← 辛普里丘

亚里士多德《论天》注释

§640.8-641.30

几何元素论的辩护与拯救现象的假说

辛普利丘回应了亚历山大针对《蒂迈欧篇》几何元素论提出的异议,阐明质料本身虽能接受所有三角形,但土由于直接构成要素不同而无法与其他元素互变。随后他预告将附上普罗克洛斯对亚里士多德异议的化解方案,并指出两位哲学家之间的分歧并非实质性的,几何形状如同天文学假说一样,旨在拯救现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.56#2

ἐνίσταται δὲ πρὸς τοῦτον τὸν λόγον λέγων·1 “εἰ ἡ ὕλη, καθ’ ἃ λέγουσιν, εἰδοποιεῖται τοῖς τριγώνοις κατ’ αὐτὸν καὶ ἐκ τούτων γεννᾶται τὰ σώματα, διὰ ποίαν αἰτίαν οὐ δυνήσεται ἡ τῇ γῇ ὑποκειμένη ὕλη σχηματισθῆναι πάλιν τοῖς εἰδοποιοῖς ὕδατος τριγώνοις καὶ τοῖς ἀέρος καὶ τοῖς πυρός;” ῥητέον δέ, οἶμαι, πρὸς ταύτην τὴν ἔνστασιν, ὅτι ἡ μὲν ὕλη κοινῶς ὑποκειμένη ἄλλοτε ἄλλου τριγώνου δέχεται εἶδος, καὶ κατὰ τοῦτο πάντα εἰς πάντα μεταβάλλει τὰ σώματα περὶ τὴν κοινὴν ὕλην τῶν τριγώνων προσεχῶς μεταβαλλομένων,2 τὰ δὲ ἀποδεδομένα τοῖς τέτρασι καλουμένοις στοιχείοις σχήματα ὅ τε κύβος καὶ ἡ πυραμὶς καὶ τὸ εἰκοσάεδρον καὶ τὸ ὀκτάεδρον ἅτε μὴ πάντα κοινὸν ἔχοντα τὸ προσεχῶς ὑποκείμενον τρίγωνον οὐκέτι πάντα μεταβάλλει εἰς ἄλληλα, ἀλλὰ τὰ τρία μόνον τὰ ἐκ τοῦ αὐτοῦ ἡμιτριγώνου συντιθέμενα. Τοῦτο τοίνυν προειλήφθω καὶ τὴν ὑπὸ Ἀλεξάνδρου ῥηθεῖσαν ἔνστασιν καὶ τὴν ὑπὸ Ἀριστοτέλους πρώτην ῥηθησομένην διαλύειν δυνάμενον. ἐπειδὴ δὲ πρὸς ταύτας τὰς ἐνστάσεις τὰς τῇ γενέσει τῶν σωμάτων τῇ ἐκ τῶν ἐπιπέδων λεγομένῃ προσενεχθείσας τινὲς μὲν καὶ ἄλλοι τῶν Πλατωνικῶν ἀντειρήκασι, Πρόκλος δὲ ὁ ἐκ Λυκίας ὀλίγον πρὸ ἐμοῦ γεγονὼς τοῦ Πλάτωνος διάδοχος βιβλίον ἔγραψε τὰς ἐνταῦθα τοῦ Ἀριστοτέλους ἐνστάσεις διαλύον, καλῶς ἔχειν ἔδοξέ μοι συντόμως ὡς δυνατὸν ταῖς ἐνστάσεσι τὰς λύσεις ἐκείνας ὑποτάξαι. ὅπερ δὲ πολλάκις εἴωθα, καὶ νῦν εἰπεῖν καιρός, ὅτι οὐ πραγματική τίς ἐστι τῶν φιλοσόφων ἡ διαφωνία,3 ἀλλὰ πρὸς τὸ φαινόμενον τοῦ λόγου καὶ δυνάμενον καὶ χειρόνως νοεῖσθαι πολλάκις ὑπαντῶν ὁ Ἀριστοτέλης φειδοῖ τῶν ἐπιπολαίως ἀκουόντων τοῦ Πλάτωνος ἀντιλέγειν δοκεῖ πρὸς αὐτόν, ὅπερ καὶ ἐνταῦθα, οἶμαι, σαφές ἐστι συνιδεῖν, ἐν οἷς τὰ τῷ Πυθαγορικῷ Τιμαίῳ δοκοῦντα γέγραφεν ὁ Πλάτων. καὶ γὰρ ὅτι μὲν τῆς τῶν τεσσάρων τούτων σωμάτων, πυρός, ἀέρος, ὕδατος, γῆς, γενέσεως πρὸ τῶν κατὰ θερμότητα καὶ ψῦξιν καὶ ξηρότητα καὶ ὑγρότητα ποιοτήτων ἄλλας ἀρχὰς προτέρας ἀπὸ τῶν ἐν τῷ ποσῷ διαφορῶν ὡς συγγενεστέρων οὐσῶν πρὸς τὰ σώματα ζητεῖ, πρόδηλον ἐκ τοῦ τὰς τῶν ποιοτήτων ἐκείνων διαφορὰς ἀπὸ τῆς τῶν σχημάτων διαφορᾶς αἰτιολογεῖν· αἱ γὰρ κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα ἀποδόσεις ἰδιωτικῶς ἀποδίδοσθαι καὶ ὑπὸ Δημοκρίτου πρότερον ἐλέγοντο, ὡς Θεόφραστος ἱστορεῖ, τῆς ψυχῆς ἐπιποθούσης ἀρχὴν ἄλλην ἀκοῦσαι τῷ σώματι οἰκειοτέραν τῆς τοιαύτης τοῦ θερμοῦ ἐνεργείας. ὅτι μέντοι ἐξ ὕλης καὶ εἴδους τὰ τέσσαρα ταῦτα στοιχεῖα λέγουσι γίνεσθαι, δηλοῖ μὲν συντόμως αὐτὸς ὁ Τίμαιος εἰπὼν “ἀρχαὶ μὲν οὖν τῶν γινομένων ὡς μὲν ὑποκείμενον ἡ ὕλα, ὡς δὲ λόγος μορφὰς τὸ εἶδος· ἀπογεννάματα δὲ τουτέων ἐστὶ τὰ σώματα γᾶ τε καὶ ὕδωρ ἀήρ τε καὶ πῦρ, ὧν ἀπογέννασις τοιαύτα· ἅπαν σῶμα ἐξ ἐπιπέδων ἐστί, τοῦτο δὲ ἐκ τριγώνων” ἀρχοειδέστερον τοῦ σώματος τὸ ἐπίπεδον λαβὼν καὶ ἐν τῷ ἐπιπέδῳ τὸ τρίγωνον· πρῶτον γὰρ τοῦτο τῶν ἐπιπέδων ἐστὶ σχημάτων· καὶ ἐν τοῖς τριγώνοις τὰ ἀρχοειδέστερα καὶ οὕτως ἐκ τούτων τὰ πρῶτα συνιστάμενα κάλλιστα σώματα ἥ τε πυραμὶς καὶ τὰ σύστοιχα. “πάντα δὲ ταῦτα, φησὶν ὁ Πλάτων, δεῖ διανοεῖσθαι σμικρὰ οὕτως, ὡς καθ’ ἓν ἕκαστον μὲν τοῦ γένους ἑκάστου διὰ σμικρότητα οὐδὲν ὁρώμενον ὑφ’ ἡμῶν, συναθροισθέντων δὲ πολλῶν τοὺς ὄγκους αὐτῶν ὁρᾶσθαι.” καὶ ὅτι μέν, ὅπερ εἶπον, ἀρχοειδέστερα τὰ σχήματα τῶν ἄλλων ποιοτήτων ἐνόμισαν, πρόδηλον, καὶ ὅτι τῷ εἰκότι λόγῳ τοιαῦτα ὑπέθεντο τὰ σχήματα· ὅτι μέντοι ὑποθέσεσιν ἔοικε ταῦτα, οἷαι καὶ παρὰ τοῖς ἀστρονόμοις εἰσίν, ὧν ὑποτεθεισῶν ἔστι σώζεσθαι τὰ φαινόμενα, δηλοῖ λέγων ὁ Πλάτων ὡς ἀπὸ τοῦ Τιμαίου πρὸς τοὺς περὶ Σωκράτην “ἀλλὰ γὰρ ἐπεὶ μετέχετε τῶν κατὰ παίδευσιν ὁδῶν,” — λέγει δὲ τῶν μαθηματικῶν — “δι’ ὧν ἐνδείκνυσθαι τὰ λεγόμενα ἀνάγκη, συνέψεσθε”. εἰ οὖν ἐνδεικτικά ἐστι τὰ λεγόμενα, οὐ πάντως ταῦτά ἐστιν, ἀλλ’ ἢ ταῦτα ἢ τοιαῦτα. ἴδωμεν δὲ λοιπὸν τὴν πρώτην τῶν Ἀριστοτέλους ἐνστάσεων τὴν λέξιν ἀναλαβόντες.

然而[亚历山大]反驳这一论证说:“如果质料如他们所说根据他由三角形赋形,且物体是由这些三角形生成的,那么由于何种原因,作为土的基础的质料不能再次被给水、空气和火赋形的三角形所塑造呢?”但在我看来,对这一异议应当这样回答:共同作为基础的质料在不同时候接受不同三角形的形式,就此而言,随着三角形在共同质料的周围发生直接转变,一切物体都会转化为一切物体;然而,分配给所谓的四种元素的形状,即立方体、棱锥、二十面体和八面体,由于并不全都共同拥有直接作为基础的三角形,因此不再全都彼此转化,而只有由同一种半三角形合成的那三种才转化。那么,应当预先把握这一点,它能够化解亚历山大所提出的异议以及亚里士多德将要首先提出的异议。但是,既然针对向所谓的由平面生成物体所提出的这些异议,某些其他柏拉图主义者也做过反驳,而在我之前不久成为柏拉图继承者的吕基亚的普罗克洛斯写了一本书化解亚里士多德在这里的异议,因此我认为尽可能简明地把那些解决方案附在异议之后是适宜的。而正如我常说的那样,现在也正是说出这番话的时机:哲学家们的分歧绝不是实质性的,亚里士多德往往是针对言论的表层以及能够被更糟地理解的地方,为了照顾肤浅地聆听柏拉图的人,才显得在反驳他;在我看来,在这里也可以清楚地看到这一点,即柏拉图记述毕达哥拉斯派蒂迈欧观点的那些地方。因为,关于这四种物体(火、空气、水、土)的生成,他在热、冷、干、湿的性质之前,从数量上的差异出发探求其他更为优先的本原,视其为与物体更具亲缘性的东西,这一点从他根据形状的差异来解释那些性质的差异就显而易见;正如塞奥弗拉斯特所记载的,甚至德谟克利特先前也说过,依凭冷热及诸如此类事物所作的解释是外行式的解释,因为灵魂渴望听到比热的这种活动更适合物体的另一种本原。然而,他们主张这四种元素是由质料和形式生成的,蒂迈欧本人简要地说道:“生成之物的本原,作为基础的是质料,作为形态的规定的是形式;而它们的产物是物体,即土、水、空气和火,它们的生成如下:一切物体都来自平面,而平面来自三角形”,以此表明了这一点;他将平面视为比物体更具本原性的东西,又在平面中选取三角形,因为这是平面图形中的首位者;并且在三角形中选取更具本原性的,从而由这些构成了最初的最美丽的物体,即棱锥及其同列之物。“而这一切,柏拉图说,都必须构想为如此之小,以致于每一类的单个个体由于微小都完全不被我们所见,但在许多聚集在一起时它们的体积才被看见。”正如我所说的,他们认为形状比其他性质更具本原性,并且通过盖然的论证假定了这些形状,这是显而易见的;然而,这些类似于天文学家那里的假说,在这些假说被设定后便能够拯救现象,柏拉图以蒂迈欧的口吻对苏格拉底等人所说的话清楚地表明了这一点:“既然你们分有了教育途径,”——他指的是数学途径——“通过这些途径,所说的内容必然被指明,你们便能跟上。”因此,如果所说的是指示性的,那么就绝非必定是这些,而是要么是这些,要么是诸如此类的东西。那么,接下来让我们重拾文本,来看看亚里士多德的第一个异议。

语法注3 条
  1. 3.56ἐνίσταται δὲ πρὸς τοῦτον τὸν λόγον λέγων

    主语未明确写出,但指前一模块末尾提到的阿芙洛狄西亚的亚历山大。紧接着在后文中提到“亚历山大所提出的异议”(τὴν ὑπὸ Ἀλεξάνδρου ῥηθεῖσαν ἔνστασιν),证实了这一判断。

  2. 3.56περὶ τὴν κοινὴν ὕλην τῶν τριγώνων προσεχῶς μεταβαλλομένων

    τῶν τριγώνων προσεχῶς μεταβαλλομένων 是属格绝对结构,与介词短语 περὶ τὴν κοινὴν ὕλην(“在共同质料周围/就共同质料而言”)结合,构成表示转化方式与条件的状语短语。

  3. 3.56οὐ πραγματική τίς ἐστι τῶν φιλοσόφων ἡ διαφωνία

    形容词 πραγματική(“关乎事实本身的”、“实质性的”)与言语的表面表象(τὸ φαινόμενον τοῦ λόγου)相对立。它表达了新柏拉图主义注解调和柏拉图与亚里士多德体系的基本立场,即两者的分歧并非教义实质上的分歧。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:640.8-641.30