- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:631.29-633.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德(305a33)探讨元素彼此互生的方式,批判恩培多克勒、阿那克萨戈拉和德谟克利特等人的“分泌”说。辛普利丘解释说,他们的理论实际上只是预先存在的现实事物的分离而非真正的生成,并且会导致同一体积在被压缩后变得更重这一荒谬推论。
" Πάλιν οὖν ἐπισκεπτέον, τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως ἕως τοῦ ὅταν γὰρ ὕδωρ ἐξ ἀέρος γένηται, βαρύτερόν ἐστιν." Δείξας, ὅτι τοῦτο ὑπελείφθη τὸ ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα, ἐπειδὴ καὶ γενητὰ δέδεικται καὶ οὔτε ἐξ ἀσωμάτου οὔτε ἐξ ἄλλου σώματος, ζητεῖ λοιπὸν τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως. καὶ ἐπειδὴ διάφοροι καὶ περὶ τούτου ἐγένοντο δόξαι τοῦ μὲν Ἐμπεδοκλέους ἀΐδια λέγοντος τὰ στοιχεῖα τῇ μίξει τε καὶ διακρίσει τούτων τὴν γένεσιν ἀποδιδόντος, τοῦ δὲ Ἀναξαγόρου πάντα ἐν πᾶσι λέγοντος καὶ τὴν γένεσιν ἔκκρισιν τιθέντος, Δημοκρίτου δὲ καὶ τῶν τὰ ἐπίπεδα λεγόντων τῇ συγκρίσει καὶ διακρίσει τῶν ἀτόμων καὶ τῶν ἐπιπέδων τὴν τῶν στοιχείων ἐξ ἀλλήλων γένεσιν ποιούντων, πρὸς πρώτους ὑπαντᾷ τοὺς περὶ Ἐμπεδοκλέα1 καὶ Δημόκριτον καὶ Ἀναξαγόραν κοινὸν ἐνιδὼν αὐτῶν τῇ δόξῃ τὸ τὰ παρ’ ἑκάστῳ τιθέμενα στοιχεῖα ἀΐδια ὄντα τότε γίνεσθαι δοκεῖν, ὅταν ἀπὸ τῶν ἄλλων διακριθῇ. ὁ μὲν γὰρ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς, ὅταν ὕδωρ ἐξ ἀέρος γίνηται ἢ ἀὴρ ἐξ ὕδατος, ἐνυπάρχοντα πρότερον ἐν τῷ συγκρίματι ἐνεργείᾳ τότε ἐκκρίνεσθαι δοκεῖ λέγειν. Ἀναξαγόρας δὲ οὐ τὰ τέσσαρα μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα, τὰς ὁμοιομερείας στοιχεῖα λέγων2 καὶ πάντα ἐν πᾶσιν εἶναι, κατὰ δὲ τὸ ἐπικρατοῦν χαρακτηρίζεσθαι· ὅταν οὖν πλείονα ἐκκριθέντα πυρὰ συστῇ, τότε δοκεῖ γίνεσθαι πῦρ. καὶ Δημόκριτος δὲ τὰ ἑαυτοῦ στοιχεῖα τὰς ἀτόμους ἐξ ἀλλήλων γίνεσθαι λέγει ὡς ἀποκρινομένας ἀπὸ τοῦ μίγματος· ὕδατος γὰρ διαλυομένου ἀποκρινόμεναι αἱ ἄτομοι εἰς ἀέρα συνίστανται τοιαίδε τοιῶσδε συμπλακεῖσαι. οὗτοι οὖν, φησίν, οὐ γένεσιν ἐξ ἀλλήλων ποιοῦσιν τῶν στοιχείων, ἀλλὰ φαινομένην γένεσιν, διότι ἐνυπάρχον ἕκαστον τῶν παρ’ αὐτοῖς στοιχείων κατ’ ἐνέργειαν ἐκκρίνεσθαί φασιν ὥσπερ ἐξ ἀγγείου τῆς γενέσεως οὔσης,3 ἀλλ’ οὐκ ἔκ τινος ὕλης κατὰ μεταβολὴν συνισταμένης· διαφορὰ δέ, ὅτι τὸ μὲν ἐξ ἀγγείου ἐνεργείᾳ ὑπάρχον ἐκκρίνεται, τὸ δὲ ἐξ ὕλης ἐκ τοῦ δυνάμει μεταβάλλει εἰς τὸ ἐνεργείᾳ. εἰ δὲ καὶ δοθείη, φησίν, αὐτοῖς τὸ τὴν ἔκκρισιν γένεσιν εἶναι καίτοι καὶ καθ’ αὑτὸ ἄτοπον ὑπάρχον, καὶ οὕτως οὐδὲν ἧττον ἄτοπον αὐτοῖς ἀκολουθήσει. λαβὼν οὖν ἐκ τῆς ἐναργείας, ὅτι τὸ αὐτὸ μέγεθος συμπιληθὲν οὐ γίνεται βαρύτερον· οὔτε γὰρ τὸ ἱμάτιον τὸ ἐπτυγμένον βαρύτερον ἑαυτοῦ ἡπλωμένου ἐστὶν οὔτε τὸ πεπιλημένον ἔριον ἑαυτοῦ ἐξαμμένου· τοῖς δὲ τὴν γένεσιν κατ’ ἔκκρισιν ποιοῦσιν ἕπεται τοῦτο λέγειν· εἰ γὰρ τὸ ὕδωρ τῇ ἐκκρίσει τῇ ἀπὸ τοῦ ἀέρος γίνεται, οὐδὲν ἄλλο προσγίνεται αὐτῷ ἢ πίλησίς τις καὶ πύκνωσις· ἐν γὰρ τῷ ἀέρι ὕδωρ μὲν ἦν ὁμοίως, ἀλλὰ κεχυμένον· ἀλλὰ μὴν βαρύτερον τὸ ὕδωρ ἐκκριθὲν ἦν, ἢ ὅτε ἦν ἐν τῷ ἀέρι· πιληθὲν ἄρα τὸ αὐτὸ σῶμα βαρύτερον κατ’ αὐτοὺς γίνεται. καίτοι οὐδὲν τῶν βάρος ἐχόντων σωμάτων μετὰ ἀέρος κουφότερόν ἐστιν ἢ χωρὶς ἀέρος καθ’ αὑτὸ λαμβανόμενον, εἰ ἐν ἀέρι καὶ μὴ ἐν ὕδατι κρίνοιτο τὸ βάρος αὐτῶν·4 ἐν μὲν γὰρ ὕδατι συντελεῖ τοῖς βαρέσιν εἰς κουφότητα ἡ τοῦ ἀέρος μίξις τῷ τὸν ἀέρα ἐπιπολαστικὸν εἶναι τῷ ὕδατι, ἐν δὲ τῷ ἀέρι οὐκέτι τῷ μηκέτι ἔχειν τὸν ἀέρα ἐν τῷ ἀέρι κουφότητα. καὶ τοῦτο καὶ αὐτὸς εἶπε διὰ τοῦ τὸ γὰρ αὐτὸ μέγεθος οὐ δοκεῖ συμπιληθὲν γίνεσθαι βαρύτερον· τὸ γὰρ συμπιληθὲν δηλωτικόν ἐστι τοῦ στερηθὲν τοῦ μεσιτεύοντος ἀέρος.
“因此必须再次考察,彼此互生的方式是什么……”至“……因为当水由空气生成时,它是较重的。” 在指明了这一点——即元素彼此互生——作为余下的结论(既然已被证明它们既是可生成的,又既非由非物体产生亦非由另一种物体产生)之后,[亚里士多德]接着探讨它们彼此互生的方式。既然关于这一点也产生了各种不同的见解——恩培多克勒主张元素是永恒的,将生成归于它们的混合与分离;阿那克萨戈拉主张万物存在于万物之中,将生成设定为分泌;德谟克利特以及那些主张平面的人则通过原子和平面的结合与分离来构成元素间的互生——于是他首先应对恩培多克勒、德谟克利特和阿那克萨戈拉一派,敏锐地看出了他们见解中的共同之处:各自所设定的元素虽是永恒的,却似乎是在从其他事物中分离出来时生成的。因为阿克拉加斯的恩培多克勒似乎在说,当水由空气生成或空气由水生成时,预先现实地内在于复合物之中的东西在那时被分泌出来。而阿那克萨戈拉不仅把这四者,而且把所有其他事物——即同质部分——都称为元素,并主张万物存在于万物之中,依主导成分而获得特征;因此,当更多分泌出的火聚集在一起时,那时似乎就生成了火。德谟克利特也说,他自己的元素即原子是通过从混合物中分离出来而彼此互生的;因为当水消解时,分离出来的如此这般的原子以如此这般的方式纠缠在一起,便结合成空气。因此他说,这些人并未确立元素真实的彼此互生,而只是表象上的生成,因为他们主张他们各自的每一个元素都是内在于其中并以现实活动被分泌出来的,仿佛生成是出自容器,而不是由某种质料按照转变而构成的;区别在于,出自容器之物是现实存在着被分泌出来的,而由质料构成之物则是从潜能转变为现实。他说,即便向他们让步承认分泌即是生成(尽管这本身也是荒谬的),即便如此,对他们而言也同样会随之产生绝不亚于此的荒谬。因此,他从明了的实情中得出:同一体积之物被压缩后并不会变得更重——因为折叠起来的斗篷并不比它展开时更重,压结的羊毛也不比它梳理开时更重;然而对那些将生成归于分泌的人来说,主张这一点却是必然的推论。因为如果水是通过从空气中分泌而生成的,附加于它的无非是某种压实和凝缩;因为在空气中同样存在着水,只是分散开来;然而确实,分泌出来的水比它在空气中时更重;因此按照他们的说法,同一物体在被压缩后便变得更重了。然而,如果物体的重量是在空气中而非在水中被判定,那么任何具有重量的物体与空气在一起时,绝不比不带空气而就其自身被考量时更轻;因为在水中,空气的掺入有助于重物变轻,这是由于空气在水上具有漂浮性,但在空气中则不再如此,因为空气在空气中不再具有轻性。而这一点,他自己也通过“因为同一体积被压缩后似乎并不变得更重”这句话表达了;因为“被压缩的”表明“被剥夺了居间介质的空气”。
- 3.52καὶ ἐπειδὴ διάφοροι καὶ περὶ τούτου ἐγένοντο δόξαι τοῦ μὲν Ἐμπεδοκλέους ἀΐδια λέγοντος τὰ στοιχεῖα τῇ μίξει τε καὶ διακρίσει τούτων τὴν γένεσιν ἀποδιδόντος, τοῦ δὲ Ἀναξαγόρου πάντα ἐν πᾶσι λέγοντος καὶ τὴν γένεσιν ἔκκρισιν τιθέντος, Δημοκρίτου δὲ καὶ τῶν τὰ ἐπίπεδα λεγόντων τῇ συγκρίσει καὶ διακρίσει τῶν ἀτόμων καὶ τῶν ἐπιπέδων τὴν τῶν στοιχείων ἐξ ἀλλήλων γένεσιν ποιούντων, πρὸς πρώτους ὑπαντᾷ τοὺς περὶ Ἐμπεδοκλέα
这是一个长句结构:由 ἐπειδή 引导的原因从句中并列了三个独立属格结构(τοῦ μὲν Ἐμπεδοκλέους ..., τοῦ δὲ Ἀναξαγόρου ..., Δημοκρίτου δὲ ... ποιούντων)以具体说明 δόξαι 的内容,随后才引出主句(πρὸς πρώτους ὑπαντᾷ...)。
- 3.52Ἀναξαγόρας δὲ οὐ τὰ τέσσαρα μόνον, ἀλλὰ καὶ τὰ ἄλλα πάντα, τὰς ὁμοιομερείας στοιχεῖα λέγων
此处为主格悬空破格现象(anacoluthon):主语 Ἀναξαγόρας 并无限定动词作谓语,而是接分词 λέγων 及随后的不定式短语 καὶ πάντα ἐν πᾶσιν εἶναι,并在 ὅταν οὖν... 处承接。语意上理解为“阿那克萨戈拉则主张……”。
- 3.52ὥσπερ ἐξ ἀγγείου τῆς γενέσεως οὔσης
由 ὥσπερ 引导的独立属格结构,表达比喻性的方式(“仿佛生成是出自容器”)。其后的对比短语 ἀλλ’ οὐκ ἔκ τινος ὕλης κατὰ μεταβολὴν συνισταμένης 同样是修饰 τῆς γενέσεως 的属格分词,形成并列。
- 3.52εἰ ἐν ἀέρι καὶ μὴ ἐν ὕδατι κρίνοιτο τὸ βάρος αὐτῶν
带有希求语气的条件从句(表达潜在或假定的条件),为前文的主句 οὐδὲν τῶν βάρος ἐχόντων σωμάτων μετὰ ἀέρος κουφότερόν ἐστιν 提供限定条件,指明判定物体重量时的介质差异(在空气中还是在水中)。
