- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:629.6-630.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在《论天》305a14中关于元素生成途径的二分法论证,阐明由非物体生成因导致独立虚空或两物体同处一处的荒谬而不可能成立,并依据亚历山大的观点校正与疏通了原文残损的语句。
" Ἐπεὶ δέ ἐστι γενητὰ ἕως τοῦ τοῦτο δὲ ὅτι ἀδύνατον, δέδεικται πρότερον." Δείξας, ὅτι γενητά ἐστι καὶ φθαρτὰ τὰ στοιχεῖα, ἑξῆς ἐκ διαιρέσεως ἀκριβοῦς ζητεῖ, πότερον ἐξ ἀσωμάτου ἢ ἐκ σώματός ἐστιν ἡ γένεσις, καὶ δείξας, ὅτι ἐξ ἀσωμάτου ἀδύνατον, ἔχει, ὅτι ἐκ σώματος. εἰ δὲ ἐκ σώματος, ἤτοι ἐξ ἄλλου ἢ ἐξ ἀλλήλων. ἀνάγκη γὰρ ἐξ ἑαυτῶν ἢ οὐκ ἐξ ἑαυτῶν· ἀλλὰ τὸ γινόμενον ὑπό τινος ἄλλου γίνεται καὶ οὐχ ὑφ’ ἑαυτοῦ, ἵνα μὴ τῆς ἑαυτοῦ γενέσεως προϋπάρχῃ. εἰ οὖν μὴ ἐξ ἑαυτῶν, ἢ ἐξ ἀλλήλων ἢ οὐκ ἐξ ἀλλήλων, ὃ ταὐτόν ἐστι τῷ ἐξ ἄλλων. δείξας οὖν πάλιν, ὅτι ἐξ ἄλλου σώματος ἀδύνατον αὐτὰ γίνεσθαι, ἔχει λειπόμενον τὸ ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα· τῆς γὰρ διαιρέσεως ἀντιφατικῆς οὔσης τὸ λειπόμενον ἀναγκαίως περιλείπεται τῶν ἄλλων ἀναιρεθέντων. Πρῶτον οὖν δείκνυσιν, ὅτι ἐξ ἀσωμάτου ἀδύνατον γενέσθαι, διότι ὁ ἐξ ἀσωμάτου γεννῶν λόγος κενὸν ποιεῖ κεχωρισμένον, ὅπερ ἀδύνατον δέδεικται. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δείκνυσιν ἐκ τοῦ πᾶν τὸ γινόμενον σῶμα ἔν τινι γίνεσθαι τόπῳ·1 πᾶν γὰρ σῶμα μάλιστα γενητὸν καὶ ὑποσέληνον ἐν τόπῳ εἶναι ἀνάγκη· καὶ τὰ ἐκ τοῦ ἀσωμάτου ἄρα γινόμενα στοιχεῖα σώματά γε ὄντα ἐν τόπῳ ἔσται τινί. ἐν δὴ τῷ τόπῳ ἐκείνῳ, ἐν ᾧ γίνεται καὶ ὃν κατέχει γινόμενα, ἤτοι προϋπῆρχέ τι σῶμα κατέχον αὐτόν, ἢ οὐδὲν ἦν ἐν αὐτῷ σῶμα. ἀλλ’ εἰ μὲν ἦν τι σῶμα τὸ προκατέχον τὸν τόπον, δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ ἔσται τό τε προϋπάρχον καὶ τὸ γεγονὸς ἐν τῇ αὐτῇ τοῦ τόπου περιγραφῇ ἄμφω κεχωρημένα, καὶ οὕτως ἔσται σῶμα ἐν σώματι καὶ σῶμα διὰ σώματος χωροῦν, ὅπερ ἀδύνατον καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει ἔδειξεν· ἠκολούθει γὰρ ἄτοπον τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ καὶ τὴν θάλασσαν ἐν κυάθῳ χωρεῖσθαι. Καὶ ἡ μὲν ἔννοια τῶν λεγομένων τοιαύτη· ἡ δὲ λέξις ἡ λέγουσα πᾶν γὰρ τὸ γιγνόμενον ἤτοι ἀσώματον ἔσται, ἐν ᾧ ἡ γένεσις, ἀσαφὴς ὄντως ἐστὶ καὶ ἔοικεν, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ, ἡμαρτῆσθαι μέρους τινὸς αὐτῆς ἀφαιρεθέντος, εἶναι δὲ τὸ πλῆρες2 “πᾶν γὰρ τὸ γινόμενον ἔν τινι γίνεται καὶ ἤτοι ἀσώματον ἔσται, ἐν ᾧ ἡ γένεσις”, ὅπερ δηλοῖ, ὅτι πᾶν τὸ γινόμενον ἐν τόπῳ ἔσται, καὶ οὗτος ὁ τόπος, ἐν ᾧ ἡ γένεσις, τουτέστι τὸ γινόμενον, ἤτοι ἄλλο τι περιέχων ἔσται σῶμα ἢ οὔ· τὸν δὲ μὴ ἔχοντα σῶμα τόπον ἀσώματον εἶπεν. εἰ δὲ ἐκχωρεῖν τις λέγοι τῷ γινομένῳ σώματι τὸ προϋπάρχον, κενός τις ἔσται τόπος, εἰς ὃν μεταβήσεται· οὐ γὰρ δὴ εἰς τὸν ἐκείνου, ἐξ οὗ τοῦτο γίνεται·3 ἐκ γὰρ ἀσωμάτου γίνεσθαι ὑπόκειται. οὕτω μέν, εἰ ὁ τόπος, ἐν ᾧ ἔσται τὸ γινόμενον, περιεῖχέ τι σῶμα πρὸ τοῦ γινομένου· εἰ δὲ μηδὲν περιέχει σῶμα, κενὸν ἔσται τι ἀφωρισμένον, ὃ δέχεται τὸ σῶμα τὸ ἐκ τοῦ ἀσωμάτου γινόμενον, δέδεικται δὲ ἐν τῷ τετάρτῳ τῆς Φυσικῆς ἀκροάσεως, ὅτι ἀδύνατον εἶναι κενόν.
“既然它们是可生成的……”至“……但这是不可能的,之前已被指明。” 在指明了元素是可生成且可毁灭的之后,[亚里士多德]接着根据精确的划分探究:生成是由非物体产生还是由物体产生?而在指明了由非物体产生是不可能的之后,他得出生成是由物体产生的。而如果是由物体产生,则要么是由另一[类]物体产生,要么是彼此互生。因为必然性要求要么由自身产生,要么不由自身产生;但生成之物是由某种别的东西生成的,而不是由自身生成的,以免它先于自身的生成而存在。因此,如果不由自身产生,那么要么是彼此互生,要么不是彼此互生,而这等同于由其他[物体]产生。因此,在再次指明它们不可能由另一种物体生成之后,他得出了剩下的结论:元素是彼此互生的;因为既然划分是对盾的,在排除了其他项之后,剩下的那一项就必然留存下来。于是,他首先指明由非物体产生是不可能的,因为主张由非物体生成的论证设定了一个分离的虚空,而这已被指明是不可能的。至于这一点确实如此,他通过“一切生成的物体都在某个处所中生成”这一事实来指明;因为一切物体,尤其是可生成的且月下的物体,必然处于处所之中;从而由非物体生成的元素既然确实是物体,也就将处于某个处所之中。那么,在它们生成于其中且在生成时占据的那个处所里,要么预先存在着占据它的某个物体,要么在其中没有任何物体。但是,如果预先存在占据该处所的某个物体,就会有两个物体在同一个处所中——预先存在的物体与已生成的物体,两者都被容纳于该处所的同一界限内——这样一来就会有物体处于物体之中、物体穿过物体而渗透,而这是不可能的,正如他在《物理学》中也已指出的那样;因为随之而来的荒谬是最大的东西容纳于最小的东西之中,大海被容纳于勺子之中。所说之事的涵义就是如此;另一方面,“因为一切生成之物要么将是非物体的,生成[在其中发生]”这句原文的文词确实晦涩难懂,并且正如亚历山大也认为的那样,似乎由于其某一部分脱落而受损,其完整的文句当为“因为一切生成之物都在某物之中生成,且要么将是非物体的,生成[在其中发生]”,这表明一切生成之物都将处于处所之中,而生成于其中——即生成之物于其中——的这个处所,要么包含某种其他物体,要么不包含;而他把不容纳物体的处所称为“非物体的”。如果有人说预先存在的物体给生成的物体让出处所,那么就会存在它所移入的某个空虚处所;因为它决不会移入此物由此生成的那物之所在,毕竟假定〔此物〕是从非物体生成的。如果生成之物将在其中的处所在生成之物之前包含某个物体,情况便是如此;但如果不包含任何物体,就会存在接纳从非物体生成的物体的某种界定出来的虚空,而在《物理学》第四卷中已经指明,虚空的存在是不可能的。
- 3.50ἐκ τοῦ πᾶν τὸ γινόμενον σῶμα ἔν τινι γίνεσθαι τόπῳ
介词 ἐκ 支配带有中性单数属格定冠词 τοῦ 的带不定式的宾格结构(πᾶν τὸ γινόμενον σῶμα ... γίνεσθαι),构成表示论据前提的状语短语,直接修饰主动词 δείκνυσιν。
- 3.50ἡ δὲ λέξις ἡ λέγουσα πᾶν γὰρ τὸ γιγνόμενον ἤτοι ἀσώματον ἔσται, ἐν ᾧ ἡ γένεσις, ἀσαφὴς ὄντως ἐστὶ καὶ ἔοικεν, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ, ἡμαρτῆσθαι μέρους τινὸς αὐτῆς ἀφαιρεθέντος, εἶναι δὲ τὸ πλῆρες
该句的主干为 ἡ δὲ λέξις ... ἀσαφὴς ὄντως ἐστὶ καὶ ἔοικεν ... ἡμαρτῆσθαι ..., εἶναι δὲ τὸ πλῆρες ...。分词短语 ἡ λέγουσα ... 修饰主语 λέξις 并引出被引语句。动词 ἔοικεν 统辖两个并列的不定式 ἡμαρτῆσθαι 和 εἶναι,而独立属格结构 μέρους τινὸς αὐτῆς ἀφαιρεθέντος 则作状语说明文句发生讹误的原因。
- 3.50οὐ γὰρ δὴ εἰς τὸν ἐκείνου, ἐξ οὗ τοῦτο γίνεται
在介词短语 εἰς τὸν ἐκείνου 中,阳性宾格冠词 τὸν 之后省略了名词 τόπον,关系从句 ἐξ οὗ τοῦτο γίνεται 修饰指示代词属格 ἐκείνου(指非物体)。
