克洛的见解,为柏拉图的立场进行了辩护。
" Ἀλλὰ μὴν οὐδὲ ἐν τοῖς διαλυομένοις ἕως τοῦ διὰ τὸ ἐξ ἀνίσων τῷ πλήθει συνεστάναι τριγώνων." Πρὸς τὰ περὶ τῆς γῆς ῥηθέντα τοῖς ἐξ ἐπιπέδων λέγουσι τὰ σώματα ὑπαντήσας νῦν πρὸς τὰ περὶ τῶν ἄλλων τριῶν στοιχείων ἐνίσταται ἐπὶ μὲν τῆς γῆς τὸ μὴ μεταβάλλειν εἰς τὰ ἄλλα καὶ ἐκ τῶν ἄλλων αἰτιασάμενος, ἐπὶ δὲ τῶν τριῶν μεταβάλλειν εἰς ἄλληλα λεγομένων ἄτοπον ἐπάγει τὸ ἐξ ἀνίσων τῷ ἀριθμῷ τριγώνων συγκειμένων αὐτῶν τῶν τε ἰσοπλεύρων καὶ ἐξ ὧν τὰ ἰσόπλευρα σύγκειται συμβαίνειν ἐν τῷ γίνεσθαι ἐξ ὕδατος ἀέρα ἢ ἐξ ἀέρος ὕδωρ παραιωρεῖσθαί τινα τρίγωνα.1 εἰ γὰρ τὸ μὲν ὕδωρ ἐξ εἴκοσι τριγώνων ἰσοπλεύρων ἐστίν, ὁ δὲ ἀὴρ ἐξ ὀκτώ, ἐὰν ἐξ ὕδατος διαλυθέντος ἀὴρ γίνηται, ἑνὸς ὑδατίου σώματος εἰς εἴκοσι τρίγωνα διαλυθέντος δύο γίνεται ἀέρος, καὶ τὰ τέσσαρα τρίγωνα παραιωρεῖται, ὡς ἂν εἴποι τις, μάτην· κἂν ἐξ ἀέρος ὕδωρ γίνηται, τριῶν ἀέρος διαλυθέντων σωμάτων εἰς ἑνὸς ὕδατος σύστασιν τέσσαρα πάλιν πλεονάζει. “οὐ γὰρ δή, φησὶν ὁ Ἀλέξανδρος, ἅμα ἐξ ἀέρος ὕδωρ τε καὶ πῦρ ἔσται, ὡς τὰ τέσσαρα τρίγωνα πῦρ ποιεῖν, ὡς ἐν τῷ Τιμαίῳ λέγεται· μεταβάλλει μὲν γὰρ εἰς ὕδωρ ἀὴρ ψυχρούμενός τε καὶ πυκνούμενος, οὐ δύναται δὲ αὕτη ἡ αἰτία εἶναι καὶ πυρὸς γεννητική. ἔστι δὲ πῶς οὐκ ἄτοπον τὸ λέγειν ἐξ ἀνάγκης, ὅταν ἐξ ἀέρος ὕδωρ γίνηται, ὀφείλειν πάντως καὶ πῦρ γενέσθαι;” ταῦτα μὲν ὁ Ἀλέξανδρος. ὁ δὲ Πλάτων, εἴ τι συνίημι, ὕδωρ μὲν καὶ πῦρ ἅμα οὐ λέγει γίνεσθαι ἐκ τοῦ ἀέρος, ἀλλ’ ἐξ ἑνὸς μέρους ἀέρος διαλυθέντος δύο γίνεσθαι σώματα πυρός, ἐξ ὕδατος δὲ ἓν μὲν πυρὸς σῶμα, δύο δὲ ἀέρος, τοῦ πυρὸς καὶ ἐξαεροῦντος τὸ ὕδωρ καὶ εἰς πῦρ μεταβάλλοντος. αὐτὸ μέντοι τοῦτο τὸ μένειν τινὰ χρόνον τινὰ τῶν τριγώνων ἀπαιωρούμενα σαφῶς δίδωσιν ἐπὶ τῆς γῆς λέγων, ὅτι διαλυθεῖσα φέρεται, “μέχρι περ αὐτῆς πῃ ξυντυχόντα τὰ μέρη αὐτὰ αὑτοῖς γῆ γένοιτο”. καὶ τί τοῦτο ἄτοπον, ὅτε καὶ τὰ ὑφ’ ἡμῶν λεγόμενα στοιχεῖα διαλυθέντος τοῦ συνθέτου πολλάκις μένει καθ’ αὑτά, ἕως ἂν πάλιν συναρμοσθῇ. Ὁ δὲ φιλόσοφος Πρόκλος ἐπὶ μὲν τῆς τοῦ ὕδατος εἰς ἀέρα ἀναλύσεως, ἐπειδὴ πῦρ τὸ ἀναλύον ἐστί, δύο φησὶν ἀέρος γίνεσθαι μέρη καὶ ἓν πυρός, ὅταν δὲ τοὐναντίον ἐξ ἀέρος ὕδωρ γίνηται, τριῶν ἀέρος μερῶν ἀναλυθέντων τὰ περιλειφθέντα τέσσαρα τρίγωνα ὑπὸ τῆς αὐτῆς αἰτίας τῆς πιλητικῆς μετὰ δύο μερῶν ἀέρος συγκριθέντα καὶ αὐτὰ ἓν μέρος ὕδατος ποιεῖ. θαυμαστὸν δέ, φησίν, οὐδὲν καὶ ἀμόρφωτά τινα φέρεσθαι· ἐν γὰρ πάσαις μεταβολαῖς εἶναί τι ἀνείδεον μέχρι τινὸς συγχωρητέον, κρατηθὲν δὲ εἴδει τινὶ χωρεῖν εἰς τὴν τοῦ κρατήσαντος φύσιν· καὶ γὰρ καὶ ἡμεῖς ἂν ὁμολογήσαιμεν ἐν τῇ τῶν καθ’ ἡμᾶς στοιχείων μεταβολῇ μένειν τινὰ μέρη πολλάκις ἡμιγενῆ.
“然而在被解体的事物中也决不”至“由于在数量上由不等的三角形组成”。 在回应了主张物体由平面构成的人们关于土的说法之后,[亚里士多德]如今针对关于其余三种元素的说法提出异议。对于土,他归咎于它不向其他事物转化也不由其他事物生成;而对于被说成相互转化的这三种元素,他指出了一个荒谬之处:由于它们在数量上是由不等的三角形构成的——不论是等边三角形本身,还是构成等边三角形的三角形——以致在由水生成空气或由空气生成水时,必然导致某些三角形悬空留存。因为如果水由二十个等边三角形构成,而空气由八个构成,那么在水解体生成空气时,当一个水的物体解体为二十个三角形,便会生成两个空气的物体,而四个三角形便可以说是徒然地悬空留存;即便由空气生成水,当三个空气的物体为构成一个水的〔物体〕而解体时,又会有四个三角形多余出来。“因为确实,”亚历山大说,“水和火绝不会同时由空气生成,以致这四个三角形生成火,正如在《提迈欧篇》中所说的那样;因为空气是通过冷却和凝聚而转化为水的,但这一原因不可能同时也是生成火的原因。并且,说每当水由空气生成时,必然在任何情况下也必须生成火,这怎能不是荒谬的呢?”亚历山大所言便是这些。然而柏拉图据我所理解,并未说水和火同时由空气生成,而是说当空气的一个部分解体时生成两个火的物体,而由水则生成一个火的物体和两个空气的物体,因为火既使水气化又使其转化为火。然而,某些三角形悬空留存一段时间这一事实本身,[柏拉图]在论及土时明确承认了,他说解体后的土四处漂移,“直到它的诸部分自身在某处彼此相遇而成为土”。而这又有何荒谬呢?因为就连我们所说的元素,在复合物解体之后,也往往各自留存,直到再次结合起来。另一方面,哲学家普罗克洛在水向空气分解的问题上,由于分解者是火,便说生成两个部分的空气和一个部分的火;而相反地当水由空气生成时,在三个部分的空气分解后,所剩余的四个三角形在同一压实原因的作用下与两个部分的空气结合,它们自身也构成一个部分的水。他[普罗克洛]说,某些不具形式的东西漂移流转,这一点也不足为奇;因为必须承认,在所有的变化中,某种无形相者会在一定限度内存在,而一旦被某种形式制服,便会归入制服者的自然本性;因为确实,我们也会承认在我们身边的元素变化中,某些部分往往半生半就地留存。
"Ἔτι δὲ ἀνάγκη τοῖς ταῦτα λέγουσιν ἕως τοῦ οὐκ ἐκ σώματος ἔσται γεγονός." Τέταρτον ἄτοπον ἐπάγει τὸ σώματος ποιεῖν γένεσιν τοῦ ἁπλῶς σώματος ἀλλ’ οὐχὶ τοῦ τινος.2 εἰ δὲ σῶμα ἐπὶ σῶμα γίνοιτο, ἔδειξε πρότερον, ὅτι ἀνάγκη κενὸν ἀφωρισμένον εἶναι, ὅπερ οὐδὲ οὗτοι βούλονται· τὸ γὰρ σῶμα, εἰ γίνοιτο, ἐξ ἀσωμάτου γίνεται· δεῖ ἄρα χώραν εἶναι κενὴν τὴν δεξομένην τὸ γινόμενον σῶμα. εἰ οὖν ἐξ ἐπιπέδων λέγουσι γίνεσθαι σῶμα, οὐκ ἐκ σώματος ἔσται τὸ γεγονός· τὸ γὰρ ἐπίπεδον μῆκος καὶ πλάτος μόνον ἔχει. πρὸς τοῦτο λέγει ὁ Πρόκλος, ὅτι τὰ φυσικὰ ἐπίπεδα οὐκ ἔστιν ἀβαθῆ· εἰ γὰρ τὸ σῶμα τὴν λευκότητα τὴν εἰς ἑαυτὸ ἐμπίπτουσαν διίστησι, πολλῷ μᾶλλον τὰ περιέχοντα αὐτὸ ἐπίπεδα· εἰ δὲ ἔχει βάθος, οὐκέτι ἐξ ἀσωμάτου ἡ τοῦ σώματος γένεσις, ἀλλ’ ἐξ ἁπλουστέρου σώματος τὸ συνθετώτερον.
“此外,对于主张这些说法的人而言必然”至“将不是由物体生成的”。 作为第四个荒谬之处,[亚里士多德]指出他们使物体的生成成为单纯物体的生成,而不是某一特定物体的生成。但如果不从物体生成物体,他此前已经证明必然存在独立间隔开的虚空,而这甚至也不是这些论者所希望的;因为物体如果生成,就是从非物体生成,因此必须存在一个容纳所生成的物体的虚空空间。所以,如果他们说物体由平面生成,那么生成之物便不是从物体生成的;因为平面仅具有长和宽。对此普罗克洛说,自然学意义上的平面并非没有深度;因为如果物体将落入自身的白度撑开延伸,包含它的平面就更是如此;而如果平面具有深度,物体的生成就不再是从非物体生成,而是更复合的物体从更简单的物体生成。
- 3.59ἄτοπον ἐπάγει τὸ ἐξ ἀνίσων τῷ ἀριθμῷ τριγώνων συγκειμένων αὐτῶν τῶν τε ἰσοπλεύρων καὶ ἐξ ὧν τὰ ἰσόπλευρα σύγκειται συμβαίνειν ἐν τῷ γίνεσθαι ἐξ ὕδατος ἀέρα ἢ ἐξ ἀέρος ὕδωρ παραιωρεῖσθαί τινα τρίγωνα
主句谓语动词 ἐπάγει 的直接宾语是带冠词的不定式短语 τὸ ... συμβαίνειν。其中插入的独立属格结构 ἐξ ἀνίσων ... συγκειμένων αὐτῶν 表原因,而 τῶν τε ἰσοπλεύρων καὶ ἐξ ὧν τὰ ἰσόπλευρα σύγκειται 是说明 τριγώνων 的同位语限定成分。此外,不定式 παραιωρεῖσθαί τινα τρίγωνα(“某些三角形悬空留存”)构成主格性对格不定式结构,作 συμβαίνειν 的主语。
- 3.60Τέταρτον ἄτοπον ἐπάγει τὸ σώματος ποιεῖν γένεσιν τοῦ ἁπλῶς σώματος ἀλλ’ οὐχὶ τοῦ τινος
Τέταρτον ἄτοπον 充当动词 ἐπάγει 的宾语补足语(述谓对格),带冠词的不定式短语 τὸ ... ποιεῖν 为真正的直接宾语。属格成分 τοῦ ἁπλῶς σώματος ἀλλ’ οὐχὶ τοῦ τινος 作为解释性同位属格,修饰并界定前面的 σώματος(“生成物体,即单纯的物体而非某一特定物体”)。
