← 辛普里丘

亚里士多德《论天》注释

§624.14-626.13

批判以微小界定火与驳斥单一元素说

辛普里丘注解了亚里士多德对以微小和精妙来界定火为元素的观点的批判,阐明其导致在先元素无限后退以及相对主义的荒谬后果。随后,他进一步阐发了针对所有单一元素说的共同反驳,指出基于自然简单运动的多样性与有限性,元素必然是多个且有限的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.46

" Τοῖς δὲ τῷ μεγέθει διορίζουσιν ἕως τοῦ καὶ πάλιν ὕδωρ καὶ γῆ." Μετὰ τοὺς σχηματίζοντας τῇ πυραμίδι τὸ πῦρ ἢ καὶ τῇ σφαίρᾳ — οἱ γὰρ αὐτοὶ ἂν ἥρμοσαν λόγοι — μετέβη ἐπὶ τοὺς τῷ μεγέθει διορίζοντας καὶ διὰ τοῦτο στοιχεῖον λέγοντας, ὅτι λεπτότατόν τε καὶ μικρομερέστατον τῶν ἄλλων ἐστί, καὶ λέγει, ὅτι τοῖς τῷ μεγέθει διορίζουσιν ἀκολουθεῖ πρότερόν τι τοῦ στοιχείου στοιχεῖον εἶναι καὶ τοῦτο εἰς ἄπειρον βαδίζειν. πῶς δὲ τοῦτο ἀκολουθεῖ, συντόμως ἔδειξεν εἰπὼν εἴπερ ἅπαν σῶμα διαιρετὸν καὶ τὸ μικρομερέστατον στοιχεῖον· εἰ γάρ, διότι μικρομερέστατον, διὰ τοῦτο στοιχεῖον, ἐστὶ δὲ διαιρετὸν εἰς τὰ μέρη, τὸ μέρος μικρότερον ὂν πρότερον ἂν αὐτοῦ εἴη καὶ πάλιν τὸ τοῦ μέρους μέρος, εἴπερ ἅπαν σῶμα διαιρετόν, καὶ τοῦτο εἰς ἄπειρον· ἀναιρεθήσεται ἄρα πᾶν τὸ ὑποτιθέμενον στοιχεῖον διὰ τὸ μικρομερές, εἴπερ τὸ μικρὸν εἰς μικρότερα διαιρεῖται. ἐπιστῆσαι δὲ χρή, ὅτι τῷ μεταλαβεῖν τὸ λεπτὸν εἰς τὸ μικρὸν καὶ τὸ λεπτομερὲς εἰς τὸ μικρομερὲς ἠκολούθησε τοῦτο τὸ ἄτοπον. ὅπερ δὲ πρότερον ἔδειξεν ἀκολουθοῦν ἄτοπον τοῖς μεγέθει καὶ μικρότητι τῶν στοιχείων τὴν διαφορὰν τῶν σωμάτων ὁρίζουσιν, ὡς οἱ περὶ Δημόκριτον τὰ τρία ἀέρα καὶ ὕδωρ καὶ γῆν τῇ μικρότητι τῶν στοιχείων ὁμοιοσχήμων ὄντων διαφέρειν ἔλεγον, τοῦτο καὶ τούτοις ἀκολουθεῖν φησιν. ἦν δὲ τὸ ἄτοπον ἐκεῖνο τὸ τῇ αὑτῶν φύσει μὴ εἶναι τὰ στοιχεῖα, ἅπερ ἔστιν, ἀλλ’ ἐν τῇ σχέσει τῇ πρὸς ἄλληλα τὸ εἶναι ἔχειν. τοῦτο οὖν τὸ ἄτοπον καὶ τοῖς τὸ πῦρ στοιχεῖον εἶναι λέγουσι διὰ τὸ λεπτομερὲς ἀκολουθεῖν φησι· τὸ γὰρ αὐτὸ σῶμα τοῦδε μὲν ὂν μικρομερέστερον, τοῦδε δὲ μεγαλομερέστερον, πρὸς μὲν τόδε ἀέρα ἔσεσθαι, πρὸς δὲ ἄλλο ὕδωρ ἢ γῆν. ἐπεὶ γὰρ τὸ πῦρ τῷ λεπτότερον εἶναι τοῦ ἀέρος στοιχεῖόν ἐστιν αὐτοῦ, καὶ ἡ ὑπεροχή, ἣν ἔχει κατὰ τὴν λεπτότητα, ἔν τινι λόγῳ ἐστίν, ὅταν ταύτην τὴν ὑπεροχὴν τὴν κατὰ λεπτότητα ὁ ἀὴρ ἄλλου τινὸς ὑπερέχῃ,1 ἔσται στοιχεῖόν τε ἐκείνου καὶ πῦρ ὡς πρὸς ἐκεῖνο, εἴ γε τὸ πυρὶ εἶναι ἦν ἐν τῷ τοσούτῳ λεπτοτέρῳ εἶναι. ὁ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος.

“而对于那些以大小来限定的人”直至“并且又〔成为〕水和土”。 在讨论了那些用金字塔或用球体来赋予火以形状的人之后——因为同样的论证也适合于他们——,他转向那些以大小来限定火并因此称其为元素的人,理由是它比其他事物最为精妙且由最微小的部分构成;他说,对于那些以大小来限定的人来说,便会得出在元素之先存在某种元素,且这会走向无限。至于这一点如何随之得出,他通过说“如果每一个物体都是可分的,且由最微小部分构成的是元素”而简短地指明了;因为如果由于是由最微小部分构成便由此是元素,而它又是可分为诸部分的,那么由于部分更小,部分就会先于它存在,而部分的部分又同样如此,如果每一个物体都是可分的,并且这会走向无限;因此,如果小可分割为更小,那么因微小部分而设定的所有元素都将被消除。应当注意的是,由于把“精妙”替换为“微小”,把“由精妙部分构成”替换为“由微小部分构成”,便随之产生了这一荒谬。此外,他此前指出对于那些以元素的巨大和小巧来限定物体的差异的人——正如德谟克利特一派主张空气、水和土这三者因同形元素的微小程度而有所不同——所伴随的荒谬,他说对于这些人也同样伴随。而那个荒谬就是:元素并非由于其自身的本性而是其所是,而是在彼此的关系中具有其存在。因此他说,这一荒谬对于那些由于由精妙部分构成而主张火是元素的人也是伴随的;因为同一个物体相对于此物由更微小的部分构成,而相对于彼物由更大的部分构成,因而相对于此物将是空气,相对于彼物将是水或土。因为既然火由于比空气更精妙而是空气的元素,且它在精妙性上所具有的卓越程度是在某种比例之中的,那么当空气在精妙性上比其他某物高出这一卓越程度时,它便将是那物的元素,并且相对于那物将是火,如果火之所以为火确实在于比某物精妙到这种程度的话。对于其余事物也是同样的道理。

§3.47

"Κοινὸν δὲ πᾶσιν ἁμάρτημα ἕως τοῦ ἀνάγκη πλείω εἶναι καὶ πεπερασμένα." Εἰπὼν πρότερον πρὸς τοὺς ἕν τι τῶν μεταξὺ στοιχεῖον λέγοντας ἢ ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξύ, εἶτα καὶ πρὸς τοὺς τὸ πῦρ στοιχεῖον λέγοντας, κοινὸν πᾶσι νῦν ἄτοπον ἐπάγει τοῖς ἓν τὸ στοιχεῖον λέγουσι τὸ μίαν πάντων ποιεῖν τὴν κατὰ φύσιν κίνησιν καὶ πάντων τὴν αὐτήν· πάντα γὰρ ἐκείνην κινήσεται τὴν κίνησιν, ἥτις οἰκεία τοῦ στοιχείου ἐστίν, ἐξ οὗ τὴν σύστασιν ἔχει. ἐπεὶ οὖν ὁρῶμεν πᾶν φυσικὸν σῶμα κινήσεως ἔχον ἀρχήν, εἰ πάντα τὰ σώματα ἕν τί ἐστι, καθ’ ὃ ἐξ ἑνός, ἀφ’ οὗ καὶ τὴν ἀρχὴν τῆς κινήσεως ἔχει, πάντων ἂν εἴη μία κίνησις τῷ εἴδει.2 τὴν δὲ διαφορὰν εἶναι κατὰ τὸ μᾶλλον καὶ ἧττον, ἥτις ἀκολουθεῖ τῷ πλέον εἶναι καὶ ἔλαττον, ὥσπερ καὶ τὸ πῦρ, ὅσῳ ἂν πλεῖον γένηται, φέρεται θᾶττον ἄνω τὴν αὑτοῦ φοράν. καὶ εἴπερ τὸ πῦρ ἦν μόνον στοιχεῖον, πάντα ἂν κατὰ φύσιν ἄνω ἐφέρετο τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον, νῦν δὲ καὶ κάτω φέρεταί τινα· καὶ ὅτι μὴ παρὰ φύσιν μηδὲ ταῦτα, δηλοῖ τὸ καὶ ἐπὶ τούτων, ὥσπερ καὶ ἐπὶ τοῦ πυρός, τὸ μεῖζον θᾶττον φέρεσθαι κάτω· καίτοι εἰ βίᾳ ἐφέρετο, τὸ μεῖζον βραδύτερον καὶ οὐχὶ θᾶττον ἐφέρετο. εἶτα συμπεραινόμενος, ὥστε, φησί, διά τε ταῦτα, ὅσα πρὸς τοὺς ἓν τὸ στοιχεῖον λέγοντας ἐρρήθη, εἴτε τῶν μέσων τι εἴτε τὸ πῦρ, καὶ ὅσα κοινῶς πρὸς τοὺς ἓν τὸ στοιχεῖον λέγοντας, καὶ μέντοι, φησίν, ἐπεὶ διώρισται πρότερον, ὅτι πλείους αἱ φυσικαὶ κινήσεις, ἀδύνατον ἓν εἶναι τὸ στοιχεῖον. τοῦτο δὲ τὸ ἐκ τῶν ἁπλῶν κινήσεων ἐπιχείρημα κοινὸν ἦν δεικνύον, ὅτι ἔστι στοιχεῖα καὶ ὅτι οὔτε ἄπειρα οὔτε ἕν· οὐσῶν γὰρ ἁπλῶν κινήσεων καὶ οὔτε μιᾶς οὔτε ἀπείρων, ἀλλὰ πλειόνων μὲν μιᾶς πεπερασμένων δέ, ἐπειδὴ αἱ ἁπλαῖ κινήσεις ἁπλῶν σωμάτων εἰσί, καὶ ὅσαι αἱ ἁπλαῖ κινήσεις, τοσαῦτά ἐστι τὰ ἁπλᾶ σώματα, τὰ δὲ ἁπλᾶ σώματα στοιχεῖα, δῆλον, ὅτι καὶ ἐκ τῶν κινήσεων ἀληθὲς εἰπεῖν, ὅτι ἀδύνατον ἓν εἶναι τὸ στοιχεῖον ὥσπερ καὶ ἄπειρα· καὶ γὰρ καὶ τοῦτο διά τε τοῦ τῶν κινήσεων λόγου ἀνῄρηται καὶ δι’ ἄλλων πολλῶν ἐπιχειρημάτων. ἐπεὶ οὖν οὔτε ἄπειρα, φησίν, οὔτε ἕν, εἶναι δὲ χρὴ πάντως στοιχεῖα, ἀνάγκη πλείονα αὐτὰ εἶναι καὶ πεπερασμένα.

“对于所有人共同的错误是”直至“必然是多个且有限的”。 在先前反驳了那些主张居间事物中的某一者(无论是水、空气还是居间者)为元素的人,随后又反驳了主张火为元素的人之后,他现在针对所有主张元素为一个的人引出一个共同的荒谬:即将所有事物的合乎本性的运动设定为一个且对所有事物是相同的;因为所有事物都将作那属于其赖以构成的元素的固有运动。因此,既然我们看到一切自然物体都具有运动的本原,那么如果所有物体就其源于同一个事物——它们也由此获得运动的本原——而言是单一的事物,那么对所有事物来说就会存在种属上单一的运动。而差异将是依照多与少,这伴随着更大与更小,正如火随着体积变得更大,在自身的位置移动中便更快地向上运动。如果火是唯一的元素,所有事物就都会合乎本性地向上运动,有的较快,有的较慢,但实际上某些事物也是向下运动的;而且这些事物甚至也不是违反本性而运动的,这一点由在它们身上就像在火身上一样、更大的物体更快地向下运动表明;然而如果是受强力运动,更大的物体本应运动得更慢而不是更快。随后他得出结论说,因此,无论由于针对那些主张元素为一个的人(不论是中间的某一者还是火)所说的这一切,还是由于针对主张元素为一个的人共同所说的一切,而且他说,既然先前已经确定自然的运动是多个,那么元素为一个便是不可能的。这一源于简单运动的论证是一个共同的论证,表明元素存在且它们既非无限亦非一个;因为既然存在简单运动,且它们既非一个亦非无限,而是多于一个且有限的,并且既然简单运动属于简单物体,简单运动有多少,简单物体便有多少,而简单物体就是元素,那么显而易见,根据运动来看,说元素不可能为一个正如不可能为无限一样也是真实的;因为这一点也通过关于运动的论证以及通过其他许多论证被消除了。因此他说,既然它们既非无限亦非一个,而元素又必定完全存在,那么它们必然是多个且有限的。

语法注2 条
  1. 3.46ὅταν ταύτην τὴν ὑπεροχὴν τὴν κατὰ λεπτότητα ὁ ἀὴρ ἄλλου τινὸς ὑπερέχῃ

    动词 ὑπερέχω 兼带表示比较对象的属格(ἄλλου τινός)和表示差额或程度的宾格(ταύτην τὴν ὑπεροχὴν τὴν κατὰ λεπτότητα),构成一种内在同族宾语性质的程度宾格用法。

  2. 3.47εἰ πάντα τὰ σώματα ἕν τί ἐστι, καθ’ ὃ ἐξ ἑνός, ἀφ’ οὗ καὶ τὴν ἀρχὴν τῆς κινήσεως ἔχει, πάντων ἂν εἴη μία κίνησις τῷ εἴδει

    条件句的主句为 πάντων ἂν εἴη μία κίνησις τῷ εἴδει,在从句(εἰ πάντα τὰ σώματα ἕν τί ἐστι)内部嵌套了两个关系代词从句:限定性的 καθ’ ὃ ἐξ ἑνός 以及以 ἑνός 为先行词的 ἀφ’ οὗ... 引导的从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:624.14-626.13