- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:645.21-646.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘总结了普罗克洛关于土通过施动与承受参与分割的论述,阐明了通过向共同质料分解而发生的元素相互转化及土的不动性,引用伪提迈欧的著作,并评析了亚历山大就土解体为平面将导致虚空所提出的反驳及其合理性。
ἔστι γὰρ καὶ ἡ διαίρεσις πάθος τὴν συνέχειαν ἀφανίζον· εἰ δὲ πάσχει καὶ αὐτὴ ὑπὸ τῶν ἄλλων διαιρουμένη καὶ ποιεῖ εἰς αὐτὰ πιλοῦσα καὶ θλίβουσα καὶ ταύτῃ καταθραύουσα, εἰκότως ἀντιδιῄρηται πρὸς ἐκεῖνα, ὑφ’ ὧν τε πάσχει καὶ εἰς ἃ ποιεῖ κατὰ τὸ αὐτό πως πάθος· διαίρεσις γὰρ ἑκατέρα, εἰ καὶ ἄλλως μὲν διαιρεῖ τὰ λεπτότερα ταῖς ὀξύτησιν, ὡς ἐν ταῖς τέχναις πρίονες καὶ τρύπανα καὶ σμῖλαι, ἄλλως δὲ τὰ παχύτερα συμπιλοῦντα καὶ θλίβοντα, ὡς ὑπέρα καὶ δοῖδυξ. ταῦτα μὲν ὁ φιλόσοφος. μήποτε δέ, ὡς καὶ πρότερον εἶπον, εἰ καὶ μὴ εὐθὺς ἡ γῆ μεταβάλλει εἰς τὰ ἄλλα, ἀλλ’ ἡ εἰς τὴν κοινὴν ὕλην καὶ αὐτῆς ἀνάλυσις καὶ τὴν γῆν ἐκ τῶν ἄλλων καὶ τὰ ἄλλα ἐκ τῆς γῆς ποιεῖ γίνεσθαι.1 καὶ ὅρα, ὅπως τοῦτο συμφωνεῖ τοῖς γινομένοις. κἂν γὰρ ἡ γῆ καὶ δρᾷ εἰς τὰ ἄλλα καὶ πάσχῃ ὑπ’ αὐτῶν, ἀλλὰ χρόνῳ καὶ μόγις· οὐ γὰρ οὕτως ὑπὸ πυρὸς ἡ γῆ πάσχει, ὡς ἀὴρ καὶ ὕδωρ, ἀλλ’ οὐδὲ ὑπὸ ὕδατος ἢ ἀέρος, ὡς τὰ ἄλλα. ἀλλ’ οὐδὲ κατὰ τόπον οὕτως εὐκόλως εἴκει τοῖς κινοῦσιν, ὡς τὰ ἄλλα· ἔδει γὰρ τῷ ὄντι περὶ τὸ κέντρον τοῦ παντὸς οὐσιωθεῖσαν μήτε κατ’ οὐσίαν εὐκίνητον εἶναι μήτε κατ’ ἐνέργειαν. τοῦ δὲ πρεσβυτάτην εἶναι τὴν γῆν τῶν ἐντὸς οὐρανοῦ ὁ μὲν Πλάτων οὐκ εἶπε τὴν αἰτίαν, ὁ δὲ Τίμαιος αὐτὸς ἐν τῷ συγγράμματι, ὅπερ ὁ Πλάτων παρέθεσεν, οὕτως ἔγραψε περὶ τῆς γῆς· “πρεσβίστα δέ ἐντι τῶν ἐντὸς ὠρανῶ σωμάτων. οὐδέ ποκα ὕδωρ ἐγεννάθη δίχα γᾶς, οὐδὲ μάν τοι ἀὴρ χωρὶς ὑγρῶ, πῦρ τε ἤρεμον ὑγρῶ καὶ ὕλας, ἃς ἐξάπτοι, οὐκ ἂν διαμένοι·2 ὥστε ῥίζα πάντων καὶ βάσις τῶν ἄλλων ἁ γᾶ.” ἐν δὲ τοῖς κόλποις τῆς γῆς ἀὴρ ἥδρασται καὶ πῦρ, οὐ τὰ καθαρὰ ἀλλὰ τὰ λιμνάζοντα. καὶ τά γε ἄκρα τῆς γῆς ἐν τῷ Φαίδωνι ὁ Πλάτων ἐξυμνεῖ ὡς μέχρι τοῦ αἰθέρος ἀνατεινόμενα πολλῷ τῷ μυθικῷ, οἶμαι, καὶ αἰνιγματώδει χρώμενος· καὶ γὰρ μῦθον καλεῖ τὸν περὶ αὐτῆς λόγον. Ὁ δὲ Ἀλέξανδρος καὶ ἰδίαν ἔνστασιν ἐπήγαγε τοῖς εἰς ἐπίπεδα λέγουσι διαλύεσθαι τὴν γῆν καὶ μὴ μεταβάλλειν εἰς ἄλλο σῶμα. εἰ γὰρ σῶμα οὖσα, φησίν, ἡ γῆ καὶ τόπον κατέχουσα διαλύεται εἰς ἐπίπεδα τρίγωνα καὶ μὴ μεταβάλλει εἰς ἄλλο τι σῶμα, ἔσται κενὸς ὁ τόπος, ὃν ἡ διαλελυμένη γῆ κατεῖχεν, ὥστε, εἰ μὴ ἔστι κενὸν κατ’ αὐτούς, οὐδὲ ὅλως ἂν ἡ γῆ εἰς τὰ στοιχεῖα διαλύοιτο. δύναται δὲ κοινὴ αὕτη ἡ ἀπορία εἶναι· καὶ γὰρ τῶν ἄλλων στοιχείων διαλυομένων τὰ τρίγωνα οὐκ ἀμέσως εἰς ἄλλο σῶμα συμπήγνυσθαί φασιν, ἀλλὰ μένειν τινὰ χρόνον διαλελυμένα. καὶ εἰ μὲν μαθηματικὰ τὰ τρίγωνα ἔλεγον, εἶχε λόγον ἡ ἔνστασις, εἰ δὲ φυσικὰ αὐτὰ λέγουσι καὶ βάθος ἔχοντα, δῆλον, ὅτι καὶ αὐτὰ τόπον κατέχει3 διαλυθέντα καὶ τὸν ἴσον ἅμα πάντα ἐκείνῳ, ὃν συγκείμενα κατεῖχε. ταύτην δὲ τὴν ἔνστασιν ὁ Ἀριστοτέλης τετάρτην ἐπήγαγεν.
因为分割确实也是消灭连续性的一种承受;而如果土自身因被其他事物分割而承受,又通过挤压与压迫并以此击碎它们而对它们施动,那么,土与那些使它承受且它依照某种相同的承受对其施动的事物相对立而划分,便是合乎情理的;因为两者都是分割,即便较微细的事物凭其锐利以一种方式分割(正如技艺中的锯、钻与凿),而较粗厚的事物通过挤压与压迫以另一种方式分割(正如研杵与捣棒)。哲学家[普罗克洛]所言便是这些。然而,正如我此前也说过的,或许即便土并非立即转化为其他事物,但它自身向共同质料的分解也会使得土由其他事物生成、其他事物由土生成。且看这与实际发生的事象是多么契合。因为土即便确实施动于其他事物并承受于它们,也只是随着时间且艰难地发生;因为土承受于火并不像空气和水那样,承受于水或空气也不像其他事物那样。在空间位置上,它也不像其他事物那样容易屈从于推动者;因为在宇宙中心周围获得实体者,本就不应当在实体上或在活动上易于运动。关于土是天之内的事物中最古老的这一点,柏拉图并未言明原因,但提迈欧本人在他那部由柏拉图引述的著作中关于土这样写道:“它是天之内的物体中最古老的。水从未脱离土而生成,空气也绝非没有湿气[而生成],而夺去了湿气及可供其引燃的质料的火是无法存续的;因此土是万物之根以及其他事物的基底。”在土的凹陷处安歇着空气与火,但并非纯净者,而是滞留者。柏拉图在《斐多篇》中赞颂土的极尽之处延伸至以太,我认为他是运用了大量神话的与谜一般的表现手法;因为他确实将关于它的论述称为神话。然而,亚历山大对于那些声称土解体为平面且不转化为另一种物体的人,也提出了独有的反驳。因为他说,如果土作为一个物体且占据着一个场所,解体为平面三角形而不转化为某种别的物体,那么解体了的土曾经占据的场所就会成为虚空,从而按照他们的说法如果没有虚空,土就根本不会解体为元素。然而,这一疑难可以是共通的;因为即便在其他元素解体时,他们也说那些三角形并非立即凝结为另一种物体,而是解体状态留存一段时间。如果他们曾称那些三角形是数学性的,这一反驳便有其道理;但如果他们称它们是自然性的且具有深度,显然它们解体后自身也占据场所,且所有三角形加在一起所占据的场所与它们复合时所占据的场所相等。而亚里士多德是将这一反驳作为第四点提出的。
- 3.58μήποτε δέ, ὡς καὶ πρότερον εἶπον, εἰ καὶ μὴ εὐθὺς ἡ γῆ μεταβάλλει εἰς τὰ ἄλλα, ἀλλ’ ἡ εἰς τὴν κοινὴν ὕλην καὶ αὐτῆς ἀνάλυσις καὶ τὴν γῆν ἐκ τῶν ἄλλων καὶ τὰ ἄλλα ἐκ τῆς γῆς ποιεῖ γίνεσθαι.
连词 μήποτε 在此用作副词,引出委婉的断言(“或许……不是吗”)。句子的骨干结构为:让步从句 εἰ καὶ μὴ...(“即便土并非立即……”),由带有转折小词 ἀλλά 的主句主语 ἡ εἰς τὴν κοινὴν ὕλην καὶ αὐτῆς ἀνάλυσις(“它自身向共同质料的分解”)及主动词 ποιεῖ(“使得”)承接,并统辖并列的宾格不定式结构(καὶ τὴν γῆν... καὶ τὰ ἄλλα... γίνεσθαι)。
- 3.58πῦρ τε ἤρεμον ὑγρῶ καὶ ὕλας, ἃς ἐξάπτοι, οὐκ ἂν διαμένοι
引自多利斯方言的伪洛克里斯的提迈欧著作。ἤρεμον 相当于雅典方言的 ἔρημον(“剥夺了”、“缺乏”),支配属格 ὑγρῶ(即 ὑγροῦ)与 ὕλας(即 ὕλης)。关系代词 ἃς 先行词为 ὕλας,其后接祈愿语气动词 ἐξάπτοι,表示潜在特征(“所能引燃的燃料”)。归结分句 οὐκ ἂν διαμένοι 采用 ἄν 搭配祈愿语气表示潜在性。
- 3.58καὶ εἰ μὲν μαθηματικὰ τὰ τρίγωνα ἔλεγον, εἶχε λόγον ἡ ἔνστασις, εἰ δὲ φυσικὰ αὐτὰ λέγουσι καὶ βάθος ἔχοντα, δῆλον, ὅτι καὶ αὐτὰ τόπον κατέχει
两个形成对比的条件句构造。前半句 εἰ μὲν... ἔλεγον, εἶχε λόγον... 为反事实条件句,归结从句动词 εἶχε 为表示非现实的未完成过去直陈式,按惯用法省略 ἄν(“反驳本是有道理的[但实际并非如此]”)。后半句 εἰ δὲ... λέγουσι... δῆλον ὅτι... 则转变为直陈式现在的简单条件句,基于他们实际的主张(三角形是物理性的且具有深度),以直陈式断定其逻辑必然推论。
