← 辛普里丘

亚里士多德《论天》注释

§626.14-627.32

元素非永恒性的论证与分解结合的时间

亚里士多德在确立了元素是多个且有限的之后,转而考察它们是否永恒,并基于分解与结合所需的时间证明了在无限时间之外还会产生另一个无限这一荒谬,从而反驳了元素的永恒性。辛普利丘对此引用并解释了亚历山大关于不同元素的分解与结合能否同时发生的疑难及其解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.48

" Ἐπισκεπτέον δὲ πρῶτον, πότερον ἀίδιά ἐστιν ἕως τοῦ ὅπερ ἀδύνατον." Μετὰ τὸ δεῖξαι, ὅτι οὔτε ἄπειρα δυνατὸν εἶναι τὰ στοιχεῖα οὔτε ἕν, καὶ συναγαγεῖν ἐκ τούτου, ὅτι πλείονα αὐτὰ ἀνάγκη εἶναι καὶ πεπερασμένα, ἀκόλουθον ἦν ζητεῖν, πόσα καὶ ποῖα. ἀλλ’ αὐτὸς πρότερόν φησι δεῖν ἐπισκέψασθαι, πότερον ἀΐδιά ἐστιν ἢ γινόμενα καὶ φθειρόμενα· τούτου γὰρ δειχθέντος φανερὸν ἔσται, καὶ πόσα ἄττα καὶ ποῖά ἐστιν. δείκνυσιν οὖν ἐφεξῆς, ὅτι οὐκ ἔστιν ἀΐδια, τοῦτον τὸν τρόπον· λαβὼν ὡς ἐναργές, ὅτι τὰ συνεγνωσμένα πάντα ἡμῖν ὑπὸ σελήνην σώματα καὶ τὰ σύνθετα καὶ τὰ ἁπλᾶ, ἅπερ ἐκ τῶν ἁπλῶν ηὗρε κινήσεων, ὁρᾶται διαλυόμενα καὶ φθειρόμενα καὶ μᾶλλον τῶν ἁπλῶν τὰ σύνθετα, τοὺς τρόπους, καθ’ οὓς δυνατὸν ἦν καὶ διαλυόμενα τὰ ἁπλᾶ ἀΐδια1 εἶναι, ἐκτίθεται, ἵνα τούτους ἐλέγξας ἔχῃ τὸ μὴ εἶναι ἀΐδια. εἰκότως δὲ τῶν συνεγνωσμένων τὰ ἁπλούστερα ἐκλεξάμενος ἐπὶ τούτων ποιεῖται τὸν λόγον ὡς ἐν αὐτοῖς τῶν στοιχείων ὀφειλόντων εὑρεθῆναι,2 εἰ μὴ ἄρα τὸ ἐν ἀρχῇ δόξει λαμβάνειν οὔπω δείξας, πόσα τε καὶ τίνα ἐστὶ τὰ στοιχεῖα, ταὐτὸν δὲ εἰπεῖν τὰ ἁπλᾶ σώματα. λέγει οὖν, ὅτι, εἰ διαλυόμενα ὁρᾶται τὰ ἁπλᾶ σώματα, εἰ μέλλοι οὕτως ἔχοντα ἀΐδιόν τι ἔχειν ἐν αὑτοῖς, ὥσπερ προσήκει στοιχεῖον εἶναι, ἀνάγκη ἢ ἐπ’ ἄπειρον προχωρεῖν τὴν διάλυσιν, ὡς μηδέποτε διαλελύσθαι, ἢ ἵστασθαι καὶ παύεσθαι τὴν διάλυσιν μήπω διαλυθέντος τοῦ ὅλου· καθ’ ἑκάτερον γὰρ τούτων τῶν τρόπων δυνατόν, κἂν μὴ τὸ ὅλον, ἀλλὰ μέρος γέ τι ὑπομένειν ἀίδιον. εἰ οὖν μήτε ἐπ’ ἄπειρον αὐτὰ δυνατὸν διαλύεσθαι μήτε καταλήγειν εἴς τι ἀδιάλυτον τὴν διάλυσιν, δῆλον, ὅτι οὐκ ἔσται ἀίδια. καὶ ὅτι μὲν οὐκ ἐπ’ ἄπειρον αὐτῶν ἡ διάλυσις, δείκνυσι προλαβών, ὅτι ἐν χρόνῳ διαλύεται, καὶ ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ διαλύεται καὶ συντίθεται· καὶ γὰρ συντιθέμενα ὁρᾶται· οὐ γὰρ δυνατὸν τὸ αὐτὸ κατὰ ταὐτὸν ὑπομένειν ἄμφω· καὶ ὅτι ὅσος ὁ τῆς διαλύσεως χρόνος, τοσοῦτος ἂν εἴη ἢ καὶ πλείων ὁ τῆς συνθέσεως· ἐργωδεστέρα γὰρ ἡ σύνθεσις πανταχοῦ τῆς διαλύσεως. τούτων δὲ προειλημμένων συμβήσεται ἔξω τοῦ ἀπείρου χρόνου ἄλλον εἶναι ἄπειρον, ὅπερ ἐστὶν ἀδύνατον· οὐδὲ γὰρ πεπερασμένον ἔξω τοῦ ἀπείρου δυνατὸν εἶναι, μή τί γε ἄπειρον.3 ἕκαστον δὲ τῶν μερῶν εἶπε, διότι μέρη τοῦ παντός ἐστι τὰ τέσσαρα ταῦτα στοιχεῖα. Ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, διὰ τί ἄλλος χρόνος ἔσται τῆς συνθέσεως· δύναται γὰρ ἐν τῷ αὐτῷ χρόνῳ ἄλλου μὲν διάλυσις γίνεσθαι ἄλλου δὲ σύνθεσις, οἷον ἀέρος διάλυσις καὶ πυρὸς γένεσις· τὸ μὲν γὰρ αὐτὸ ἅμα διαλύεσθαί τε καὶ συντίθεσθαι ἀδύνατον κατὰ ταὐτόν, κατ’ ἄλλο μέντοι διαλύεσθαι καὶ κατ’ ἄλλο συντίθεσθαι οὐδὲν κωλύει. καὶ λύει τὴν ἀπορίαν λέγων· “εἰ καὶ ἕκαστον αὐτῶν εἴς τινα διαλύεται καὶ ἔκ τινων γίνεται, εἴη ἂν ἡ ἐπ’ ἄπειρον ἑκάστου αὐτῶν διάλυσις ἐπ’ ἄπειρον ἄλλου πάλιν σύνθεσις αὐτῶν ἐκείνων, εἰς ἃ διαλύεται, ἑνουμένων καὶ συντιθεμένων πάλιν· εἰ τοίνυν ἐπ’ ἄπειρον ἡ διάλυσις τοῦ πυρός, ὅτε δὲ διαλύεται πῦρ, τότε οὐ γίνεται οὐδὲ συντίθεται, ἐν ἄλλῳ ἂν εἴη συνιστάμενον καὶ γινόμενον, οὐκ ἐν ᾧ διαλύεται· οὗτος δὲ ἄπειρος· ἔξω ἄρα τοῦ ἀπείρου χρόνου ὁ χρόνος, ἐν ᾧ συνίσταται τὸ πῦρ. καὶ ἐπεὶ οὐκ ἐν ἐλάττονι γίνεται χρόνῳ ἢ φθείρεται, ἄπειρος δὲ ὁ τῆς φθορᾶς, ἄπειρος ἂν εἴη καὶ ὁ τῆς συνθέσεως αὐτοῦ. εἰ δὲ λέγοι τις ἐν τῇ αὐτῇ ἀπειρίᾳ τοῦ χρόνου τὸ μὲν γίνεσθαι τοῦ πυρός, τὸ δὲ φθείρεσθαι, καὶ τὸ γενόμενον πάλιν φθείρεσθαι καὶ ἄλλο γίνεσθαι, ὥσπερ καὶ τὸ ἀληθὲς ἔχει, ἡ τοιαύτη ὑπόθεσις οὐδὲν τοῦ πυρὸς ἀίδιον φυλάττει.”

“但首先应当考察,它们究竟是永恒的”直至“这正是不可能的”。 在表明了元素既不可能为无限亦不可能为一个,并由此得出它们必然是多个且有限的之后,顺理成章的探究应当是它们有多少以及是何种属性。但他自己说,必须首先考察它们是永恒的,还是生成和毁灭的;因为这一点被证明之后,它们有多少以及是何种属性也将变得显明。因此,他接下来以如下方式表明它们不是永恒的:在把我们所知的一切月下物体——无论是复合的还是他从简单运动中发现的简单物体——都被看到处于分解和毁灭之中,且复合的比简单的更为如此,作为显然的事实接受下来之后,他列举出简单物体即便处于分解之中也能够是永恒的诸种方式,以便在反驳了这些方式之后得出它们不是永恒的结论。而他合理地从已知物体中选出较为简单的物体并在这些物体上展开论述,这是认为元素应当在它们之中被发现,除非他尚未指明元素(换言之即简单物体)有多少和是哪些,因而被认为是在乞题。因此他说,如果简单物体被看到处于分解之中,若它们在处于这种状态时要在自身之中保有某种永恒之物,正如作为元素所应当的那样,那么分解就必然要么走向无限以至于绝不会分解殆尽,要么在整体尚未分解完毕时分解停顿并止息;因为按照这两种方式的每一种,即使不是整体,至少某个部分也可能保持为永恒。因此,如果它们既不可能被分解至无限,分解也不可能终止于某种不可分解之物,那么显然它们将不是永恒的。至于它们的分解不会走向无限,他通过预先设定以下几点加以证明:它们在时间中被分解;它们在不同时间中被分解和结合——因为它们也被看到处于结合之中,而同一事物不可能在同一方面同时承受二者——;以及分解的时间有多少,结合的时间便将有多少甚至更多——因为结合在任何地方都比分解更费力。在预先设定了这些之后,就会得出在无限时间之外还存在另一个无限时间,而这正是不可能的;因为在无限之外甚至连有限的都不可能存在,更不用说无限的了。而他说“各部分中的每一者”,是因为这四种元素是全体的各部分。 然而亚历山大提出疑问:为什么结合的时间必定是另一个时间?因为在同一时间中,一物的分解与另一物的结合完全可以发生,例如空气的分解与火的生成;同一事物在同一方面同时被分解与被结合固然是不可能的,但在这一方面被分解而在那一方面被结合却没有任何妨碍。他解决这一疑问说:“即使它们中的每一者分解为某些事物并从某些事物生成,它们每一者的无限分解,由于它所分解入的那些事物重新联合并结合,又将是另一事物的无限结合。那么,如果火的分解是走向无限的,而当火分解时它既不生成也不结合,那么它被构成和生成就将在另一个时间中,而不是在它被分解的时间中;而这个时间是无限的;因此,火被构成的时间是在无限时间之外的。并且,既然它生成的时间不短于它毁灭的时间,而毁灭的时间是无限的,那么它的结合的时间也将是无限的。但如果有人说,在时间的同一无限性之中,火的一部分生成而另一部分毁灭,且生成之物又毁灭而另一物生成,正如实际情况那样,那么这样的假设并没有把火的任何东西保全为永恒的。”

语法注3 条
  1. 3.48λαβὼν ὡς ἐναργές, ὅτι τὰ συνεγνωσμένα πάντα ἡμῖν ὑπὸ σελήνην σώματα καὶ τὰ σύνθετα καὶ τὰ ἁπλᾶ, ἅπερ ἐκ τῶν ἁπλῶν ηὗρε κινήσεων, ὁρᾶται διαλυόμενα καὶ φθειρόμενα καὶ μᾶλλον τῶν ἁπλῶν τὰ σύνθετα, τοὺς τρόπους, καθ’ οὓς δυνατὸν ἦν καὶ διαλυόμενα τὰ ἁπλᾶ ἀΐδια εἶναι, ἐκτίθεται, ἵνα τούτους ἐλέγξας ἔχῃ τὸ μὴ εἶναι ἀΐδια.

    主句的核心是 τοὺς τρόπους ... ἐκτίθεται(列举出诸种方式),前面是由分词 λαβών(在接受……之后)引导的充当其宾语的冗长 ὅτι 从句。在 ὅτι 从句内部,主语 τὰ συνεγνωσμένα πάντα ἡμῖν ὑπὸ σελήνην σώματα(以及同位语 καὶ τὰ σύνθετα καὶ τὰ ἁπλᾶ)与知觉动词 ὁρᾶται 搭配,后者带有补充性分词 διαλυόμενα καὶ φθειρόμενα。句末 ἵνα 目的从句中的 ἔχῃ τὸ μὴ εἶναι ἀΐδια 运用了 ἔχω 搭配带冠词不定式的结构,意为“得出/确立[它们]不是永恒的这一结论”。

  2. 3.48ὡς ἐν αὐτοῖς τῶν στοιχείων ὀφειλόντων εὑρεθῆναι

    这是 ὡς 连同属格独立结构(τῶν στοιχείων ὀφειλόντων εὑρεθῆναι)连用的句式,用以表达注疏者对亚里士多德挑选简单物体进行讨论的主观或合情理的动机(“认为元素应当在它们之中被发现”)。

  3. 3.48μή τί γε ἄπειρον

    在 οὐδὲ γὰρ πεπερασμένον ... μή τί γε ἄπειρον 的对比结构中,μή τί γε 是在否定语境中引出更强推论(a fortiori)的习惯表达,意为“更不用说[无限的了]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:626.14-627.32