- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:62.3-63.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修考察了亚里士多德在269b29处的论证,说明作圆周运动的天体既无重亦无轻,并梳理和评估了亚历山大与德米斯提乌斯对此所作的三段论与假言推理重构。
" Τὸ δὴ κύκλῳ σῶμα φερόμενον ἕως τοῦ τὴν ἑτέραν εἶναι κατὰ φύσιν." Τοῖς ἀποδοθεῖσιν ὁρισμοῖς τοῦ βαρέος καὶ τοῦ κούφου προσχρώμενος, μᾶλλον δὲ ταῖς τῶν ὁρισμῶν ἀντιστροφαῖς, δείκνυσιν, ὅτι τὸ κύκλῳ φερόμενον σῶμα ἀδύνατον βάρος ἔχειν ἢ κουφότητα· εἰ γὰρ ἔχει, ἢ κατὰ φύσιν1 ἔχει ἢ παρὰ φύσιν, οὐδέτερον δὲ αὐτῶν δυνατὸν ἀποδειχθήσεται· δυσὶν τῶν ἠξιωμένων προσχρώμενος τῷ τε μίαν ἑκάστου τῶν ἁπλῶν τὴν κατὰ φύσιν εἶναι κίνησιν καὶ τῷ τῶν ἐναντίων ᾧ ἡ ἑτέρα παρὰ φύσιν, τὴν ἑτέραν εἶναι κατὰ φύσιν. δείκνυσι δὲ οὕτως, ὡς Ἀλέξανδρος καὶ Θεμίστιός φασι· τὸ κύκλῳ κινούμενον οὔτε ἄνω οὔτε κάτω κινεῖται κατὰ φύσιν· τὸ μήτε ἄνω μήτε κάτω κινούμενον κατὰ φύσιν οὔτε κοῦφον οὔτε βαρύ ἐστιν. οὐκ ἔστι δὲ ἀποφατικὴ ἡ ἐλάττων·2 ἦν γὰρ ἂν ἀσυλλόγιστον τὸ ἐρωτώμενον ἐκ δύο ἀποφατικῶν· ἀλλ’ ἀόριστον ἔχει τὸ κατηγορούμενον, ὡς εἰ λέγοι τις· τὸ κύκλῳ κινούμενόν ἐστιν οὔτε ἄνω οὔτε κάτω κινούμενον κατὰ τὴν αὑτοῦ φύσιν. μήποτε δὲ τούτου σωζομένου τοῦ ἀόριστον εἶναι τὸ κατηγορούμενον οὕτω μᾶλλον συνελογίσατο· τὸ κύκλῳ φερόμενον σῶμα οὔτε κατὰ φύσιν οὔτε παρὰ φύσιν ἀπὸ τοῦ μέσου ἢ ἐπὶ τὸ μέσον ἐνδέχεται κινηθῆναι, ὃ ἴσον ἐστὶ τῷ τὸ κύκλῳ φερόμενον σῶμα τοιοῦτόν ἐστιν ὥστε μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν ἀπὸ τοῦ μέσου ἢ ἐπὶ τὸ μέσον ἐνδέχεσθαι κινηθῆναι· τὸ τοιοῦτον οὔτε βάρος οὔτε κουφότητα ἔχειν δυνατόν· καὶ τὸ συμπέρασμα δῆλον. ἀλλ’ ὅτι μὲν τὸ μήτε ἐπὶ τὸ μέσον μήτε ἀπὸ τοῦ μέσου κινούμενον οὔτε βάρος οὔτε κουφότητα ἔχει, δῆλον ἐκ τῆς τῶν ὁρισμῶν ἀντιστροφῆς· εἰ γὰρ βαρύ ἐστιν τὸ φέρεσθαι πεφυκὸς ἐπὶ τὸ μέσον, κοῦφον δὲ τὸ ἀπὸ τοῦ μέσου, δῆλον, ὅτι τὸ μήτε ἐπὶ τὸ μέσον μήτε ἀπὸ τοῦ μέσου φερόμενον οὔτε βαρὺ οὔτε κοῦφόν ἐστιν. τὴν δὲ ἐλάττονα πρότασιν δείκνυσι δυνάμει οὕτως· τὸ κύκλῳ φερόμενον ἁπλοῦν ὂν καὶ ἁπλῆν κίνησιν κινούμενον μίαν ἔχει κατὰ φύσιν τὴν κύκλῳ φοράν· τὸ τοιοῦτον οὐκ ἔχει κατὰ φύσιν τὴν ἐπ’ εὐθείας φοράν. μᾶλλον δὲ κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον συνελογίσατο οὕτως· εἰ τῷ κύκλῳ φερομένῳ κατὰ φύσιν ὑπάρχει ἡ ἐπ’ εὐθείας φορά, ἔσται τὸ αὐτό τινι τῶν ἐπ’ εὐθείας κινουμένων· ἀλλὰ μὴν οὐκ ἔστιν, ὡς δέδεικται πολλάκις· οὐδὲ ἄρα κατὰ φύσιν ὑπάρχει τῷ κύκλῳ φερομένῳ ἡ ἐπ’ εὐθείας φορά. ὅτι δὲ τὸ συνημμένον ἀληθὲς τὸ εἰ κατὰ φύσιν αὐτῷ ἦν εἶναι αὐτὸ τὸ αὐτό τινι τῶν οὕτω φερομένων,3 ὑπέμνησε διὰ τοῦ μία γὰρ ἦν ἑκάστου τῶν ἁπλῶν· ὅτι δὲ οὐδὲ παρὰ φύσιν, δείκνυσιν, οἶμαι, κατὰ τὴν αὐτὴν ἔφοδον οὕτως· εἰ τῷ κύκλῳ φερομένῳ ἡ ἐπ’ εὐθείας ὁποιαοῦν παρὰ φύσιν ἐστίν, ἡ ἀντικειμένη αὐτῇ κατὰ φύσιν ἔσται. καὶ τούτου πάλιν τοῦ συνημμένου τὴν αἰτίαν προσέθηκε διὰ τοῦ ἔθεμεν γάρ, τῶν ἐναντίων ᾧ ἡ ἑτέρα παρὰ φύσιν, τὴν ἑτέραν εἶναι κατὰ φύσιν. καὶ αὐτὸς μὲν μέχρι τοῦδε τὸν συλλογισμὸν προήγαγε τὰ λοιπὰ παρεὶς ὡς ἐκ τῶν προειρημένων σαφῆ· πρὸς δὲ τὸ τέλειον ἑνὸς ἄλλου χρεία συνημμένου τοιούτου· εἰ ἡ ἀντικειμένη ὁποιαοῦν εἴτε ἡ ἄνω εἴτε ἡ κάτω κατὰ φύσιν ἐστίν, ἔσται τὸ αὐτὸ τῶν οὕτω τινὶ φερομένων, τουτέστιν τῶν ὑπὸ σελήνην τινί· ἀλλὰ μὴν τοῦτο ἀδύνατον ἐδείχθη· οὐδὲ ἄρα τῷ κυκλοφορητικῷ ἡ ἐπ’ εὐθείας ὁποιαοῦν παρὰ φύσιν ἐστίν. εἰ οὖν μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν, δῆλον δέ, ὅτι οὐδὲ ὑπὲρ φύσιν χείρων γε οὖσα, οὐδαμῶς οὔτε ἄνω οὔτε κάτω οἰσθήσεται· ὥστε οὔτε κοῦφον οὔτε βαρὺ ἔσται, εἴπερ τὸ μὲν ἄνω κοῦφον, τὸ δὲ κάτω βαρύ. ὁ μέντοι Θεμίστιος οὐχ οὕτως συλλογίζεσθαι νομίζει, ἀλλ’ ὅτι, εἰ μὲν τὴν κάτω παρὰ φύσιν κινηθείη, ἔσται αὐτῷ κατὰ φύσιν ἡ ἐναντία ταύτῃ ἡ ἄνω· ἦν δὲ καὶ ἡ κύκλῳ κατὰ φύσιν τῷ κυκλοφορητικῷ· δύο ἄρα ἑνὶ ἐναντία· κἂν τὴν ἄνω παρὰ φύσιν κινηθείη, πάλιν ἡ κάτω κατὰ φύσιν, καὶ τὸ αὐτὸ ἄτοπον ἀκολουθήσει τὸ δύο ἑνὶ ἐναντία εἶναι. καὶ ἔχει καὶ οὕτως λόγον.
“作圆周运动的物体……直至‘另一者依循自然’。” 借助所给出的重与轻的定义,或者毋宁说是借助这些定义的换位,他证明作圆周运动的物体不可能具有重或轻;因为如果它具有,它要么依循自然而具有,要么违反自然而具有,但这两者都将被证明是不可能的;这是通过借助两条公理来进行的:其一,对于每一个简单物体而言依循自然的运动只有一种;其二,在相反事物中,对于哪一个而言一者是违反自然的,另一者便是依循自然的。而他是这样证明的,正如亚历山大和德米斯提乌斯所言:“作圆周运动之物,既不依循自然向上运动,也不依循自然向下运动;凡不依循自然向上或向下运动之物,既非轻亦非重。”而小前提并非否定命题;因为如果是这样,从两个否定命题中探询的结论就是无法推导的;相反,它的谓项是不定的,正如有的人会说:“作圆周运动之物,是依其自身自然既不向上也不向下运动之物。”但或许在保留谓项是不定的这一点的前提下,他毋宁是这样推论的:“作圆周运动的物体,不可能依循自然或违反自然由中心离开或朝向中心运动”,这等同于“作圆周运动的物体是这样一种物体,以至于它不可能依循自然或违反自然由中心离开或朝向中心运动”;而“这样一种物体不可能具有重或轻”;并且结论是显而易见的。但是,凡既不朝向中心也不由中心离开而运动之物既无重亦无轻,这从定义的换位中是显而易见的;因为如果重是本性上朝向中心运移之物,轻是由中心离开而运移之物,那么显而易见,既不朝向中心也不由中心离开而运移之物既非重亦非轻。而他实际上是这样证明小前提的:“作圆周运动之物作为简单的物体并作简单运动,具有单一的圆周运动作为其依循自然的运动;这样一种物体并不具有依循自然的直线运动。”或者毋宁说,他是按照假言三段论的第二式这样推论的:“如果直线运动依循自然属于作圆周运动之物,它就将与作直线运动的某物相同;但事实并非如此,正如多次证明过的那样;因此,直线运动也并不依循自然属于作圆周运动之物。”而这一假言命题——即如果对它而言这是依循自然的,它自身就会与作如此运移的某物相同——是真实的,他是通过“因为对于简单物体的每一个而言[依循自然的运动]只有一种”而提醒人们注意的;至于这也是不违反自然的,我想,他是按照相同的步骤这样证明的:“如果任何一种直线运动对于作圆周运动之物是违反自然的,那么与它相对立的运动就将是依循自然的。”而对于这后一个假言命题的根据,他又通过“因为我们曾设定,在相反事物中,对于哪一个而言一者是违反自然的,另一者便是依循自然的”加以补充。他自己将三段论推展至此,其余部分则作为由前述内容已明晰之事而略去;但为了使其完备,还需要另一个如下的假言命题:“如果相对立的任何一种运动——不论是向上还是向下——是依循自然的,它就将与以那种方式运移的某物相同,即与月下的某物相同;但事实已证明这是不可能的;因此对于作圆周运动的物体而言,任何一种直线运动也并非违反自然的。”因此,如果既非依循自然也非违反自然,并且显而易见既然作为较劣的运动也绝非超越自然,那么它就绝不会向上或向下运移;因此,它既不是轻的也不是重的,只要向上是轻而向下是重。然而德米斯提乌斯认为并不是这样推论的,而是认为:如果它违反自然向下运动,与其相反的向上运动对于它而言就将是依循自然的;但对于作圆周运动之物而言圆周运动也是依循自然的;因此对一者而言就存在两种相反之物;即便它违反自然向上运动,向下运动又将成为依循自然的,并且将得出同样的荒谬结论,即对一者而言存在两种相反之物。而这样说也是合乎理路的。
- 1.20τῶν ἐναντίων ᾧ ἡ ἑτέρα παρὰ φύσιν, τὴν ἑτέραν εἶναι κατὰ φύσιν
τῶν ἐναντίων 是部分属格,修饰 ἡ ἑτέρα(及 τὴν ἑτέραν),关系代词与格 ᾧ 省略先行词(τούτῳ,“对于其中一者违反自然的事物而言”),整句构成由引入公理的冠词 τῷ 所统摄的宾格加不定式结构(τὴν ἑτέραν εἶναι κατὰ φύσιν)。
- 1.20οὐκ ἔστι δὲ ἀποφατικὴ ἡ ἐλάττων
为避免落入由两个否定前提无法得出结论(ἀσυλλόγιστον ἐκ δύο ἀποφατικῶν)的逻辑谬误,此处将小前提解释为并非否定命题,而是带有不定谓项(ἀόριστον κατηγορούμενον)的肯定命题,否定词修饰的是谓项本身而非系词。
- 1.20τὸ εἰ κατὰ φύσιν αὐτῷ ἦν εἶναι αὐτὸ τὸ αὐτό τινι τῶν οὕτω φερομένων
中性冠词 τό 将整个条件从句(εἰ ... ἦν)及其结论不定式短语(εἶναι αὐτὸ τὸ αὐτό...)名词化,作为同位语用以具体说明前述名词短语 τὸ συνημμένον(“假言命题/条件联系”)。
