← 辛普里丘

亚里士多德《论天》注释

§635.1-635.29

阿那克萨戈拉的分泌说与相互生成的断绝

辛普里丘阐释了亚里士多德在Bekker 305b20中对基于阿那克萨戈拉“万物在万物中”说的“分泌生成论”的反驳,说明由于有限大小中不可能现实地内含无限多个有限部分,因而会导致元素相互生成发生断绝这一荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.54

" Ἀνάγκη δὲ καὶ ὑπολείπειν τὴν ἐξ ἀλλήλων γένεσιν ἕως τοῦ ὅτι μὲν οὖν οὐκ ἔστι τῇ ἐκκρίσει ἡ εἰς ἄλληλα μετάβασις, εἴρηται." Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως ἀναιρεῖ τὸ κατὰ ἔκκρισιν εἶναι τὴν γένεσιν οὕτως ὡς πάντων ἐν πᾶσι κατ’ ἐνέργειαν ὑπαρχόντων, ὡς Ἀναξαγόρας ἔλεγεν· καὶ γὰρ ἐχρήσατο πρὸς αὐτὸν ταύτῃ τῇ ἐπιχειρήσει καὶ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως, ἐκεῖ μὲν τὰς ἀρχὰς τῶν σωμάτων ζητῶν, ἐνταῦθα δὲ νῦν τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως. λέγει οὖν, ὅτι, εἰ κατὰ ἔκκρισιν ἡ γένεσις οὕτως ὡς πάντων ἐν πᾶσιν ὄντων, ἀνάγκη ὑπολείπειν τὴν ἐξ ἀλλήλων γένεσιν, ὅπερ οὐ βούλονται οἱ οὕτως ὑποτιθέμενοι· δείκνυται δὲ καὶ τοῦτο προλαμβανομένου τοῦ ἐν πεπερασμένῳ μεγέθει μὴ ἐνυπάρχειν ἄπειρα πεπερασμένα.1 ἀσφαλῶς δὲ εἶπεν “ἄπειρα πεπερασμένα”· κἂν γὰρ ἐπ’ ἄπειρον διαιρετὰ ᾖ τὰ σώματα, ἄλλο τὸ ἐπ’ ἄπειρόν ἐστι καὶ ἄλλο τὸ ἐνεργείᾳ ἄπειρον, καὶ τὰ μὲν ἐπ’ ἄπειρον διαιρετὰ συνεχῆ ἐστι, τὰ δὲ κατὰ Ἀναξαγόραν πεπερασμένα ἐστίν· οὐ γὰρ ἥνωται πρὸς ἄλληλα ἀνομοειδῆ ὄντα. εἰ οὖν τὰ πεπερασμένα τῷ μεγέθει, ἄπειρα δὲ τῷ πλήθει, συντιθέμενα ἄπειρον τῷ μεγέθει ποιεῖ, τὸ ὅλον τὸ μὴ ἄπειρον τῷ μεγέθει, ἀλλὰ πεπερασμένον, οὐκ ἂν ἐξ ἀπείρων εἴη τῷ πλήθει πεπερασμένων,2 τουτέστιν ἐνεργείᾳ περιγεγραμμένων. τούτου οὖν τεθέντος, εἰ κατὰ ἔκκρισιν τῆς γῆς ὄντως γένεσις τοῦ ὕδατος, ὅταν ἐκ γῆς ὕδωρ γένηται καὶ πάλιν ἐκ τῆς ὑπολειπομένης ὡσαύτως, εἰ μὲν ἀεὶ τοῦτο ἔσται, συμβήσεται ἐν τῷ πεπερασμένῳ ἄπειρα ἐνυπάρχειν πεπερασμένα· οὐ γὰρ συνεχοῦς ἐστιν ἐπ’ ἄπειρον αὕτη τομή, ἀλλ’ ἔκκρισις τῶν ἐνεργείᾳ διωρισμένων. εἰ οὖν ἀδύνατον τὸ ἐν τῷ πεπερασμένῳ ἄπειρα ἐνυπάρχειν πεπερασμένα, ἀδύνατον ἀεὶ ἐκ τῆς γῆς ἐκείνης ὕδωρ γίνεσθαι, εἰ κατ’ ἔκκρισιν ἡ γένεσίς ἐστιν· ἐπιλείψει ἄρα ἡ γένεσις τοῦ ὕδατος ἡ ἐκ τῆς γῆς. εἰ οὖν καὶ αὐτοὶ βούλονται ἐκ τῆς γῆς ἀεὶ γίνεσθαι ὕδωρ καὶ φαίνεται ἐξ ἑκάστου τῶν στοιχείων τὰ ἄλλα γινόμενα, οὐκ ἂν εἴη κατὰ ἔκκρισιν ἡ γένεσις τῶν στοιχείων ἡ ἐξ ἀλλήλων.

“并且彼此间的生成必然也会断绝……”至“……因此,彼此间的转变并非由于分泌,这便已经说明了。” 通过这一论证,[亚里士多德]同样驳斥了生成是按照阿那克萨戈拉所说的那样出于万物作为现实存在于万物之中的分泌;因为他在《物理学》第一卷中针对他也曾使用过这一论证,在那里是探求物体的本原,而在这里如今则是探求彼此间生成的方式。因此他说,如果生成是按照万物皆在万物之中这种方式的分泌,那么彼此间的生成必然会断绝,但这正是这样假定的人所不情愿的;而这一点也是在预先假定“在有限大小中不内含无限多个有限之物”的情况下被证明的。而且他极为稳妥地说了“无限多个有限之物”;因为即使物体可以无限分割,无限[分割]之物是一回事,现实无限则是另一回事,可以无限分割之物是连续的,而按照阿那克萨戈拉的主张则是有限的[部分];因为它们彼此异质,并不是联合为一体的。因此,如果在大小上有限而在数量上无限的事物组合在一起会产生一个在大小上无限之物,那么在大小上不是无限而是有限的整体,就不可能由数量上无限且有限之物构成,即不可能由在现实中被界定之物构成。因此,在确立了这一点之后,如果水从土中真正的生成是由于分泌,当水由土生成、并且再次以同样方式由剩余的土生成时,如果这始终发生,就会导致在有限之物中内含无限多个有限之物;因为这并不是连续之物向着无限的切割,而是在现实中已被界定之物的分泌。因此,如果在有限之物中内含无限多个有限之物是不可能的,那么如果生成是由于分泌,水始终由那块土生成就是不可能的;于是水从土中的生成将会断绝。因此,如果他们自己也主张水始终由土生成,并且显见其他元素是从各个元素中生成的,那么元素彼此间的生成便不会是由于分泌。

语法注2 条
  1. 3.54ἄπειρα πεπερασμένα

    ἄπειρα(在数量上无限)与 πεπερασμένα(在大小上有限)的组合。此处指的并非潜能中的无限分割(ἐπ’ ἄπειρον διαιρετά),而是在现实中已具有划定界限之有限大小、但在数量上却为无限的各部分(ἐνεργείᾳ ἄπειρον / ἐνεργείᾳ περιγεγραμμένα)。

  2. 3.54τὸ ὅλον τὸ μὴ ἄπειρον τῷ μεγέθει, ἀλλὰ πεπερασμένον, οὐκ ἂν εἴη ἐξ ἀπείρων εἴη τῷ πλήθει πεπερασμένων

    句子的核心结构是主语 τὸ ὅλον ...(在大小上并非无限而是有限的整体)与谓语 οὐκ ἂν εἴη ἐξ ...(不可能由……构成)。介词 ἐξ 的宾语是 ἀπείρων τῷ πλήθει πεπερασμένων(数量上无限且有限之物),其后紧跟的 τουτέστιν ἐνεργείᾳ περιγεγραμμένων 是与之同格的进一步释义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:635.1-635.29