← 辛普里丘

亚里士多德《论天》注释

§644.19-645.21

土最成为元素的推论与普罗克洛的辩护

辛普里丘探讨了亚里士多德在Bekker 306a17处的第二个归谬论证(根据柏拉图派的理论土将最成为元素),补充考察了亚历山大的简要解释,并介绍了普罗克洛通过坚持土的不可转化性来维护其元素地位的辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.58#1

" Συμβαίνει δὲ αὐτοῖς μάλιστα τὴν γῆν εἶναι στοιχεῖον ἕως τοῦ ἀδιάλυτος εἰς ἄλλο σῶμα." Δεύτερον ἐπιχείρημα τοῦτο εἰς ἄτοπον ἀπάγον τὸ τὴν γῆν μάλιστα εἶναι στοιχεῖον ἢ καὶ μόνην, καίτοι χείρονα τῶν ἄλλων δοκοῦσαν. ὅτι δὲ τοῦτο ἕπεται, δείκνυσιν οὕτως· εἰ ἡ γῆ ἀδιάλυτος εἰς ἄλλο σῶμα καὶ μένει ἡ αὐτή, τὸ δὲ μὴ διαλυόμενον εἰς ἄλλο ἄφθαρτον, τὸ δὲ ἄφθαρτον πρῶτον, τὸ δὲ πρῶτον τῶν ἄλλων στοιχεῖον μᾶλλον, ἡ γῆ αὐτοῖς στοιχεῖον. ἀδιάλυτον δὲ εἰς ἄλλο σῶμα εἶπεν, ὅτι διαλύεσθαι μὲν ἔλεγον τὴν γῆν ἀλλ’ εἰς τὰ τρίγωνα, ἐξ ὧν συνέστηκεν, οὐ μὴν γίνεσθαί γε ἐξ ἐκείνων τῶν τριγώνων ἄλλο τι σῶμα ἀλλὰ γῆν πάλιν. οὕτω μὲν ὁ Ἀλέξανδρος ἐξηγήσατο συντόμως τὴν αἰτίαν τοῦ λόγου παρελθών· διὰ τί γὰρ μόνη ἡ γῆ ἀδιάλυτος εἰς ἄλλο σῶμα; καίτοι καὶ τὰ ἄλλα σχήματα εἰς ἐπίπεδα διαλύεται, ὥσπερ ὁ κύβος. διὰ τί δέ, εἰ ἀδιάλυτος εἰς ἄλλο σῶμα, ἄφθαρτος; καίτοι διαλυομένη εἰς τὰ ἐπίπεδα φθείρεται. ἀλλ’ ἔοικε τοῦτο αἰτιᾶσθαι, ὅπερ ὁ Ἀλέξανδρος συντόμως ἐδήλωσε διὰ τοῦ “οὐ μὴν γίνεσθαι ἐξ ἐκείνων τῶν τριγώνων ἄλλο τι σῶμα ἀλλὰ γῆν.”1 τῶν μὲν γὰρ τριῶν ἕκαστον διαλύεται εἰς τρίγωνα, ἐξ ὧν καὶ τὰ ἄλλα δύο συντίθεται, καὶ διὰ τοῦτο εἰς ἄλλο σῶμα διαλύεσθαι λέγεται ἐκεῖνο τὸ σῶμα τὸ ἐκ τῶν τριγώνων τοῦ διαλυθέντος συντιθέμενον,2 καὶ διὰ τοῦτο σύνθετόν πως ἦν καὶ ἐξ ἐκείνου τοῦ σώματος, οὗ στοιχεῖά ἐστι τὰ ἐν αὐτῷ ἐπίπεδα. ἡ δὲ γῆ κἂν διαλύηται εἰς ἐπίπεδα, ἀλλ’ οὖν οὐχὶ ἄλλου σώματος ἐπίπεδα· καὶ διὰ τοῦτο ταύτην ἄφθαρτον εἶπεν, ὅτι μένει τὰ τῆς γῆς ἐπίπεδα μὴ γινόμενα ἄλλο τι σῶμα, ἀλλὰ τρόπον τινὰ γῆ ὄντα καὶ ἀπὸ γῆς εἰς γῆν μεταβάλλοντα, τὸ δὲ φθειρόμενον εἰς ἄλλο τι μεταβάλλει. εἰ οὖν τὸ ἄφθαρτον καὶ τὸ μὴ συγκείμενον μηδὲ διαλυόμενον εἰς ἄλλο σῶμα, ἐξ οὗ καὶ συντίθεται, στοιχείου ἴδιον, ἡ γῆ ἂν εἴη μάλιστα στοιχεῖον. καίτοι εἰ στοιχεῖόν ἐστιν, ἐξ οὗ τὰ ἄλλα γίνεται καὶ εἰς ὃ ἀναλύεται, αὕτη ἂν εἴη ἧττον στοιχεῖον. καὶ πρὸς ταύτην δὴ τὴν ἔνστασιν ὁ φιλόσοφος Πρόκλος ὑπαντᾷ ἐνδιδοὺς τῷ πάντη ἀμετάβλητον εἶναι τὴν γῆν εἰς τὰ ἄλλα τρία σώματα καὶ λέγει, ὅτι καὶ ὁ Πλάτων διὰ τοῦτο πρώτην αὐτὴν προσείρηκε καὶ πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ ὡς ἀμετάβλητον εἰς τὰ ἄλλα, καὶ εἶναι τὰ ἄλλα πληρώματα τῆς γῆς ἐν τοῖς κόλποις αὐτῆς ἡδρασμένα, τὸ ὕδωρ, τὸν ἀέρα, τὸ ἐν τοῖς ὑπὸ σελήνην πῦρ, αὐτὸ δὲ τοῦτο τὸ διαιρεῖσθαί πως ὑπὸ τῶν ἄλλων ἐποίησεν αὐτὴν ἕν τι τῶν στοιχείων εἶναι.

“而对于他们来说,结果就是土最是元素”,直至“不可解体为另一种物体”。 这是第二个归谬论证,导出土最是元素,甚或是唯一的元素这一荒谬结论,尽管土看似劣于其他事物。而他如下表明这是必然随之而来的:如果土不可解体为另一种物体且保持为自身,而不可解体为他物者是不可毁灭的,不可毁灭者是第一的,第一者比其他事物更具有元素的性质,那么对于他们而言土便是元素。他说“不可解体为另一种物体”,是因为他们虽说土会解体,但它是解体为它由之构成的三角形,然而由那些三角形并不会生成某种别的物体,而是再次生成土。亚历山大便是这样简略地解释了该论据的理由便掠过了;因为凭什么唯独土不可解体为另一种物体?尽管其他形体也像立方体一样解体为平面。又凭什么如果它不可解体为另一种物体,它便是不可毁灭的?尽管它因解体为平面而毁灭。然而[亚里士多德]似乎作为理由的正是这一点,即亚历山大通过“然而由那些三角形并不会生成某种别的物体,而是生成土”这句话所简要揭示的。因为那三种形体中的每一种都解体为三角形,而另外两种也是由这些三角形构成的,因此那个由解体者的三角形构成的物体便被称为解体为另一种物体,并且因此它在某种方式上也复合自那个以其自身之中的平面为元素的物体。但土即便解体为平面,那也绝非另一种物体的平面;因此他称土是不可毁灭的,因为土的平面留存着而不变成任何别的物体,而是在某种方式下依然是土,仅从土向土转化,而毁灭之物则是转化为别的东西。因此,如果不可毁灭以及不是复合的、也不解体为它亦由之构成的另一种物体乃是元素所特有的,那么土便应当最是元素。然而,如果元素是“其他事物由之生成且最终分解为之者”,土便应当更不是元素。面对这一反驳,哲学家普罗克洛承认土完全不可转化为其余三种物体而予以应对,并说柏拉图之所以因土不可转化为其他事物而称其为天之内的事物中第一且最古老者正是为此,而其他事物——水、空气以及月下领域的火——是安歇于土之凹陷处的土的充实物,而恰恰是受到其他事物某种程度的分割这一事实本身,使得土成为元素之一。

语法注2 条
  1. 3.58διὰ τοῦ “οὐ μὴν γίνεσθαι ἐξ ἐκείνων τῶν τριγώνων ἄλλο τι σῶμα ἀλλὰ γῆν”

    中性单数属格定冠词 τοῦ 将整个引语名词化,作为介词 διά 的宾语(“通过‘……’这一短语”)。前面 ἔοικε τοῦτο αἰτιᾶσθαι 中的 τοῦτο 是关系代词 ὅπερ 的先行词,指明亚里士多德所援引的理由正是亚历山大用该概括句所点明的内容。

  2. 3.58ἐκεῖνο τὸ σῶμα τὸ ἐκ τῶν τριγώνων τοῦ διαλυθέντος συντιθέμενον

    在 διαλύεσθαι λέγεται 的语境中,名词短语 ἐκεῖνο τὸ σῶμα... 被视为作主语的主格(“那个由解体者的三角形构成的物体便被称为解体[为另一种物体]”)。在接下来的分句 καὶ διὰ τοῦτο σύνθετόν πως ἦν... 中继续承接同一主语,以此解释共享三角形元素的物体之间相互解体与构成的逻辑关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:644.19-645.21