← 辛普里丘

亚里士多德《论天》注释

§637.11-638.12

黄金比喻的阐释与对立体形状元素论的反驳

辛普里丘结合《蒂迈欧篇》的前后文论证了金子的比喻并不意味着柏拉图本人主张元素通过形状改变而生成,随后详细解释了亚里士多德针对将元素等同于几何形状并以此解释转变的主张所作的归谬反驳,阐述了立体分割带来的部分非元素性、不可分性以及非元素物体产生等荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.55#2

τούτοις οὖν ἐφεξῆς εἰς παράδειγμα παράγει τὰ πρότερον παρατεθέντα περὶ τῆς τοῦ χρυσοῦ μετασχηματίσεως ὡς σαφέστερον δυνάμενα δηλῶσαι τὸ ῥηθὲν τῷ σχήματι ἀντὶ τῆς μορφῆς καὶ τοῦ ὁποιουοῦν εἴδους χρώμενος,1 διὸ καὶ ἀλλαχοῦ ἀμφότερα εἶπε καὶ τὴν μορφὴν καὶ τὸ σχῆμα, ὅτε λέγει περὶ τῆς ὕλης “δέχεταί τε γὰρ ἀεὶ πάντα καὶ μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν ἀνείληφεν οὐδαμῇ οὐδαμῶς· ἐκμαγεῖον γὰρ φύσει παντὶ κεῖται κινούμενόν τε καὶ διασχηματιζόμενον ὑπὸ τῶν εἰσιόντων.” ὅτι μὲν οὖν οὐ Πλάτωνός ἐστιν ὁ μετασχηματισμός, κἂν ἀπὸ τῶν Πλάτωνος ἐλήφθη λόγων, δῆλον. λέγει δὲ πρὸς τοὺς οὕτως ἐξ ἀλλήλων τὰ στοιχεῖα γεννῶντας ὁ Ἀριστοτέλης, ὅτι ἀκολουθεῖ αὐτοῖς ἄτομα τὰ στοιχεῖα λέγειν οὕτως, ὥστε τὸ τοῦ πυρὸς μέρος μὴ εἶναι πῦρ. εἰ γὰρ τὸ πῦρ τὸ στοιχειῶδες τῷ πυραμίδος ἔχειν σχῆμα πῦρ ἐστιν, εἰ διαιρεθείη ὡς μηκέτι τὰ μέρη τῆς πυραμίδος πυραμίδας εἶναι, οὐκ ἔσται τὸ τοῦ πυρὸς μέρος πῦρ οὐκ ἔχον τὸ τοῦ πυρὸς σχῆμα, ὅπερ ἄτοπον. καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως· ἄλογον γὰρ τὸ μέρος τοῦ ὕδατος μὴ εἶναι ὕδωρ ἢ τὸ τοῦ ἀέρος ἀέρα. οὐ πάντως δὲ εἶπε τὸ τῆς πυραμίδος μέρος πυραμίδα εἶναι, διότι πῶς μὲν διαιρουμένη ἡ πυραμὶς εἰς πυραμίδας διαιρεῖται, πῶς δὲ ἓν μέρος ἔσται2 πυραμὶς τὰ δὲ ἄλλα οὐ πυραμίδες, πῶς δὲ οὐδὲ ἓν μέρος πυραμὶς ἔσται. ἀδιαίρετα ἄρα συμβήσεται εἰς ὅμοια τὰ στοιχεῖα εἶναι, τοῦτο δὲ δέδεικται ἀδύνατον. ἕπεται δὲ τούτοις καὶ ἐκεῖνο τὸ ἄτοπον διαιρουμένης τῆς πυραμίδος τὸ εἶναί τι σῶμα, ὃ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων ἐστίν. εἰ δέ τις λέγοι, ὅτι, ὥσπερ τὸ πῦρ φαίνεται εἰς πῦρ διαιρούμενον, οὕτω καὶ ἡ τοῦ πυρὸς πυραμὶς εἰς πυραμίδας, ἐπειδὴ ἐν τούτῳ ἔχει τὸ εἶναι πῦρ ἐν τῷ πυραμὶς εἶναι, ἀπὸ τῶν ἄλλων ἐλεγχθήσεται σωμάτων· τὸ γὰρ τοῦ κύβου τῆς γῆς μόριον ἀφαιρεθὲν οὐκέτι εἰς κυβικὸν σχῆμα μεταβάλλει, ἀλλὰ μένει τοιοῦτον, οἷον ἀφαιρεθείη. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι οὔτε τὸ πῦρ πυραμίς ἐστιν οὔτε ἡ γῆ κύβος, ἀλλὰ τὰ στοιχεῖα τούτων, καὶ πᾶν πῦρ καὶ τὸ βραχύτατον εἰς πῦρ διαιρεῖται καὶ ἡ γῆ εἰς γῆν, ἡ δὲ πυραμὶς καὶ ὁ κύβος εἰ διαιροῖντο, φθορὰ τῶν στοιχείων ἔσται τοῦ πυρὸς καὶ τῆς γῆς. καὶ τούτῳ ἀκολουθεῖ ἄτοπον τὸ εἶναί τι σῶμα, ὃ μήτε στοιχεῖον μήτε ἐκ στοιχείων ἐστίν.

紧接着这些,[柏拉图]引入前面所引述的关于金子重塑形状的论述作为范例,认为这能更清楚地表明所说的事情,他是用“形状”代替了“形态”以及任何一种形式;因此在别处谈到质料时,他也同时提到了两者,即“形态”和“形状”,他说:“因为它始终接纳一切事物,而且绝没有以任何方式取来与进入其中的任何事物相似的任何形态;因为在本质上,它作为一切事物的印模而存在,被进入其中的事物所推动和赋形。”因此显然,形状改变[的生成学说]并不是柏拉图的,即使它是从柏拉图的言论中引申出来的。亚里士多德对以这种方式使元素由彼此生成的论者说,他们必然得把元素说成是不可分的,以至于火的部分不是火。因为如果元素之火之所以是火,是因为具有棱锥的形状,那么如果它被分割,以致棱锥的部分不再是棱锥,那么不具有火之形状的火之部分就将不是火,而这是荒谬的。在其他元素上也是同样:因为水的部分不是水,或者空气的部分不是空气,都是不合理的。但他说棱锥的部分并非在任何情况下都是棱锥,因为在一种分割方式下棱锥会被分割为棱锥,在另一种方式下则是一个部分是棱锥而其他部分不是棱锥,在又一种方式下则连一个部分都不会是棱锥。因此,结论将是元素不可分割为同类的部分,但这已经被证明是不可能的。伴随着这些的,还有棱锥被分割时存在的那个荒谬后果,即存在某种既不是元素、也不是由元素构成的物体。如果有人说,正如火显现为被分割为火一样,火之棱锥也同样被分割为棱锥,因为它的存在为火就在于它是棱锥,那么他将被其他物体所驳倒;因为从土之立方体上切下的小部分不再转变成立方体的形状,而是保持它被切下时的样子。但也许有人会说,火并不是棱锥,土也不是立方体,它们的元素才是,所有火哪怕是最小的火也都被分割为火,土也都被分割为土,但如果棱锥和立方体被分割,就会发生火与土的元素的毁灭。而伴随着这种说法的荒谬后果也是,存在某种既不是元素、也不是由元素构成的物体。

语法注2 条
  1. 3.55ὡς σαφέστερον δυνάμενα δηλῶσαι τὸ ῥηθὲν τῷ σχήματι ἀντὶ τῆς μορφῆς καὶ τοῦ ὁποιουοῦν εἴδους χρώμενος

    主要动词 παράγει 的主语承接前文,指柏拉图。χρώμενος 是与该主语一致的主格阳性单数分词,支配与格 τῷ σχήματι(“用‘形状’代替‘形态’……”)。ὡς σαφέστερον δυνάμενα 则是与宾语 τὰ πρότερον παρατεθέντα(中性宾格复数)一致的从属分词,表达柏拉图援引金子重塑之比喻的意图与目的。

  2. 3.55πῶς μὲν διαιρουμένη ἡ πυραμὶς εἰς πυραμίδας διαιρεῖται, πῶς δὲ ἓν μέρος ἔσται πυραμὶς τὰ δὲ ἄλλα οὐ πυραμίδες, πῶς δὲ οὐδὲ ἓν μέρος πυραμὶς ἔσται

    句式 πῶς μὲν ... πῶς δὲ ... πῶς δὲ ... (不定副词 πως 在 μέν/δέ 前带重音的对举用法,“以一种方式……以另一种方式……”)引入了三个平行的分句,分别列举了对棱锥(四面体)的不同切割方式所导致的几何后果的三种情形:(1)分割为多个棱锥;(2)一部分为棱锥而其他部分非棱锥;(3)没有任何一部分是棱锥。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:637.11-638.12