← 辛普里丘

亚里士多德《论天》注释

§633.10-634.34

元素分泌说中关于体积与虚空的荒谬推论

辛普里丘注解了亚里士多德(305b10)从体积与处所的角度对元素分泌说提出的第二和第三个荒谬推论。他以新酒气化使容器破裂为例,针对假定无虚空以及假定有虚空(区分分离虚空与散布虚空)的反驳论证结构,对亚历山大的诠释进行了批判性审查并提出了自己的看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.53

" Ἔτι δὲ τῶν μεμιγμένων σωμάτων ἕως τοῦ ἄλογον τὸ ἐξ ἀνάγκης ἀεὶ πλείω τόπον ἐπιλαμβάνειν τὸ χωριζόμενον." Δεύτερον ἐπάγει τούτοις ἄτοπον προλαβὼν κἀνταῦθα ὡς ἐναργές, ὅτι, τῶν μεμιγμένων σωμάτων ἐὰν θάτερον χωρισθῇ,1 οὐκ ἀνάγκη πλείω τόπον ἐπέχειν. εἰ οὖν, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται, πλείω καταλαμβάνει τόπον, οὐ μόνον οὗ κατεῖχεν ἐν τῷ ὕδατι ὤν, ἀλλὰ καὶ οὗ μετὰ τοῦ ὕδατος κατεῖχε· τὸ γὰρ λεπτομερέστερον χεόμενον πλείονα τόπον κατέχει τοῦ παχυμερεστέρου· καὶ εἰ μὲν ἐγίνετο τοιοῦτος οὐκ ὢν πρότερον ἀήρ, εὔλογον τοιοῦτον αὐτὸν γινόμενον πλείονα κατασχεῖν τόπον, εἰ δὲ ἦν καὶ προϋπῆρχε τοιοῦτος ὢν ὁ ἀήρ, οὐκ ἔστιν εὔλογον τὸ κατέχειν αὐτὸν μετὰ τὴν ἔκκρισιν πλείω τόπον. πιστωσάμενος δὲ ἐκ τοῦ λόγου τὸ πλείω κατέχειν τόπον τὸν ἐκ τοῦ ὕδατος ἀέρα γινόμενον διὰ τὸ λεπτομερέστερον εἶναι ἐπάγει καὶ τὴν ἀπὸ τῆς αἰσθήσεως ἐνάργειαν· τοῦ γὰρ γλεύκους εἰς ἀτμὸν ἀναλυομένου καὶ πνευματουμένου ἐν τῇ τοιαύτῃ μεταβολῇ ῥήγνυται πολλάκις τὰ περιέχοντα ἀγγεῖα διὰ τὴν στενοχωρίαν. Τὸ δὲ οὐκ ἀνάγκη χωρισθὲν θάτερον ἀεὶ πλείω τόπον ἐπέχειν εἶπε διὰ τὸ ἐφεξῆς ῥηθησόμενον· κἂν γὰρ ᾖ κενὸν καὶ δύνηταί τις ἐπέκτασις γίνεσθαι διὰ τοῦτο τῶν σωμάτων, ἀλλ’ οὐκ ἀεί γε τοῦτο γίνεται οὐδὲ ἐξ ἀνάγκης, ὡς ἐπὶ τοῦ ἀέρος ἔχει. Ἐπιχειρήσας δὲ οὕτω πρότερον μὲν ἀπὸ τοῦ ὕδατος, ὅτι βαρύτερον ἔσται ἐκκρινόμενον, εἶτα ἀπὸ τοῦ ἀέρος, ὅτι πλείονα τόπον κατέχει, τὸ τρίτον ἀπὸ τοῦ τόπου ποιεῖται τὴν ἐπιχείρησιν καὶ λέγει, ὅτι, εἰ μὲν ὅλως μὴ ἔστι κενόν, ὡς αὐτὸς ἔδειξεν, εἰς ὃ ἐπεκταθήσεται τὰ σώματα, αὐτόθεν πρόδηλον τὸ ἀδύνατον· τίνα γὰρ τρόπον ἢ πῶς πλείονα τόπον ἐπιλήψεται τὸ αὐτὸ σῶμα ἀεὶ διαμένον οὐκ ὄντος κενοῦ τόπου τινὸς ἄνευ σώματος, εἰς ὃν ἡ χύσις τῷ λεπτομερεστέρῳ γενήσεται; εἰ δὲ ἔστι κενόν, ὡς λέγουσιν οἱ περὶ Δημόκριτον, εἰς ὃ ἡ τῶν σωμάτων ἐπέκτασις γίνεται, ὅσον μὲν ἐπὶ τῷ τόπῳ δυνήσεται ἐπεκτείνεσθαι τὰ σώματα, ἄλογον δὲ τὸ ἐξ ἀνάγκης ἀεὶ τὸ ἕτερον οἷον τὸν ἀέρα χωρισθέντα ἐκ τῆς μίξεως πλείονα τόπον ἐπιλαμβάνειν. οὕτω τὴν ἀρχὴν ὁ Ἀλέξανδρος ἐπὶ τοῦ κεχωρισμένου κενοῦ ποιησάμενος τὴν ἐξήγησιν· τοῦτο γὰρ ἂν εἴη τόπος, εἰς ὃν ἡ ἐπέκτασις τοῖς σώμασι γίνεται· ἀνεπισημάντως ἐπὶ τὸ παρεσπαρμένον κενὸν μετέβη λέγων “τὸ γὰρ τῆς χύσεως αἰτιᾶσθαι τὴν τοῦ κενοῦ παρέμπτωσιν ἄλογον· κατὰ τίνα γὰρ ἀνάγκην ἢ δύναμιν παρεμπῖπτον τοῦτο διίστησι τὰ σώματα καὶ διαιρεῖ ἀσώματόν γε ὂν καὶ εἰς τὸ εἴκειν, οὐκ εἰς τὸ ποιεῖν παρεσκευασμένον; ἔτι δὲ διὰ τί οὐ πάντα χεῖται, φησί, καὶ πλείονα τόπον κατέχει τὰ ἐκκρινόμενα, εἴ γε τὸ κενὸν παρεμπῖπτον αἴτιον τούτου, ἀλλ’ ὕδωρ μὲν ἐξ ἀέρος ἐκκρινόμενον οὐ χεῖται, ἀλλὰ συστέλλεται, ἀὴρ δὲ ἐξ ὕδατος ἐκκρινόμενος ἀεὶ χεῖται”; μήποτε δὲ ὁ Ἀριστοτέλης περὶ τοῦ παρεσπαρμένου κενοῦ λέγει τὸ ὅλον ἐπιχείρημα·2 τοῦτο γὰρ κατὰ τοὺς περὶ Δημόκριτον αἴτιόν ἐστι τῆς τῶν σωμάτων ἐπεκτάσεως. τὸ γὰρ κεχωρισμένον κενὸν αἴτιον μὲν ἐπεκτάσεως οὐκ ἔστιν, ἐπεκτεινομένοις δὲ χώραν παρέχει, καὶ διὰ τοῦτο οὕτως εἶπεν· εἰ μὲν ὅλως μηδὲν ἔστι κενὸν μήτε τὸ χωριστὸν μήτε τὸ παρεσπαρμένον, μηδὲ ἐπεκτείνεται τὰ σώματα, ὡς οἱ περὶ Δημόκριτον τῇ παρεμπτώσει τοῦ κενοῦ ἐπεκτείνεσθαι λέγουσιν αὐτά, ἀλλὰ τὴν ἑαυτῶν φύσιν καὶ μεμιγμένα φυλάττει, ὡς Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας διετάττοντο· οὗτοι γάρ εἰσιν οἱ ταῦτα λέγοντες· φανερόν, φησίν, τὸ ἀδύνατον· ἔδει γὰρ καὶ χωριζόμενον τὸν ἀέρα μένειν ὅμοιον καὶ τὸν ἴσον κατέχειν τόπον καὶ μή, ὡς νῦν ὁρᾶται, πλείονα ἐπιλαμβάνειν. εἰ δὲ ἔστι, φησί, τὸ παρεσπαρμένον κενὸν καὶ ἡ ἐπέκτασις, ὡς Δημόκριτος βούλεται, ἄλογον τὸ μεμιγμένας μὲν τὰς ἀτόμους μὴ διειλῆφθαι τῷ κενῷ, χωριζομένας δὲ τοῦτο πάσχειν, καὶ διὰ τοῦτο πλείονα τόπον ἐπέχειν τὸ χωριζόμενον. καὶ εἰ οὕτως εἴρηται, εἴη ἂν διὰ μὲν τῶν προτέρων πρὸς Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα ἀποτεινόμενος, οἵτινες οὐκ ἔλεγον εἶναι κενόν, τὰ δὲ ὕστερα πρὸς τοὺς περὶ Δημόκριτον ἐρρήθη συγχωροῦντα τῇ τοῦ κενοῦ παρεμπλοκῇ.

“再者,在混合物体中……”至“……被分离之物必然总是占据更大的处所是无道理的。” [亚里士多德]在此同样预先假定了一条明了的实情,即如果混合物体中的一方被分离出来,它并不必然占据更大的处所;随后,他向这些人引出了第二个荒谬。因此,如果当空气由水生成时,它所占据的处所,不仅大于它在水中时所占据的处所,而且大于它与水一同占据的处所;因为由较微细部分构成之物在散开时,比由较粗大部分构成之物占据更大的处所;并且,如果它在原先不是空气的情况下生成为如此这般之物,那么它生成为如此这般之物从而占据更大的处所是合情合理的,但如果空气原先就是并且预先存在为如此这般的,那么在分泌之后它占据更大的处所便是不合情理的。在通过论理证实了由水生成的空气因由较微细部分构成而占据更大处所之后,他又补充了来自感觉的明了实情;因为当葡萄新汁在这样一种转变中分解为蒸汽并变为气体时,容纳它的容器往往因狭窄闭塞而破裂。而他说“被分离的一方并不必然总是占据更大的处所”,是由于接下来将要言说之事;因为即便存在虚空,并且物体由于虚空能够发生某种扩张,但这既非总是发生,也非必然如此,正如在空气的情形中所见的那样。 在这样首先从水出发(即被分泌出来的水将变得更重),接着从空气出发(即空气占据更大的处所)进行了论证之后,他第三次从处所出发进行论证,并说道:如果完全不存在物体将在其中扩张的虚空(正如他自己所证明的那样),那么不可能性从一开始就是显而易见的;因为当不存在任何没有物体的虚空处所(由较微细部分构成之物向其中散开)时,始终保持不变的同一物体以何种方式或怎样能占据更大的处所呢?但如果存在物体向其中扩张的虚空(正如德谟克利特一派所说),那么就处所而言物体固然能够扩张,但另一方(例如空气)从混合物中分离出来后必然总是占据更大的处所,则是无道理的。亚历山大最初也是针对分离的虚空作出了这样的解释——因为这正是物体向其中发生扩张的处所——但他不知不觉地转向了散布的虚空,说道:“因为将散开的原因归咎于虚空的穿插插入是无道理的;因为这一穿插插入的[虚空]凭着何种必然性或力量将物体分离开并加以分割呢,既然它是非物体的,且是准备顺从而不是准备施加作用的?再者,为什么并非所有被分泌之物都散开”,他说,“并占据更大的处所呢,如果穿插插入的虚空确是其原因的话?然而由空气中分泌出来的水并不散开,反而收缩,而由水中分泌出来的空气却总是散开。”然而,亚里士多德或许是将整个论证都针对散布的虚空而言的;因为按照德谟克利特一派的说法,这才是物体扩张的原因。因为分离的虚空并不是扩张的原因,而是为扩张之物提供场所,为此他这样说道:如果完全没有任何虚空,无论是分离的还是散布的,物体也不像德谟克利特一派所说的那样因虚空的穿插插入而扩张,而是像恩培多克勒和阿那克萨戈拉所规定的那样,即便混合着也保持自身的本性——因为正是他们主张这些——,那么他说,不可能性是显然的;因为即便在被分离时,空气也应当保持相似并占据相等的处所,而不是像现在所见到的那样占据更大的处所。他说,如果像德谟克利特所主张的那样存在散布的虚空与扩张,那么原子在混合时未被虚空隔开,而在分离时却遭受此种情形,并由此导致被分离之物占据更大的处所,这是无道理的。而如果这话是这样说的,那么他通过前半部分针对的是主张不存在虚空的阿那克萨戈拉和恩培多克勒,而后半部分则是在让步承认虚空交织的情况下针对德谟克利特一派而说的。

语法注2 条
  1. 3.53τῶν μεμιγμένων σωμάτων ἐὰν θάτερον χωρισθῇ

    属格 τῶν μεμιγμένων σωμάτων 是修饰其后条件从句主语 θάτερον 的部分属格,通过提前置于句首作为主题。

  2. 3.53μήποτε δὲ ὁ Ἀριστοτέλης περὶ τοῦ παρεσπαρμένου κενοῦ λέγει τὸ ὅλον ἐπιχείρημα

    μήποτε 连用直陈式现在时 λέγει,在此作副词性用法,引出委婉的推测或审慎的新解(“或许……不是吗”),避免断定性语调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:633.10-634.34