- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:642.1-643.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德在306a1中对柏拉图三角形假说的批评,指出该假说未能使四种元素彼此转化,并从理性和感觉两方面驳斥了这一观点,将他们对数学本原的固执比作辩论中对反常命题的顽固捍卫。
" Εἰ δὲ τῇ τῶν ἐπιπέδων διαλύσει ἕως τοῦ τὸ φαινόμενον ἀεὶ κυρίως κατὰ τὴν αἴσθησιν." Πρῶτον αἰτιᾶται ταύτης τῆς ὑποθέσεως τὸ μὴ πάντα γεννᾶν ἐξ ἀλλήλων·1 ἡ γὰρ γῆ κατ’ αὐτοὺς οὔτε ἐξ ἄλλου γίνεται οὔτε αὐτὴ εἰς ἄλλο μεταβάλλει. εἰπὼν δὲ τοῦτο ἐξ ἀνάγκης λέγειν αὐτοὺς ὡς ἑπόμενον τῇ τῶν τριγώνων ὑποθέσει ἐπήγαγε καὶ λέγουσι· καὶ γὰρ αὐτόθεν λέγουσι καὶ τὴν αἰτίαν ἀποδιδόασι τοῦ μὴ μεταβάλλειν τὴν γῆν. διχῶς οὖν αἰτιᾶται τοῦτο καὶ ἀπὸ τοῦ λόγου ὡς οὐκ εὔλογον ὂν συστοίχων ὄντων τῶν τεσσάρων ἓν μόνον ἐξ αὐτῶν ἄμοιρον γενέσθαι τῆς τοιαύτης μεταβολῆς καὶ ἀπὸ τῆς αἰσθήσεως δέ, διότι ὁμοίως ἅπαντα φαίνεται μεταβάλλοντα εἰς ἄλληλα, ὡς καὶ αὐτὸς ὁ Πλάτων ἐν ἐκείνοις εἶπε· “πρῶτον μέν, ὃ δὴ νῦν ὕδωρ ὠνομάκαμεν, πηγνύμενον, ὡς δοκοῦμεν, λίθους καὶ γῆν γινόμενον ὁρῶμεν, τηκόμενον δὲ καὶ διακρινόμενον αὖ ταὐτὸν τοῦτο πνεῦμα καὶ ἀέρα, συγκαυθέντα δὲ ἀέρα πῦρ”· εἶτα καὶ ἀνάπαλιν τὰ αὐτὰ εἰπὼν ἐπάγει “κύκλον τε οὕτω διαδιδόντα εἰς ἄλληλα, ὡς φαίνεται, τὴν γένεσιν.” εὔηθες οὖν δοκεῖ δι’ ἀναποδείκτων ἀρχῶν ὑπόθεσιν τὴν ἐν τοῖς αἰσθητοῖς ἐνάργειαν βιάζεσθαι, ὅπερ συμβαίνειν τούτοις φησί· περὶ τῶν φαινομένων γὰρ λέγοντες οὐχ ὁμολογούμενα λέγουσι τοῖς φαινομένοις. τούτου δὲ αἴτιόν φησιν εἶναι τὸ μὴ καλῶς λαβεῖν τὰς πρώτας τῶν αἰσθητῶν ἀρχάς· ἔδει γὰρ ὁμογενεῖς εἶναι τοῖς ἐξ αὐτῶν γινομένοις, ὥστε τῶν μὲν αἰσθητῶν αἰσθητάς, τῶν δὲ ἀιδίων ἀιδίους, τῶν δὲ φθαρτῶν φθαρτὰς εἶναι τὰς ἀρχάς. τὸ δὲ ἴσως προσέθηκεν, ὅτι οὐ πάντως τῶν αἰσθητῶν αἰσθητὰς ἀνάγκη τὰς ἀρχὰς εἶναι· ἡ γὰρ ὕλη ἀρχὴ τῶν αἰσθητῶν οὖσα διαφεύγει τὴν αἴσθησιν. οὗτοι δέ, φησί, βουλόμενοι πάντα πρὸς ὡρισμένας δόξας ἀνάγειν, ὡς μὲν Ἀλέξανδρος λέγει, τὰς ἀιδίους ἀρχάς, ὡς τοὺς μὲν ἀριθμοὺς εἰς τὴν μονάδα, τὰ δὲ σώματα εἰς τὰ ἐπίπεδα, οὐκ ἔλαβον τὰς ἰδίας ἀρχάς. μήποτε δὲ ὡρισμένας δόξας τὰς ὁρισθείσας ὑπ’ αὐτῶν ὑπονοίας τῶν ἀρχῶν λέγει τῶν μαθηματικῶν· δηλοῖ δὲ ἐφεξῆς εἰπών, ὅτι διὰ τὴν τούτων φιλίαν — τὴν τῶν μαθημάτων λέγων — ἐοίκασι τοῖς τὰς θέσεις ἐν τοῖς λόγοις διαφυλάττουσι. θέσις δέ ἐστι παράδοξος καὶ ἀναπόδεικτος ὑπόληψις, ὡς τὸ πάντας ἀληθεύειν τοὺς ὁτιοῦν λέγοντας· οὗτοι δέ, φησίν, πᾶν τὸ συμβαῖνον ἄτοπον τῷ λόγῳ ὑπομένουσι καὶ δέχονται, ὥσπερ καὶ τὸ τοὺς λέγοντας αὐτοὺς ψεύδεσθαι ἀληθεύειν,2 διὰ τὸ πάνυ θαρρεῖν ὡς ἀληθέσι ταῖς ἑαυτῶν ἀρχαῖς καὶ παντὸς ἀτόπου νομίζειν ἀτοπώτερον τὸ μὴ φυλάττειν ταύτας. καίτοι ἔδει, φησί, τινὰς τῶν ὑποτιθεμένων ἀρχῶν, τὰς μὴ ἐναργεῖς δηλονότι, ἐκ τῶν ἀποβαινόντων κρίνειν, μάλιστα δὲ ἐκ τοῦ τέλους, εἰς ὃ βλέπουσιν αἱ ἀρχαί· τέλος δὲ τῆς μὲν ποιητικῆς ἐπιστήμης τὸ ἔργον, τουτέστι τὸ ἀποτέλεσμα, οἷον ὑφαντικῆς τὸ ἱμάτιον. εἰ γὰρ λέγοι τις ὑποκείμενον καὶ ὕλην καὶ ἀρχὴν ὡς ὑλικὴν τῆς ὑφαντικῆς εἶναι τὸν χαλκόν, ἐλεγχθήσεται τοῦ ἱματίου δειχθέντος οὐκ ἐκ χαλκοῦ ἀλλ’ ἐξ ἐρίου γεγονότος.
“但若是由于平面的分解……直到:始终严格依据感觉所显现的事物。” 首先,他指责这一假说未能使一切事物彼此生成;因为根据他们,土既不从别物生成,其自身也不转化为别物。而在指出他们必然这样说,因为这是三角形假说的推论之后,他又补充道“而他们确实这样说”;因为他们确实径直这样说,并且给出了土不发生转化的原因。因此,他从两方面指责这一点:既从理性出发,认为在四种元素处于同列的情况下,唯独其中之一不分有这种转化是不合情理的;又从感觉出发,因为所有事物同样显现为彼此转化,正如柏拉图本人在那些段落中所说:“首先,我们刚才称之为水的那种东西,凝固时,如我们所想,我们看见它变成了石头和土;而融化分解时,这同样的东西又变成了风和空气;空气被灼烧则变成火”;接着按相反的顺序说了同样的事之后,他补充道:“于是,正如所显现的那样,〔它们〕便如此循环往复地把生成传递给彼此。”因此,为了未受证明的本原的假说而强行破坏感觉事物中的明晰性,似乎是愚蠢的,他说这正是发生在他们身上的事;因为在谈论现象时,他们所说的话却与现象不相符合。他说,造成这种情况的原因是未能恰当地把握感觉事物的最初本原;因为本原应当与由它们生成的事物同类,以致于感觉事物的本原应当是感觉的,永恒之物的本原应当是永恒的,可毁灭之物的本原应当是可毁灭的。而他加上“也许”,是因为感觉事物的本原并不必然完全是感觉的;因为质料虽然是感觉事物的本原,却逃避了感觉。他说,由于他们想要把一切事物都归约到确定的意见——正如亚历山大所说的,归约到永恒的本原,比如把数归约到单子,把物体归约到平面——他们没有把握固有的本原。但也许他所说的确定的意见是指他们所规定的关于数学本原的看法;他在接下来的论述中说,由于对这些东西的喜爱——指的是数学学科——他们类似于在辩论中捍卫命题的人,这清楚地表明了这一点。命题是一种反常且未被证明的假设,例如认为凡说话者无论说什么都在陈述真理;他说,这些人承受并接纳论辩中出现的一切荒谬,正如接纳那些说他们自己撒谎的人是在说真理一样,因为他们完全确信自己的本原是真实的,并认为不固守这些本原比任何荒谬都更为荒谬。他说,然而人们本应当从结果,尤其是从本原所瞻望的终极目的来判断某些被假定的本原,即那些不明晰的本原;而制作性知识的终极目的是成品,即最终结果,比如织造术的终极目的是外衣。因为如果有人说织造术的基底、质料以及作为质料的本原是青铜,那么在外衣被表明不是由青铜而是由羊毛制成时,他就会被驳倒。
- 3.57αἰτιᾶται ταύτης τῆς ὑποθέσεως τὸ μὴ πάντα γεννᾶν ἐξ ἀλλήλων
动词 αἰτιάομαι 在此支配表示被指责对象的属格(ταύτης τῆς ὑποθέσεως),以及表示指责内容的宾格(由带冠词不定式短语 τὸ μὴ πάντα γεννᾶν ἐξ ἀλλήλων 充当)。
- 3.57ὥσπερ καὶ τὸ τοὺς λέγοντας αὐτοὺς ψεύδεσθαι ἀληθεύειν
带冠词不定式短语 τὸ ... ἀληθεύειν 与动词 δέχονται 的宾语(πᾶν τὸ συμβαῖνον ἄτοπον)平行并列。其内部结构为主语宾格 τοὺς λέγοντας αὐτοὺς ψεύδεσθαι(“说他们自己撒谎的人”)加上不定式谓语动词 ἀληθεύειν(“在说真话”)。
