- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:630.16-631.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德在《论天》第三卷第五章(305a22)中的论证:通过自然学分析和反证法排除了元素由另一种物体生成的可能,从而得出元素彼此互生的结论。
" Ἀλλὰ μὴν οὐδὲ ἐκ σώματός τινος ἕως τοῦ λείπεται ἐξ ἀλλήλων γίνεσθαι." Δείξας, ὅτι ἐξ ἀσωμάτου ἀδύνατον τὴν τῶν σωμάτων γένεσιν εἶναι, μέτεισιν ἐπὶ τὸ δεῖξαι, ὅτι οὐδὲ ἐκ σώματός τινος ἄλλου· τὸ γὰρ ἐκ σώματός τινος τὸ ἐξ ἄλλου δηλοῖ. τούτου δὲ δειχθέντος καταλείπεται τὸ ἐξ ἀλλήλων εἶναι τῶν στοιχείων τὴν γένεσιν. ὅτι δὲ οὐκ ἐξ ἄλλου τινὸς σώματος, προθέμενος δεῖξαι βραχέως αὐτὸ συνελογίσατο εἰπὼν συμβήσεται γὰρ ἄλλο σῶμα πρότερον εἶναι τῶν στοιχείων, ὅπερ ἐναργῶς ἄτοπον, καὶ ὅτι πρῶτα χρὴ τῶν ἄλλων εἶναι τὰ στοιχεῖα, καὶ ὅτι ἐπ’ ἄπειρον ἀνάγκη ἰέναι,1 εἰ γενητὰ καὶ αὐτά ἐστι, καὶ ὅτι ἐκεῖνα ἂν εἴη μᾶλλον στοιχεῖα καὶ οὐ ταῦτα, ἅπερ ὑποτιθέμεθα. ταῦτα δ’ οὖν ἐνδειξάμενος προφανῆ τε ὄντα καὶ κοινότερα καὶ φυσικῶς λοιπὸν ὑπαντᾷ πρὸς τὸν λόγον. τὸ γὰρ σῶμα τοῦτο, ἐξ οὗ τὰ στοιχεῖα λέγει τις εἶναι, εἰ μὲν ἕξει βάρος ἢ κουφότητα, τῶν ὑποτεθέντων ἂν εἴη τι στοιχείων, εἰ μὲν βάρος ἔχοι, τῶν πρὸς τὸ μέσον κινουμένων, εἰ δὲ κουφότητα, τῶν πρὸς τὸ πέριξ· εἰ δὲ μηδεμίαν ἔχοι ῥοπήν, ἀκίνητον καὶ μαθηματικὸν ἔσται. πῶς γὰρ ἂν κινηθείη βάρος ἢ κουφότητα μὴ ἔχον; μὴ κινούμενον δὲ μήτε καθόλου μήτε κατὰ τὰ μέρη μαθηματικὸν ἂν εἴη· ταύτῃ γὰρ μάλιστα τὸ φυσικὸν σῶμα τοῦ μαθηματικοῦ διενήνοχε τῷ κινήσεως ἀρχὴν ἐν ἑαυτῷ ἔχειν. τοιοῦτον δὲ ὂν ἄρροπον καὶ κινήσεως ἀρχὴν μὴ ἔχον καὶ οὐδὲν ἄλλο ἢ μαθηματικὸν οὐδὲ ἐν τόπῳ ἔσται· τοῦτο δὲ καὶ αὐτὸ μὲν καθ’ αὑτὸ ἄτοπον τὸ εἶναί τι σῶμα φυσικὸν μὴ ὂν ἐν τόπῳ· καὶ ἄλλο δέ τι ἄτοπον αὐτὸς ἐνεῖδεν, εἰ μὴ εἴη ἐν τόπῳ, τὸ μηδὲν ἐξ αὐτοῦ γίνεσθαι· ἐν ᾧ γὰρ τόπῳ ἐστὶ τὸ ὑποκείμενόν τινι, ἐξ οὗ γίνεται, ἐν τούτῳ καὶ τὸ γινόμενον ἀνάγκη εἶναι, εἴπερ τὸ γινόμενον τὸν τόπον τοῦ ἐξ οὗ γίνεται μεταλαμβάνει· εἰ οὖν μή ἐστιν ἐν τόπῳ τὸ ἐξ οὗ γίνεται, οὐδ’ ἂν γένοιτό τι ἐξ αὐτοῦ. Ὅτι δὲ ῥοπὴν μὴ ἔχον οὐκ ἂν εἴη ἐν τόπῳ, δείκνυσι δι’ ἀδυνάτου. εἰ γὰρ εἴη ἐν τόπῳ ἀκίνητον ὂν καὶ ἠρεμοῦν, καὶ κινεῖσθαι ἐν τούτῳ τῷ τόπῳ δυνατὸν ἀντὶ τοῦ ἐπὶ τοῦτον τὸν τόπον·2 ἐν ᾧ γάρ τι ἠρεμεῖ τόπῳ, ἐπὶ τοῦτον καὶ κινεῖσθαι πέφυκεν. καὶ εἰ μὲν βίᾳ ἠρεμεῖ ἐν αὐτῷ, καὶ κινεῖται ἐπ’ αὐτὸν βίᾳ καὶ παρὰ φύσιν, τὸ δὲ βίᾳ κινούμενον πᾶν ἔχει τινὰ καὶ κατὰ φύσιν κίνησιν· ὕστερον γὰρ ἐν πᾶσι τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν· εἰ δὲ κατὰ φύσιν ἠρεμεῖ, καὶ κινεῖσθαι κατὰ φύσιν ἐπ’ αὐτὸν δυνατόν. εἰ οὖν ἀκίνητον παντελῶς ἐστιν, οὔτε ἠρεμήσει ἐν τόπῳ οὔτε ἔσται ὅλως ἐν τόπῳ, οὐδὲ γενήσεταί τι ἐξ αὐτοῦ· εἰ δὲ ἐν τόπῳ ἐστί, καὶ κινήσεται κατὰ τὸν τόπον καὶ βάρος ἕξει καὶ κουφότητα καὶ τῶν τεσσάρων ἔσται τι στοιχείων. “εἰ δὲ μὴ ἐν τόπῳ, δύναται, φησὶν ὁ Ἀλέξανδρος, καὶ τοῦτο ἐπαχθῆναι τὸ κενὸν εἶναι, ἐν ᾧ τὸ γινόμενον ἔσται· τὸ γὰρ αὐτὸ συμβαίνει, ὃ καὶ τοῖς ἐξ ἀσωμάτου τὸ σῶμα γεννῶσιν.” Ταῦτα δὲ δείξας εἰκότως συμπεραίνεται τὸ ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα, ἐπεὶ μήτε ἐξ ἀσωμάτου δυνατὸν μήτε ἐξ ἄλλου σώματος, ὡς ἀποδέδεικται.
“然而确实也不是由某种物体……”至“……剩下的结论是彼此互生。” 在指明了物体的生成不可能由非物体产生之后,[亚里士多德]进而指明它也不是由任何其他物体产生的;因为“由某种物体”表明“由另一种[物体]”。而这一点被指明之后,剩下的结论就是元素的生成是彼此互生的。至于它不是由任何其他物体产生的,在着手证明这一点时,他简要地进行了推论,指出:这将导致存在某种先于元素的其他物体,而这显然是荒谬的;元素必须先于其他事物;如果它们自身也是可生成的,就必然导致无穷倒退;并且更有资格成为元素的应当是那些[先行的物体],而不是我们所假设的这些。因此,在指明了这些理由既明显又较为普遍之后,他接下来便以自然学的方式应对这一论点。因为有人主张元素由此产生的那种物体,如果具有重性或轻性,就将是所假定的元素之一——如果具有重性,就是向中心运动的那些元素之一,如果具有轻性,就是向周围运动的那些元素之一;但如果不具有任何倾向,它就将是不动的且是数学性的[物体]。因为不具有重性或轻性的东西怎么可能被运动呢?而在整体上和在部分上都不被运动的东西,就将是数学性的[物体];因为自然物体与数学物体的根本区别正是在于自身内部具有运动的本原。然而,既然它是如此缺乏倾向且没有运动本原、完全是数学性的东西,它甚至不会处于处所之中;而存在某种不处于处所之中的自然物体,这本身就其自身而言也是荒谬的。但他自己还看到了如果它不处于处所之中的另一个荒谬之处:没有任何东西能由它生成;因为某种事物的底层物——此物由此生成——处于哪个处所之中,生成之物也必然处于这个处所之中,既然生成之物承接了那由此生成之物的处所;因此,如果那由此生成之物不处于处所之中,也就没有任何东西能够由它生成了。 至于不具有倾向的东西不可能处于处所之中,他是通过反证法来指明的。因为如果它处于处所之中,既是不动的又是静止的,那么它也可能“在这个处所中”被运动——这是代替“向着这个处所”[运动]的说法;因为事物在哪个处所中静止,就本性而言也就是向着哪个处所运动的。如果它在其中是因强力而静止的,它向着该处所也就是因强力且违反本性而运动的;但一切因强力运动之物,也都具有某种顺应本性的运动;因为在一切事物中,违反本性者都后于顺应本性者;而如果它是顺应本性而静止的,它顺应本性向着该处所运动也是可能的。因此,如果它是完全不动的,它既不会在处所中静止,也根本不会处于处所之中,更不会有任何东西由它生成;但如果它处于处所之中,它就会依处所而运动,就会具有重性与轻性,并成为四元素之一。“如果它不处于处所之中,”亚历山大说,“也可以得出这样一个结论:生成之物将在其中的[处所]是虚空;因为这会导致与那些由非物体生成物体的人相同的后果。” 在指明了这些之后,他顺理成章地得出结论:元素是彼此互生的,因为正如已被证明的那样,既不可能由非物体产生,也不可能由另一种物体产生。
- 3.51ὅτι πρῶτα χρὴ τῶν ἄλλων εἶναι τὰ στοιχεῖα, καὶ ὅτι ἐπ’ ἄπειρον ἀνάγκη ἰέναι
由连词 ὅτι 引导的数个并列名词性从句,详细列出亚里士多德所述(εἰπών)的具体内容以及导致的荒谬推论结果。从句内部由非人称结构(χρή, ἀνάγκη)支配不定式(εἶναι, ἰέναι)。
- 3.51ἐν τούτῳ τῷ τόπῳ δυνατὸν ἀντὶ τοῦ ἐπὶ τοῦτον τὸν τόπον
注解者自身的句法释明,指出介词短语“在这个处所中”(ἐν τούτῳ τῷ τόπῳ)在此代替了“向着这个处所”(ἐπὶ τοῦτον τὸν τόπον),表明事物静止所在的处所与它所趋向运动的处所之间的自然学对应关系。
