← 辛普里丘

亚里士多德《论天》注释

§643.10-644.18

关于土的不可转化性与感觉真理的调和

针对亚里士多德关于自然学的目的在于合乎感觉的真理的主张,普罗克洛辩护称土的不可转化性才符合感觉现象。辛普利丘随后通过区分第一质料与三角形构成的几何层面这两个层次,调和了柏拉图的学说与亚里士多德的批评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.57#2

ὥσπερ δὲ τῆς ποιητικῆς τέλος τὸ ἔργον, οὕτω τῆς θεωρητικῆς μὲν ἁπλῶς ἡ ἁπλῶς ἀλήθεια, τῆς δὲ φυσικῆς ἡ ἐν τοῖς φαινομένοις κατὰ τὴν αἴσθησιν τὴν κυρίως καὶ κατωρθωμένην ἀλήθεια. Πρὸς ταύτην τοίνυν τὴν ἔνστασιν ὁ Πρόκλος φησίν, ὅτι ἡμῖν αὐτὸ τοὐναντίον λεκτέον, ὡς οἱ μεταβάλλοντες τὴν γῆν καὶ τὰ ἀκίνητα κινοῦντες οὐχ ἕπονται τοῖς φαινομένοις· οὐδαμοῦ γὰρ ἔστιν ἰδεῖν γῆν εἰς τὰ ἄλλα μεταβάλλουσαν, ἀλλὰ τὰ μὲν γήινα μεταβάλλει, καθ’ ὅσον ἀέρος ἢ ὕδατος ἀναπέπλησται, γῆ δὲ πᾶσα ἀμετάβλητός ἐστιν, ὅταν ᾖ γῆ μόνον, οἷον τέφρα γενομένη καὶ κόνις. ἐν γοῦν ταῖς μεταλλείαις τὰ μὲν ὑγρὰ δαπανᾶται ὅλα, μένει δὲ ἀπαθῆ τὰ τεφρώδη, οὐχ ὅτι πάντη ἀπαθὴς ὑπὸ τῶν ἄλλων ἡ γῆ· διαιρεῖται γὰρ ὑπ’ αὐτῶν ἐμπιπτόντων· τὰ δὲ μέρη αὐτῆς μένει, ἕως ἂν πάλιν ἀλλήλοις ἐντυχόντα ποιήσῃ πάλιν ἐξ αὐτῶν ἕν. εἰ δὲ διὰ τὰς ποιότητας λέγοι τις τὴν γῆν μεταβάλλειν εἰς τὰ ἄλλα ψυχρὰν οὖσαν καὶ ξηράν, θᾶττον ἂν ἡ γῆ μετέβαλλεν εἰς πῦρ ἤπερ τὸ ὕδωρ· καίτοι τὸ μὲν ὕδωρ ὅλον ὁρᾶται φλογούμενον, γῆ δὲ καθ’ αὑτὴν οὖσα οὐ φλογοῦται. καὶ ὁ μὲν οὐρανός, φησίν, οὔτε διαιρετὸς οὔτε μεταβλητός, ἡ δὲ γῆ πρεσβυτάτη οὖσα τῶν ἐντὸς οὐρανοῦ διαιρετὴ μὲν οὐ μεταβλητὴ δέ, τὰ δὲ μέσα καὶ διαιρεῖται καὶ μεταβάλλεται. ταῦτα καὶ τοῦ φιλοσόφου Πρόκλου λέγοντος,1 ἵνα καὶ τὸ πρέπον τῇ πρὸς τὰ ἄλλα συστοιχίᾳ καὶ τῆς γῆς φυλάττηται καὶ τὸ δεῖν τὰ ἐκ τῆς αὐτῆς ὕλης ὄντα μεταβάλλειν εἰς ἄλληλα2 τῆς ὕλης τὴν μεταβολὴν ὑπομενούσης, ὅπερ καὶ ὁ Πλάτων αὐτῇ μαρτυρεῖ λέγων “δέχεταί τε γὰρ ἀεὶ πάντα καὶ μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληφεν οὐδαμῇ οὐδαμῶς· ἐκμαγεῖον γὰρ φύσει παντὶ κεῖται κινούμενόν τε καὶ διασχηματιζόμενον ὑπὸ τῶν εἰσιόντων, φαίνεται δὲ δι’ ἐκεῖνα ἄλλοτε ἀλλοῖον. τὰ δὲ εἰσιόντα καὶ ἐξιόντα τῶν ὄντων ἀεὶ μιμήματα τυπωθέντα ἀπ’ αὐτῶν τρόπον τινὰ δύσφραστον”. καὶ ὅτι οὐδὲ ἐκεῖνα χρὴ κατανωτίσασθαι τὰ πρὸ ὀλίγου παρατεθέντα, ἐν οἷς πῇ μὲν καὶ τὴν γῆν ἐκ τῶν ἄλλων γίνεσθαί φησιν ὁ Πλάτων, πῇ δὲ ἀμετάβλητον εἶναι. καὶ ἵνα μήτε ὁ Πλάτων αὐτὸς πρὸς ἑαυτὸν διαφωνεῖν δοκῇ μήτε Ἀριστοτέλης πρὸς Πλάτωνα, ῥητέον τὰ πρὸ ὀλίγου ῥηθέντα, ὅτι ὡς μὲν ἐκ τῆς αὐτῆς ὕλης τῆς πρώτης καὶ τὴν γῆν οὖσαν μεταβάλλειν αὐτὴν εἰς τὰ ἄλλα καὶ ἐκ τῶν ἄλλων φησίν, ὡς δὲ ἐκ προσεχοῦς τοῦ ἰσοσκελοῦς οὖσαν τριγώνου ἀμετάβλητον. καὶ γάρ, ἕως μὲν τὰ τρίγωνα φυλάττει τὴν ἑαυτῶν ἰδιότητα, οὔτε ἡ γῆ ἐκ τοῦ ἡμιτριγώνου οὔτε τὰ ἄλλα ἐκ τοῦ ἰσοσκελοῦς γένοιτο ἄν, ὅταν δὲ αὐτὰ τὰ τρίγωνα καταθραυσθέντα πάλιν συστῇ καὶ σχηματισθῇ, τότε τὸ πρότερον ἰσοσκελὲς ἢ ὅλον ἢ μέρος ἡμιτρίγωνον γίνεται,3 κἀνταῦθα καὶ τῆς γῆς ἡ ἐκ τῶν ἄλλων καὶ τῶν ἄλλων ἐκ τῆς γῆς γένεσις καταφαίνεται, εἴπερ ἡ ἀνάλυσις τῶν τριγώνων μέχρι τῆς ὕλης γίνεται· εἰ γὰρ μὴ τοῦτο, μάταιος ὁ περὶ τῆς ὕλης τῆς πάντη ἀμορφώτου καὶ τὰς πάντων μορφὰς δεχομένης λόγος.

正如制作性[知识]的终极目的是成品,端本意义上的理论[知识的终极目的]是端本意义上的真理,而自然学[知识的终极目的]是依据真正且恰当的感觉而在显现事物之中的真理。因此,针对这一反驳,普罗克洛说,我们应当说恰恰相反的话,即那些转化土并运动不可运动之物的人并没有遵循现象;因为在任何地方都看不到土转化成其他事物,相反,土质之物唯有在其充满空气或水时才发生转化,而一切单纯是土的土——例如当变成灰烬和尘土时——都是不可转化的。至少在冶炼中,湿润的部分被完全耗尽,而灰烬状的部分却不受影响地留存下来;这并不是说土完全不受其他事物的任何影响,因为当其他事物冲击它时它被分割;但它的各个部分会保留下来,直到它们再次相遇并由自身重新构成一个整体。如果有人说,由于冷和干的性质,土会转化成其他事物,那么土转化成火理应比水更快;然而水被看到整体都在燃烧,而土就其自身而言并不燃烧。他说,天既不可分割也不可转化,而土作为天之内的事物中最古老者,虽可分割却不可转化,中间之物则既被分割又被转化。在哲学家普罗克洛说了这些话的同时,为了使土相对于其他事物的同列性所应有的属性得以保持,也为了使由相同质料构成之物必须在质料承受转化的同时彼此转化这一必然性得以保持——对此柏拉图也为质料作证说:“因为它始终接纳一切,且绝不以任何方式在任何地方接受与进入其中的任何事物相似的形态;因为本性上它作为一切事物的模胚而存在,受到进入之物的运动和赋形,因那些事物而时时显现为不同的样子;而进入和出去的事物,则是以某种难以言表的方式从恒常存在的事物印刻出的摹本” ——,并且也决不可忽视刚才引述的那些话,在其中柏拉图一方面说土也由其他事物生成,另一方面又说它是不可转化的,同时为了使柏拉图本人不显得自相矛盾,也不显得亚里士多德与柏拉图相矛盾,应当陈述刚才所说的话:即就其源自同一的第一质料而言,他说土也转化成其他事物并由其他事物生成,但就其由近邻的等腰三角形构成而言,它是不可转化的。因为只要三角形保持自身的独特性,土既不会由半三角形生成,其他事物也不会由等腰三角形生成;但是当这些三角形自身被粉碎并重新聚合和赋形时,先前是等腰三角形的东西要么整体要么部分地变成半三角形,如果三角形的分解确实达到了质料的层面,那么在此土由其他事物生成以及其他事物由土生成便显明出来了;因为若非如此,关于全然无定形却接纳一切事物的形式的质料的论述便是徒劳的。

语法注3 条
  1. 3.57ταῦτα καὶ τοῦ φιλοσόφου Πρόκλου λέγοντος

    属格绝对结构(genitive absolute),位于引导出后文主要动词性形容词 ῥητέον 的长句之首。此处具有让步或对比意味(“尽管/在哲学家普罗克洛说了这些话的同时”)。主句的核心是靠近句末的 ῥητέον τὰ πρὸ ὀλίγου ῥηθέντα(“应当陈述刚才所说的话”),由于其间插入了多个目的从句(ἵνα ... φυλάττηται、ἵνα μήτε ... δοκῇ)以及间接陈述从句(καὶ ὅτι οὐδὲ ... χρὴ κατανωτίσασθαι),主句与句首在结构上发生了长距离的分隔。

  2. 3.57καὶ τὸ δεῖν τὰ ἐκ τῆς αὐτῆς ὕλης ὄντα μεταβάλλειν εἰς ἄλληλα

    带冠词不定式短语 τὸ δεῖν ... 与前面的主格名词短语 τὸ πρέπον 并列,共同充当由 ἵνα 引导的动词 φυλάττηται 的主语(“为了使相称性得以保持,并且……的必然性也得以保持”)。另一种可能是将其视为统摄于 ῥητέον 之下的并列考虑因素,但在语法上将其视为 ἵνα 从句内部的并列主语结构最为紧凑顺畅。

  3. 3.57τὸ πρότερον ἰσοσκελὲς ἢ ὅλον ἢ μέρος ἡμιτρίγωνον γίνεται

    主语为 τὸ πρότερον ἰσοσκελές(“先前是等腰三角形的东西”),谓语为 ἡμιτρίγωνον γίνεται(“变成半三角形”)。插入其间的 ἢ ὅλον ἢ μέρος 作副词性宾格(或同位语限定短语),意为“要么整体,要么部分地”,用以表达在《蒂迈欧篇》几何构造中等腰直角三角形被粉碎并重新组合成半正三角形(不等边直角三角形)的不同方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:643.10-644.18