← 辛普里丘

亚里士多德《论天》注释

§650.16-652.10

空间充填的几何条件与多面体说导致的虚空

评注亚里士多德的第六个论证(Bekker 306b3),基于欧几里得几何定理(环绕单点的内角和公式等)阐释平面与立体空间充填的数学条件,论证若坚持正多面体元素说必然在宇宙中导致虚空的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.62#1

" Ὅλως δὲ τὸ πειρᾶσθαι τὰ ἁπλᾶ σώματα σχηματίζειν ἕως τοῦ διὰ τὸ πλείω τὰ στοιχεῖα ποιεῖν." Καὶ τὸ ἕκτον ἐπιχείρημα πρὸς τὰ εἰρημένα σχήματα τῶν στοιχείων ἵσταται δεικνύων, ὅτι, εἴπερ τοῖς εἰρημένοις σχήμασιν ἐσχημάτισται τὰ στοιχεῖα, ἀνάγκη κενὸν εἶναι, ὅπερ οὐδὲ οἱ τὰ ἐπίπεδα λέγοντες βούλονται. δείκνυσι δὲ αὐτὸ ἐκ τοῦ τινα σχήματα ὀλίγα καὶ ἐν τοῖς ἐπιπέδοις καὶ ἐν τοῖς στερεοῖς συμπληροῦν δύνασθαι τὸν περὶ ἓν σημεῖον τόπον, ὡς μηδὲν καταλείπειν διάκενον, ἐν μὲν τοῖς ἐπιπέδοις τρίγωνα καὶ τετράγωνα καὶ ἑξάγωνα τὰ ἰσόπλευρά τε καὶ ἰσογώνια, τρίγωνα μὲν ἕξ, τετράγωνα δὲ τέσσαρα, ἑξάγωνα δὲ τρία, ἐν δὲ τοῖς στερεοῖς δύο μόνα συμπληροῖ τὸν περὶ ἓν σημεῖον τόπον ἥ τε πυραμὶς καὶ ὁ κύβος, ὧν τὸ μὲν τοῦ πυρὸς τὸ δὲ τῆς γῆς στοιχεῖον, καὶ πυραμίδες μὲν δώδεκα συμπληροῦσι, κύβοι δὲ ὀκτώ. εἰ οὖν τὰ ἄλλα στοιχεῖα τό τε ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον μὴ συμπληροῖ τὸν τόπον, ἀνάγκη κενὸν εἶναι μεταξὺ καὶ ἐν τῷ ἀέρι καὶ ἐν τῷ ὕδατι, μόνα δὲ τὸ πῦρ καὶ τὴν γῆν μὴ ἔχειν μεταξὺ κενὸν τῶν ἀναισθήτων ἐκείνων διὰ σμικρότητα πυραμίδων καὶ κύβων, ἐξ ὧν συντιθεμένων τὰ αἰσθητὰ γίνεται πῦρ καὶ γῆ, συμπληροῦν δυναμένων τὸν τόπον. ἀλλ’ οὐδὲ ἀλλήλοις παρατιθέμενα συμπληρώσει τὸν τόπον, οἷον κύβῳ εἰκοσάεδρον ἢ ὀκτάεδρον ἢ πυραμίδι. ἐκ τούτων δὲ συγκειμένων ὁ κόσμος· κενὸν ἄρα τῷ κόσμῳ ἐναπολειφθήσεται. ὅτι δὲ μόνα τὰ εἰρημένα σχήματα ἰσόπλευρά τε καὶ ἰσογώνια ἔν τε ἐπιπέδοις καὶ στερεοῖς τὸν περὶ ἓν σημεῖον τόπον συμπληροῖ, ὡς μήτε κενόν τι καταλείπεσθαι δυνάμενον ἄλλο τι δέξασθαι σχῆμα παρὰ τὸ προϋπάρχον ἐν τῷ τόπῳ μήτε ὑπερέχειν τοῦ τόπου τὰ σχήματα,1 ἀλλ’ ἀεὶ τὸ ὑπολειπόμενον διάστημα ὁμοίοις σχήμασι καταπυκνοῦσθαι καὶ ἀναπληροῦσθαι, δείκνυται δυοῖν τινων προληφθέντων, ἑνὸς μέν, ὅτι, ἐὰν ἀπὸ τοῦ αὐτοῦ σημείου διαχθῶσιν ὁσαιδήποτε εὐθεῖαι ἐφ’ ἑκάτερα τοῦ σημείου, αἱ πρὸς τῷ σημείῳ γωνίαι πᾶσαι τέτρασιν ὀρθαῖς ἴσαι εἰσί· τοῦτο δὲ δείκνυται ἐκ τοῦ τρισκαιδεκάτου θεωρήματος τοῦ πρώτου τῶν Στοιχείων, οὗ ἡ πρότασις τοιαύτη ἐστίν· ὡς ἂν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα γωνίας ποιῇ, ἤτοι δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας ποιήσει· δῆλον γάρ, ὅτι τῆς ἐπισταθείσης εὐθείας ἐκβαλλομένης καὶ αἱ κατὰ κορυφὴν γωνίαι ἢ δύο ὀρθαὶ ἢ δυσὶν ὀρθαῖς ἴσαι ἔσονται, καὶ ὅσαι ἂν ἄλλαι διὰ τοῦ αὐτοῦ σημείου διαχθῶσιν εὐθεῖαι, ταῖς τέτρασιν ὀρθαῖς γωνίαις οὐδὲν προστιθέασι. τοῦτό τε οὖν προληπτέον, καὶ ὅτι πᾶν πολύγωνον τὰς γωνίας τοσαύταις ὀρθαῖς ἴσας ἔχει, ὅσος ἐστὶν ὁ διπλάσιος ἀριθμὸς τοῦ δυάδι ἐλάττονος τοῦ πλήθους τῶν γωνιῶν,2 τὸ μὲν τρίγωνον δυσὶν ὀρθαῖς, ὅτι δυάδι ἐλάττων τοῦ πλήθους τῶν γωνιῶν αὐτοῦ ἡ μονὰς ἦν, ταύτης δὲ διπλασίων ἡ δυάς, τὸ δὲ τετράγωνον διὰ τὰ αὐτὰ τέτρασι, τὸ δὲ πεντάγωνον ἕξ, τὸ ἑξάγωνον ὀκτὼ καὶ ἐφεξῆς. τούτων προληφθέντων, ἐπειδὴ πᾶς ὁ πρὸς ἑνὶ σημείῳ τόπος, ὅσας ἂν ἔχῃ γωνίας, τέτρασιν ὀρθαῖς αὐτὰς ἴσας ἔχει, τῶν εὐθυγράμμων σχημάτων ὅσα μὲν δύναται πρὸς ἑνὶ σημείῳ πλείονα τὰ αὐτὰ συνιστάμενα, οἷον τρίγωνα ἢ τετράγωνα, τὰς πρὸς τῷ σημείῳ γωνίας τέτρασιν ὀρθαῖς ἴσας ποιεῖν, ταῦτα συμπληροῦσι τὸν τόπον τεσσάρων ὀρθῶν ὄντα γωνιῶν καὶ οὔτε πλειόνων οὔτε ἐλαττόνων, ὡς προείρηται, τὰ δὲ μὴ ποιοῦντα τέτρασιν ὀρθαῖς ἴσας τὰς πρὸς τῷ ἑνὶ σημείῳ γωνίας, εἰ μὲν ἐλάττονας τῶν τεσσάρων ποιεῖ, κενὸν ἀπολείπει τόπον, εἰ δὲ πλείονας, ὑπερβάλλει τὸν τόπον τὰ σχήματα. ἐπεὶ οὖν παντὸς μὲν τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, τοῦ δὲ ἰσογωνίου ἑκάστη διμοίρου ὀρθῆς ἐστιν, ἐὰν πρὸς ἑνὶ σημείῳ ἓξ τρίγωνα ἰσόπλευρα καὶ ἰσογώνια συστῇ, αἱ πρὸς τῷ σημείῳ ἓξ γωνίαι ἀπὸ διμοίρου ὀρθῆς οὖσαι3 τέτρασιν ὀρθαῖς ἴσον ἐπέχουσι τόπον· ὁμοίως κἂν τέσσαρα τετράγωνα πρὸς ἑνὶ σημείῳ συστῇ, τέτρασιν ὀρθαῖς ἴσας ποιοῦσι τὰς γωνίας, διότι ὀρθαί εἰσιν αἱ τοῦ τετραγώνου. ἐπειδὴ δὲ τοῦ ἑξαγώνου ἡ γωνία μιᾶς ἦν ὀρθῆς καὶ τρίτου, εἴπερ αἱ ἓξ γωνίαι ὀρθαῖς ὀκτὼ ἐτύγχανον ἴσαι, ἐὰν τρία ἑξάγωνα πρὸς ἑνὶ σημείῳ συστῇ, αἱ τρεῖς αὐτῶν γωνίαι τέτρασιν ὀρθαῖς ἴσαι ἔσονται καὶ συμπληρώσουσι τὸν τόπον. Καὶ ὅ γε Ποτάμων, ὡς Ἀλέξανδρος ἱστορεῖ, διὰ συντόμου τὰς τῶν εἰρημένων σχημάτων συμπληρώσεις ἐπὶ καταγραφῆς παραδέδωκεν.

“一般说来,试图给单纯物体赋予形状”至“由于设定了更多的元素”。 第六个论证也是针对各元素的前述诸形状而立论的,指明如果各元素是用前述诸形状塑造的,就必然存在虚空,而这甚至不是那些主张平面的人所希望的。他由以下事实来表明这一点:无论在平面中还是在立体中,都只有少数几种特定的形状能够填满环绕一个点的处所,以致不留下任何间隙;在平面中是等边且等角的三边形、四边形和六边形,即六个三边形、四个四边形、三个六边形;而在立体中,只有两种形状填满环绕一个点的处所,即棱锥和立方体,其中前者是火的元素,后者是土的元素,并且十二个棱锥可以填满,八个立方体可以填满。因此,如果其他元素即八面体和二十面体不能填满处所,那么无论在空气中还是在水中,其间都必然存在虚空,而只有火和土在其因微小而不可感的棱锥与立方体——感性的火和土正是由它们组合而成的——之间没有虚空,因为它们能够填满处所。但是,当它们彼此并置时,例如二十面体或八面体与立方体并置,或与棱锥并置,也不会填满处所。而宇宙是由这些构成的;因此宇宙之中将被留有虚空。 至于无论在平面中还是在立体中,只有前述等边且等角的形状才能填满环绕一个点的处所,使得既不留有任何能够容纳处所中原有形状之外的某种其他形状的虚空,各形状也不超出处所,而是所余的间隔总是被同类的形状致密地填满并补全,这是在预先假定了两点之后被证明的。其一,如果从同一点向该点的两侧引出任意多条直线,该点处的各角之和等于四个直角;这由《几何原本》第一卷第十三条定理得以证明,其命题如下:“若一条直线立于另一条直线上而作成诸角,它所作出的角要么是两个直角,要么等于两个直角”;因为显然,当立于其上的直线被延长时,对顶角也将要么是两个直角要么等于两个直角,并且无论通过同一点再引出多少条其他直线,都不会在四个直角之外有所增加。因此必须预先假定这一点;并且还须假定,一切多边形的诸内角之和等于其角数减去二所得之数的两倍那么多直角:三边形等于两个直角,因为一比其角数少二,而二是其两倍;四边形由于同样原因等于四个直角;五边形等于六个直角;六边形等于八个直角,依此类推。在这些被预先假定之后,既然环绕一个点的整个处所无论有多少个角,它们之和都等于四个直角,那么在直线图形中,凡是多个相同的图形——例如三边形或四边形——在同一个点处拼接,能够使该点处的诸角等于四个直角的,就填满了由四个直角构成、既不多也不少(如前所述)的处所;而那些不能使同一个点处的诸角等于四个直角的图形,如果作出的角小于四个直角,就留下了空虚的处所,如果大于四个直角,诸形状就会超出处所。 既然一切三边形的三内角之和等于两个直角,而等角三边形的每个角是直角的三分之二,那么如果在同一点处拼接六个等边且等角的三边形,该点处各为直角三分之二的六个角所占据的处所等于四个直角。同样,如果四个四边形在同一点处拼接,它们也会使诸角等于四个直角,因为四边形的角是直角。而既然六边形的内角为一个直角又三分之一直角(若其六个角恰好等于八个直角),那么如果有三个六边形在同一点处拼接,它们的三个角将等于四个直角,从而填满处所。 正如亚历山大所记述的,波塔蒙在图解上简明地传授了前述诸形状的充填。

语法注3 条
  1. 3.62ὡς μήτε κενόν τι καταλείπεσθαι δυνάμενον ἄλλο τι δέξασθαι σχῆμα παρὰ τὸ προϋπάρχον ἐν τῷ τόπῳ μήτε ὑπερέχειν τοῦ τόπου τὰ σχήματα

    由 ὡς 引导带不定式的结果从句。μήτε... μήτε... 并列了两个不定式(καταλείπεσθαι 和 ὑπερέχειν):前者的主语为 κενόν τι(带有修饰它的分词 δυνάμενον),后者的主语为 τὰ σχήματα。整句规定了完全充填的要求:“既不留下任何虚空……图形也不超出处所”。

  2. 3.62ὅσος ἐστὶν ὁ διπλάσιος ἀριθμὸς τοῦ δυάδι ἐλάττονος τοῦ πλήθους τῶν γωνιῶν

    表示多边形内角和公式 2(n - 2) 个直角的句式。属格短语 τοῦ δυάδι ἐλάττονος τοῦ πλήθους τῶν γωνιῶν 依附于 ὁ διπλάσιος ἀριθμός(……的两倍),其中 δυάδι 是表示差异程度的与格,意为“比角数(τὸ πλῆθος τῶν γωνιῶν)少二的数”。

  3. 3.62ἀπὸ διμοίρου ὀρθῆς οὖσαι

    介词 ἀπό 与属格连用,表示每个角的度量性质,即“各个为直角的三分之二(即60度)”。δίμοιρον 是表示“三分之二”的数学用语,此处 διμοίρου ὀρθῆς 即直角的 2/3。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:650.16-652.10