← 辛普里丘

亚里士多德《论天》注释

§628.1-629.5

元素分解停顿假说的反驳与四元素的生成消灭

辛普里丘遵循亚里士多德(305a1),反驳了元素分解会在某处停顿的假说。无论停顿之处是不可分割之物(原子)还是可分割却不灭之物(恩培多克勒的观点),均不能成立,从而得出四种元素是生成且可灭的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.49

" Εἰ δὲ στήσεταί που ἡ διάλυσις ἕως τοῦ τὰ στοιχεῖα τῶν σωμάτων." Τὸν ἕτερον τρόπον ἀνελὼν τῆς τῶν στοιχείων ἀιδιότητος τὸν κατὰ τὸ ἐπ’ ἄπειρον διαλύεσθαι ἐπὶ τὸν ἕτερον μεταβέβηκε τὸν ἵστασθαί που τὴν διάλυσιν ὑποτιθέμενον καὶ δείκνυσιν, ὅτι ἀδύνατόν ἐστιν εἴς τι τοιοῦτον ἵστασθαι, ὃ μηκέτι διαλύεται. εἰ γὰρ ἵσταται, ἤτοι ἄτομόν τί ἐστι τοῦτο, εἰς ὃ ἵσταται, ἢ διαιρετὸν μὲν οὐ διαιρεθησόμενον δέ, τουτέστιν οὐ φθαρησόμενον, καθάπερ Ἐμπεδοκλῆς φησιν. οὗτος γὰρ διαιρετὰ μὲν λέγει τὰ στοιχεῖα· οὐ γὰρ ἀτόμους τὰς ἀρχὰς ὑποτίθεται οὗτος, ὡς οἱ περὶ Δημόκριτον· ἀλλὰ ἀμετάβλητα εἰς ἄλληλα καὶ ἄφθαρτα τὰ τέσσαρα στοιχεῖα ὑφίστησι, διότι κοινὴν ὕλην αὐτῶν οὐκ ἀπολείπει, τὴν δὲ ἐξ ἀλλήλων ὁρωμένην γένεσιν κατὰ ἔκκρισιν γίνεσθαι λέγει· πάντα γὰρ ἐν πᾶσιν ἐνυπάρχειν κατ’ ἐνέργειαν ὄντα. ἀλλ’ ἄτομον μὲν ἀδύνατον εἶναι τοῦτο, εἰς ὃ ἵσταται ἡ διαίρεσις τῶν σωμάτων, ὡς Δημόκριτος ἔλεγε. δέδεικται γάρ, ὅτι οὐχ οἷόν τε ἐξ ἀτόμων τὰ σώματα συγκεῖσθαι· οὔτε γὰρ συνεχές τι ἔσται οὔτε διαίρεσις οὔτε συναίσθησις οὔτε κρᾶσις· δέδεικται δὲ καί, ὅτι οὐδὲν ἔστιν ἄτομον σῶμα. ἀλλὰ μὴν οὐδὲ διαιρετὸν μὲν εἶναι δυνατόν, εἰς ὃ ἵσταται ἡ διάλυσις, οὐ διαιρεθησόμενον δέ· ἐν πᾶσι γὰρ τοῖς σώμασιν ὁρῶμεν, ὅτι τὸ ἔλαττον τοῦ μείζονος, ἂν ᾖ ὁμοειδὲς καὶ τῆς αὐτῆς φύσεως, εὐφθαρτότερόν ἐστιν· εἰ οὖν τὸ μεῖζον φθείρεται διαλυόμενον, ὡς πῦρ καὶ ἀὴρ καὶ ἕκαστον τῶν ἄλλων ὁρᾶται, πολὺ εὐλογώτερον τὸ ἔλαττον εὐπαθέστερόν γε ὄν· ὥστε οὐδὲ εἰς διαιρετὸν στήσεται ἡ διάλυσις. ὅτι δὲ τὸ ἔλαττον εὐφθαρτότερόν ἐστιν, ἐπὶ παραδείγματος τοῦ πυρὸς δείκνυσι. δύο γὰρ ὄντων τρόπων, καθ’ οὓς φθείρεται τὸ πῦρ, ὑπό τε τοῦ ἐναντίου σβεννύμενον καὶ αὐτὸ ὑφ’ ἑαυτοῦ μαραινόμενον, ἐν ἀμφοτέροις τὸ ἔλαττον εὐπαθέστερόν ἐστι καὶ εὐφθαρτότερον. εἴη δὲ ἂν διὰ τούτου τοῦ δύο τοὺς τρόπους εἶναι τῆς τοῦ πυρὸς φθορᾶς καὶ αὐτὸ τοῦτο δηλούμενον, ὅτι φθείρεται τὸ πῦρ καὶ ἀεὶ τὸ ἔλαττον τοῦ πλείονος ἐστιν εὐφθαρτότερον·1 τὸ δὲ ἐπὶ τοῦ πυρὸς ῥηθὲν καὶ ἐπὶ τῶν ἄλλων ἀκουστέον. εἰ οὖν μήτε ἐπ’ ἄπειρον αὐτῶν ἡ διάλυσις μήτε καταλήγει που εἰς τὰ μηκέτι διαλυθησόμενα, λείπεται φθαρτὰ καὶ γενητὰ εἶναι τὰ στοιχεῖα τῶν σωμάτων. τὰ δὲ τέσσαρα ταῦτα προεχειρίσατο σώματα οὐ τὸ ἐν ἀρχῇ λαμβάνων, ὡς ἄν τις ὑποτοπήσειεν, ἀλλὰ τὰ ἀπὸ τῶν ἁπλῶν κινήσεων εὑρεθέντα ἁπλᾶ σώματα ἐκλεξάμενος2 ζητεῖ, εἰ ταῦτα ἢ ἐν τούτοις ἔστι τι ἀίδιον· ποῦ γὰρ ἂν ἦν ἀλλαχοῦ τῶν συνεγνωσμένων;

“但如果分解在某处停顿”直至“物体的元素”。 在排除了元素为永恒的另一种方式,即按照被分解至无限的方式之后,他转向了假设分解在某处停顿的另一种方式,并表明不可能停顿在不再被分解的任何此类事物上。因为如果停顿,它所停顿于的这个事物,要么是某种不可分割之物,要么是可分割的却不会被分割,换言之即不会毁灭,正如恩培多克勒所说。因为恩培多克勒说元素是可分割的;因为他并没有像德谟克利特的追随者那样假设本原是不可分割的,而是断定四种元素互不转化且不灭,因为他没有为它们留下共同的质料,并且说被观察到的相互生成是通过析出而发生的;因为在他看来,万物都作为现实存在而内在存在于万物之中。但物体的分割所停顿于的这个事物,不可能如德谟克利特所说是不可分割的。因为已经证明,物体不可能由不可分割之物组成;因为那样既不会有任何连续之物,也不会有分割、共同感知和混合;并且也已经证明,没有任何物体是不可分割的。然而,分解所停顿于之物也不可能是可分割的却不会被分割;因为在所有物体中我们都看到,如果是同形式且具有相同本性的,较小的比更大的更容易毁灭;那么,如果较大的在分解中毁灭,正如火、气以及其余每一者被看到的那样,那么较小的毁灭就合理得多,因为它毕竟更容易承受变化;因此分解也不会停顿在可分割之物上。而较小的更容易毁灭,他通过火的例子加以证明。因为火毁灭的方式有两种,既被其对立物所熄灭,又被自身所耗竭,在这两种方式中,较小的都更容易承受变化且更容易毁灭。而借助火的毁灭有两种方式这一事实,也正是这一点会被阐明:火是毁灭的,且较小的总是比较多的更容易毁灭;而在火上所说的话,也必须在其余事物上同样理解。因此,如果它们的分解既不走向无限,也不在某处终止于那些不再会被分解的事物,那么剩下的结论就是,物体的元素是可毁灭且生成的。而他提出这四种物体,并不是如某些人可能怀疑的那样是在乞题,而是在选出从简单运动中发现的简单物体之后,探究这些物体或这些物体中的某种东西是否是永恒的;因为在已知物体中,它还能在别处的什么地方呢?

语法注2 条
  1. 3.49εἴη δὲ ἂν διὰ τούτου τοῦ δύο τοὺς τρόπους εἶναι τῆς τοῦ πυρὸς φθορᾶς καὶ αὐτὸ τοῦτο δηλούμενον, ὅτι φθείρεται τὸ πῦρ καὶ ἀεὶ τὸ ἔλαττον τοῦ πλείονος ἐστιν εὐφθαρτότερον

    该句的主干是带有分词的潜在祈愿式 εἴη ἂν ... δηλούμενον(“这一点也将会被阐明”),主语 αὐτὸ τοῦτο 由后随的 ὅτι 从句具体阐明。介词短语 διὰ τούτου τοῦ ... εἶναι 包含指示词及随后的带冠词不定式短语(“借助……这一事实,即存在两种方式……”),表明通过对火毁灭的两种方式的分析,火的可灭性以及较小者更易毁灭这一命题被同时证明。

  2. 3.49τὰ δὲ τέσσαρα ταῦτα προεχειρίσατο σώματα οὐ τὸ ἐν ἀρχῇ λαμβάνων, ὡς ἄν τις ὑποτοπήσειεν, ἀλλὰ τὰ ἀπὸ τῶν ἁπλῶν κινήσεων εὑρεθέντα ἁπλᾶ σώματα ἐκλεξάμενος

    宾语 τὰ τέσσαρα ταῦτα ... σώματα(“这四种物体”)被定式动词 προεχειρίσατο(“提出/选取”)隔开,构成倒置离隔(hyperbaton)。随后由两个分词短语 οὐ ... λαμβάνων 与 ἀλλὰ ... ἐκλεξάμενος 构成对比,辩明亚里士多德选取四元素并非出于乞题(τὸ ἐν ἀρχῇ λαμβάνειν),而是基于此前从简单运动中推导出的合理选择。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:628.1-629.5