← 辛普里丘

亚里士多德《论天》注释

§638.13-640.8

三角形构建四元素与平面分解说反驳

针对亚里士多德在《论天》卷三第7章(306a1)中反驳通过平面分解生成元素之说(柏拉图的三角形理论),辛普利丘根据《蒂迈欧篇》系统阐明了两种基本直角三角形(等腰三角形与半三角形)和四元素立体图形(棱锥、立方体、八面体、二十面体)的构成,并结合柏拉图原文及亚历山大的解释,说明了土为何不能与其他三种元素相互转化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.56#1

" Εἰ δὲ τῇ τῶν ἐπιπέδων διαλύσει." Καὶ κατ’ ἀρχὰς τοῦδε τοῦ βιβλίου πρὸς ταύτην ἀντεῖπε τὴν ὑπόθεσιν καὶ νῦν διὰ πεντεκαίδεκα ἐπιχειρημάτων ἐνίσταται πρὸς αὐτήν, ἀλλ’ ἐκεῖ μὲν ζητῶν, εἰ ἔστιν ὅλως γένεσις ἢ οὔ, καὶ πότερον πάντων ἢ τινων, εἰς ταύτην ἐμπέπτωκε τὴν ὑπόθεσιν πᾶν σῶμα γενητὸν ποιοῦσαν καὶ φθαρτόν, ἐνταῦθα δὲ τὸν τρόπον τῆς γενέσεως ζητῶν τῶν στοιχείων καὶ ὅτι ἐξ ἀλλήλων δείξας καὶ ὅτι οὐ κατὰ μεταπλασμὸν εἰς ταύτην πάλιν ἠνέχθη τὴν ὑπόθεσιν λέγουσαν ἐξ ἀλλήλων γίνεσθαι τὰ στερεὰ σχήματα προσεχῆ στοιχεῖα τῶν τεσσάρων τούτων σωμάτων, πυρός, ἀέρος, ὕδατος, γῆς, ἃ καλοῦμεν ἡμεῖς στοιχεῖα οὐδὲ ἐν συλλαβῆς ὄντα τάξει, ὡς ὁ Πλάτων φησίν, ἀλλ’ ἔτι συνθετώτερα, εἴπερ ταῦτα μὲν ἐκ τῶν στερεῶν σύγκειται σχημάτων, πυραμίδος καὶ κύβου καὶ τῶν λοιπῶν, τὰ δὲ σχήματα ταῦτα ἐκ τῶν ἐπιπέδων, τὰ δὲ ἐπίπεδα ἐξ ὕλης καὶ εἴδους. χρὴ δὲ πάλιν ἀναμνῆσαι τῆς ὑποθέσεως πρὸς ἀκριβεστέραν κατανόησιν τῶν ῥηθησομένων. δύο γὰρ ἀρχοειδῆ τρίγωνα ὀρθογώνια ὑποτίθενται τὸ μὲν ἰσοσκελὲς τὸ δὲ σκαληνὸν διπλῆν κατὰ τὸ μῆκος ἔχον τῆς ἐλάττονος τὴν μείζονα πλευράν,1 ὃ καὶ ἡμιτρίγωνον λέγουσιν διὰ τὸ εἶναι αὐτὸ ἥμισυ ἰσοπλεύρου τριγώνου τῇ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν καθέτῳ δίχα διαιρουμένου. καὶ ἀπὸ μὲν τοῦ ἰσοσκελοῦς τριγώνου, ὃ καὶ ἡμιτετράγωνον ὁ Τίμαιος καλεῖ, τεττάρων τοιούτων εἰς ἓν κέντρον τὰς ὀρθὰς γωνίας συνηγμένας ἐχόντων2 τετράγωνον ἀποτελεῖται, ἓξ δὲ τοιαῦτα συμπαγέντα γωνίας ἔχοντα ὀκτὼ τὸν κύβον ἀπεργάζεται στοιχεῖον ὄντα τῆς γῆς· τὸ δὲ ἡμιτρίγωνον τήν τε πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον ἀποτελεῖ τῷ τε πυρὶ καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι διανεμηθέντα, καί ἐστιν ἡ μὲν πυραμὶς ἐκ τεσσάρων ἰσοπλεύρων τριγώνων συνεστῶσα, ὧν ἕκαστον ἓξ ἡμιτρίγωνα συνέστησε, τὸ δὲ ὀκτάεδρον ἐξ ὀκτὼ μὲν ἰσοπλεύρων τριγώνων ἡμιτριγώνων δὲ τεσσαράκοντα καὶ ὀκτώ, τὸ δὲ εἰκοσάεδρον ἐξ εἴκοσι μὲν ἰσοπλεύρων τριγώνων, ἡμιτριγώνων δὲ ἑκατὸν καὶ εἴκοσι· καὶ διὰ τοῦτο τὰ μὲν τρία ταῦτα ἐξ ἑνὸς στοιχείου τοῦ ἡμιτριγώνου συστάντα μεταβάλλειν εἰς ἄλληλα πέφυκε κατ’ αὐτούς, ἡ δὲ γῆ ἅτε ἐξ ἄλλου τῷ γένει τριγώνου συστᾶσα οὔτε ἀναλύεσθαι δύναται εἰς τὰ ἄλλα τρία σώματα οὔτε συνίστασθαι ἐξ αὐτῶν. καὶ λέγει γε ὁ Πλάτων περὶ τούτων· “τὸ δὴ πρόσθεν ἀσαφῶς ῥηθὲν νῦν μᾶλλον διοριστέον. τὰ γὰρ τέτταρα γένη δι’ ἀλλήλων εἰς ἄλληλα ἐφαίνετο πάντα γένεσιν ἔχειν οὐκ ὀρθῶς φανταζόμενα· γίνεται μὲν γὰρ ἐκ τῶν τριγώνων, ὧν προῃρήμεθα, γένη τέσσαρα, τρία μὲν ἐξ ἑνὸς τοῦ τὰς πλευρὰς ἀνίσους ἔχοντος, τὸ δὲ τέταρτον ἓν μόνον ἐκ τοῦ ἰσοσκελοῦς τριγώνου συναρμοσθέν. οὔκουν δύναται πάντα εἰς ἄλληλα διαλυόμενα ἐκ πολλῶν σμικρῶν ὀλίγα μεγάλα καὶ τοὐναντίον γίνεσθαι,3 τὰ δὲ τρία οἷόν τε· ἐκ γὰρ ἑνὸς ἅπαντα πεφυκότα λυθέντων τε τῶν μειζόνων πολλὰ σμικρὰ ἐκ τῶν αὐτῶν συστήσεται δεχόμενα τὰ προσήκοντα ἑαυτοῖς σχήματα, καὶ σμικρὰ ὅταν αὖ πολλὰ κατὰ τὰ τρίγωνα διασπαρῇ, γενόμενος εἷς ἀριθμὸς ἑνὸς ὄγκου μέγα ἂν ἀποτελέσειεν ἄλλο εἶδος”. μετὰ δὲ ὀλίγα περὶ τῆς γῆς καὶ ταῦτα προστίθησιν· “ἐκ δὴ πάντων, ὧν περὶ τὰ γένη προειρήκαμεν, ὧδε ἂν κατὰ τὸ εἰκὸς μάλιστα ἔχοι. γῆ μὲν ξυντυγχάνουσα πυρὶ διαλυθεῖσά τε ὑπὸ τῆς ὀξύτητος αὐτοῦ φέροιτ’ ἄν, εἴτ’ ἐν αὐτῷ πυρὶ λυθεῖσα εἴτ’ ἐν ἀέρος εἴτ’ ἐν ὕδατος ὄγκῳ τύχοι, μέχρι περ αὐτῆς πῃ ξυντυχόντα τὰ μέρη πάλιν συναρμοσθέντα αὐτὰ αὑτοῖς γῆ γένοιτο· οὐ γὰρ εἰς ἄλλο γε εἶδος ἔλθοι ποτὲ ἄν. ὕδωρ δὲ ὑπὸ πυρὸς μερισθὲν εἴτε καὶ ὑπ’ ἀέρος ἐγχωρεῖ γίνεσθαι συστάντα ἓν μὲν πυρὸς σῶμα δύο δὲ ἀέρος”. οὕτω δὲ καὶ περὶ ἀέρος ἐπάγει καὶ πυρός. τὸ δὲ ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον, ὅτι τὸ πρόσθεν ἀσαφῶς ῥηθὲν νῦν μᾶλλον διοριστέον, ὡς καὶ ὁ Ἀλέξανδρος καλῶς συνεῖδεν, εἴρηται, διότι πρότερον ἐκ τῆς αὐτῆς ὕλης ὑποθέμενος αὐτὰ μεταβάλλειν πάντα εἰς ἄλληλα ἔλεγεν, ὕστερον δὲ ἀντὶ τῆς ὕλης προσεχῶς τρίγωνα διάφορα αὐτοῖς ὑποθεὶς οὐκέτι ἐξ ἀλλήλων γίνεσθαι αὐτὰ συγχωρεῖ.

“但若是通过平面的分解。” 在本卷之初,[亚里士多德]就曾反驳过这一假说,而现在他又通过十五个论证对其提出异议。但在那里,他是探讨究竟是否存在生成,以及是万物还是部分事物具有生成,从而碰到了这个把一切物体都当作可生成和可毁灭的假说;而在这里,他是探讨元素的生成方式,在指明了元素是由彼此生成的并且不是通过改变形状而生成的之后,他又被引向了这个假说,该假说主张作为这四种物体——即火、空气、水、土,我们称之为元素,但正如柏拉图所说它们甚至不在音节的序列中,而是更为复合的——的直接元素的立体图形是由彼此生成的;如果说这些[四种物体]确实是由立体图形(即棱锥、立方体以及其余图形)构成的,而这些图形是由平面构成的,平面又是由质料和形式构成的。为了更准确地理解将要讲述的内容,有必要再次重申这一假说。因为他们假定了两种基本的直角三角形,一种是等腰的,另一种是不等边的[三角形],其较大边[斜边]在长度上是较小边的两倍,人们也称之为半三角形,因为它是正三角形被从顶点到底边的垂线平分所得的一半。由等腰三角形——蒂迈欧也称之为半正方形——四个这样的三角形把直角聚集在一个中心,就构成了正方形;而六个这样的正方形结合在一起,具有八个角,便制成了立方体,它是土的元素。而半三角形则构成了棱锥、八面体和二十面体,它们被分配给火、空气和水。棱锥是由四个正三角形组成的,其中每个正三角形又由六个半三角形组成;八面体由八个正三角形组成,但包含四十八个半三角形;二十面体由二十个正三角形组成,但包含一百二十个半三角形。因此,据他们所言,由于这三种物体是由半三角形这单一元素构成的,它们本性上能彼此转化;但土由于是由另一种类的三角形构成的,既不能分解为其他三种物体,也不能由它们构成。柏拉图关于这些事情确实也说道:“先前模糊说明的事情,现在必须更明确地界定。因为这四类事物此前显现为全部都通过彼此而生成为彼此,但这只是不正确的表象;因为从我们所挑选的三角形中产生了四类事物,其中三类由具有不等边的那单一三角形构成,第四类则是唯一由等腰三角形拼合而成的。因此,并非所有事物在彼此分解时都能由许多小的变成少数大的,反之亦然;但那三类是可能的。因为既然它们全部本性上源于同一种三角形,那么当较大的被分解时,就会由相同的成分构成许多小的,并接受适合自身的形状;而当许多小的又按照三角形被分散时,汇聚成单一体积的一个数目,便能构成另一种大的形式。”不久之后,关于土他又补充了这些:“那么,从我们先前关于诸类所说的一切来看,最符合盖然性的情况如下:土遇到火,被它的锐利所分解,无论碰巧是在火本身之中被分解,还是在空气或水的体积中被分解,都会四处漂移,直到它的各个部分在某处相遇,再次彼此拼合而重新变成土;因为它是绝不会转化为另一种形式的。然而水被火或者被空气分割之后,有可能在结合时生成一个火的物体和两个空气的物体。”对于空气和火,他也同样接着说明。而在该段话开头所说的“先前模糊说明的事情现在必须更明确地界定”,正如亚历山大所正确认识到的,之所以这样说,是因为先前他假定它们来自相同的质料,从而说它们全部彼此转化;但后来他直接用不同的三角形代替质料假定给它们,便不再承认它们能由彼此生成了。

语法注3 条
  1. 3.56διπλῆν κατὰ τὸ μῆκος ἔχον τῆς ἐλάττονος τὴν μείζονα πλευράν

    τὴν μείζονα πλευράν(直角三角形的斜边)作 ἔχον 的宾语,διπλῆν 为宾语补足语(谓语性格),τῆς ἐλάττονος 为由倍数形容词 διπλῆν 所支配的比较属格。在几何学上,这指的是30°-60°-90°的直角三角形中斜边长度为短直角边的两倍。

  2. 3.56τεττάρων τοιούτων εἰς ἓν κέντρον τὰς ὀρθὰς γωνίας συνηγμένας ἐχόντων

    τεττάρων τοιούτων ... ἐχόντων 构成独立属格结构,表示条件或方式。分词 ἐχόντων 带宾语 τὰς ὀρθὰς γωνίας,完成时被动分词 συνηγμένας 用作谓语性补足语("使直角聚集于一个中心")。

  3. 3.56οὔκουν δύναται πάντα εἰς ἄλληλα διαλυόμενα ἐκ πολλῶν σμικρῶν ὀλίγα μεγάλα καὶ τοὐναντίον γίνεσθαι

    在柏拉图引文中,否定词 οὔκουν 否定主动词 δύναται(“因此……并非可能”)。主语为 πάντα,分词 διαλυόμενα 作状语或条件状语。不定词 γίνεσθαι 的表语为 ἐκ πολλῶν σμικρῶν ὀλίγα μεγάλα(“由许多小的变成少数大的”)及其反向变化(καὶ τοὐναντίον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:638.13-640.8