- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:636.1-637.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德批判将元素的相互生成视为形状改变(即单一片底的重新塑造或分解为平面再组合)的前夕,辛普利丘阐明了依照转变而生成的分类,并探讨了《蒂迈欧篇》中金子比喻的解释。
" Λείπεται δὲ εἰς ἄλληλα μεταβάλλοντα γίνεσθαι ἕως τοῦ μήτε τὸ τοῦ κύβου κύβον." Τῆς ἐκκρίσεως ἀνῃρημένης λείπεται κατὰ τὴν εἰς ἄλληλα μεταβολὴν ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα· ἀνάγκη γάρ, εἰ ἐξ ἀλλήλων γίνεται, ἢ ἐνεργείᾳ ὄντος ἑκατέρου τὸ ἕτερον ἐκ τοῦ ἑτέρου ἐκκρίνεσθαι, ὅπερ οὐδὲ γένεσις κυρίως ἐστὶν ἀλλὰ φαινομένη γένεσις, ἢ μεταβάλλοντος τοῦ ἐξ οὗ ἡ γένεσις εἰς τὸ γινόμενον. διχῶς δέ, φησί, καὶ τοῦτο·1 ἢ γὰρ τῇ μετασχηματίσει, καθάπερ ἐκ τοῦ αὐτοῦ κηροῦ γένοιτο ἂν σφαῖρα καὶ κύβος ἄλλοτε ἄλλως μεταπλαττομένου, ἢ τῇ εἰς τὰ ἐπίπεδα διαλύσει τοῦ ἐξ οὗ ἡ γένεσις καὶ τῇ ἐξ ἐκείνων τῶν ἐπιπέδων συνθέσει τοῦ γινομένου κατὰ μεταβολὴν ἡ ἐξ ἀλλήλων γένεσις ἀκολουθεῖ, ὡς εἰ λυθέντος οἴκου ἐκ τῆς αὐτῆς ὕλης ἄλλος συντεθείη οἶκος. καὶ ἔστι μὲν καὶ οὗτος μετασχηματισμός, ἀλλ’ οὐκέτι τοῦ ὑποκειμένου ἑνὸς συνεχοῦς μεταπλαττομένου, ἀλλὰ πλειόνων μετασυντιθεμένων. δῆλον δέ, ὅτι καὶ τρίτος ἐστὶ τρόπος τῆς τῶν στοιχείων κατὰ μεταβολὴν ἐξ ἀλλήλων γενέσεως, ὃν αὐτὸς ἐγκρίνει, οὐ κατὰ τὴν τῶν σχημάτων ἀλλὰ κατὰ τὴν τῶν ἄλλων τῶν δραστικῶν λεγομένων ποιοτήτων μεταβολήν, θερμότητος, ψυχρότητος, ξηρότητος, ὑγρότητος, αἷς καὶ αἱ ἄλλαι συνακολουθοῦσιν. πρὸς πρῶτον τοίνυν ἀντιλέγει τὸν κατὰ μετάπλασιν τοῦ ἑνὸς ὑποκειμένου μετασχηματισμόν· ἔοικε δὲ καὶ τοῦτον ἀπὸ τῶν ἐν Τιμαίῳ λεγομένων προβάλλεσθαι τὸν τῆς γενέσεως τρόπον· περὶ γὰρ τῆς τῶν στοιχείων ἐκεῖ μεταβολῆς εἰπὼν ἐπάγει “ἔτι δὲ σαφέστερον αὐτοῦ πέρι προθυμητέον αὖθις εἰπεῖν. εἰ γὰρ πάντα τις σχήματα πλάσας ἐκ χρυσοῦ μηδὲν δὲ μεταπλάττων παύοιτο ἕκαστα εἰς ἅπαντα, δεικνύντος δή τινος αὐτῶν ἓν καὶ ἐρομένου, τί ποτε ἔστι, μακρῷ πρὸς ἀλήθειαν ἀσφαλέστατον εἰπεῖν, ὅτι χρυσός, τὸ δὲ τρίγωνον, ὅσα τε ἄλλα σχήματα ἐνεγίνετο, μηδέποτε λέγειν ταῦτα ὡς ὄντα, ἅ γε μεταξὺ τιθεμένου μεταπίπτει”. ὅτι δὲ οὐχ ὡς κατὰ μετάπλασιν γινομένης τῆς ἐκ ἀλλήλων μεταβολῆς, ἀλλὰ παράδειγμα τοῦτο παρήγαγε τοῦ τὴν μὲν ὑποκειμένην ὕλην ὑπομένειν, τὰ δὲ περὶ αὐτὴν εἴδη μεταβάλλεσθαι, τὰ πρὸ ταύτης τῆς ῥήσεως πλείονα ὄντα δηλοῖ,2 ἐξ ὧν ὀλίγα παραγράφειν ἀνάγκη τῆς ὅλης ῥήσεως μακρᾶς οὔσης τῆς σαφεστέραν ποιούσης τὴν ἔννοιαν. εἰπὼν δὴ περὶ τῆς τῶν στοιχείων εἰς ἄλληλα μεταβολῆς καὶ ὅτι τὸ ἀεὶ γινόμενον, οἷον τόδε τὸ πῦρ καὶ τόδε τὸ ὕδωρ, οὐκ ἄξιον ὡρισμένῳ ὀνόματι καλεῖν ὡς ἀεὶ μεταπῖπτον, ἀλλὰ τὸ ἀεὶ τοιοῦτον, ἐπάγει “καὶ δὴ καὶ πῦρ τὸ διὰ παντὸς τοιοῦτον καὶ ἅπαν, ὅσον περ ἄν ἔχῃ γένεσιν· ἐν ᾧ δὲ ἐγγινόμενα ἀεὶ ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι, τὸ δὲ ὁποιονοῦν τι θερμὸν ἢ λευκὸν ἢ καὶ ὁτιοῦν τι τῶν ἐναντίων καὶ πάντα, ὅσα ἐκ τούτων, μηδὲν ἐκεῖνα αὖ τούτων καλεῖν”.
“余下的就是通过彼此转变而生成……”至“……立方体的[形状]也不会[产生]立方体。” 在分泌被否定之后,余下的就是各元素按照彼此间的转变而由彼此生成;因为必然的是,如果它们由彼此生成,要么是在两者皆作为现实存在的情况下,一者从另一者中分泌出来——这甚至不是严格意义上的生成,而只是表象上的生成——要么是生成所由出的东西转变为正在生成之物。而他[亚里士多德]说,这[转变]也有两种方式:或者由于形状改变,正如由同一块蜡在不同时间被塑造成不同形态时可以生成球体和立方体一样,或者由于生成所由出的东西分解为平面,以及由那些平面组合成正在生成之物,从而发生依照转变的彼此生成。这就如同当一座房屋被拆卸后,由同样的材料组合成另一座房屋。而这也确实是一种形状改变,但不再是单个连续的底层基质被重新塑造,而是多个部分被重新组合。显然,各元素依照转变的彼此生成还存在第三种方式,即他[亚里士多德]自己所赞同的方式,这种方式不是依据形状的转变,而是依据被称为能动性质的其他性质的转变,即热、冷、干、湿,其余性质也都伴随着这些性质。因此,他首先反驳依据单个底层基质的重新塑造而发生的形状改变;而这种生成方式似乎也是从《蒂迈欧篇》中所说的内容中提出来的;因为在谈及那里的元素转变之后,[柏拉图]接着说:“然而,必须再次努力更清楚地谈论它。因为如果有人用金子塑造出所有的形状,片刻不停地将每一种形状重新塑造成所有形状,当有人指着其中之一询问它究竟是什么时,就真实性而言,远为最安全的说法是它是金子,而三角形以及其中所形成的其他所有形状,绝不能把它们当作实存之物来谈论,因为它们正是在人们设定它们的中间发生转变的。”然而,前述段落之前更为丰富的内容表明,[柏拉图]提出这个例子并不是因为彼此间的转变是按照重新塑造发生的,而是作为底层质料留存而围绕它的形式发生转变的范例;由于那阐明这一概念的完整段落篇幅冗长,必须从中节录一小部分。在谈论了元素彼此间的转变,以及不断生成之物(例如这火与这水)由于不断转变而不配被称为一个确定的名称、而应被称为“始终如此者”之后,[柏拉图]接着说:“确实,火是始终如此者,凡具有生成的事物也皆是如此;唯有它们各自在其中不断生成而显现、又再次从中消逝的那个东西,才应当反过来用‘这个’与‘那个’的名称来称呼它,而任何性质的事物,如热的、白的或任何相反者,以及由这些构成的一切事物,则反过来绝不应当用这些名称中的任何一个来称呼。”
- 3.55διχῶς δέ, φησί, καὶ τοῦτο
καὶ τοῦτο 意为“这[依照转变的生成]也……”,省略了谓语动词(如 γίνεται 或 ἔστι)。它承接前文二选一中的后半部分(转变为正在生成之物),引出转变生成的两种方式。
- 3.55ὅτι δὲ οὐχ ὡς κατὰ μετάπλασιν γινομένης τῆς ἐκ ἀλλήλων μεταβολῆς, ἀλλὰ παράδειγμα τοῦτο παρήγαγε τοῦ τὴν μὲν ὑποκειμένην ὕλην ὑπομένειν, τὰ δὲ περὶ αὐτὴν εἴδη μεταβάλλεσθαι, τὰ πρὸ ταύτης τῆς ῥήσεως πλείονα ὄντα δηλοῖ
整个句子的骨架为倒置结构:宾语从句 ὅτι οὐχ ὡς... ἀλλὰ παράδειγμα... 前置,主语 τὰ πρὸ ταύτης τῆς ῥήσεως πλείονα ὄντα(“此段话之前更丰富的内容”)与主动词 δηλοῖ(“表明”)后置。在 ὅτι 从句内部,γινομένης τῆς... μεταβολῆς 为带 ὡς 的属格独立结构,而属格不定式短语 τοῦ... ὑπομένειν... μεταβάλλεσθαι 作为解释性属格修饰 παράδειγμα,用以阐明该范例的具体内容。
