← 辛普里丘

亚里士多德《论天》注释

§623.8-624.13

火为角锥说导致的元素可分与荒谬后果

本节先陈述亚历山大对前述疑难的解答(即主张火为本原者同样会得出元素可分的结论),继而阐明亚里士多德针对把火定形为金字塔(四面体)的主张所引出的两条荒谬后果(火的部分不再是火,以及出现既非元素亦非由元素构成的物体)及其反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.45#2

καὶ λύει τὴν ἔνστασιν λέγων,1 ὅτι καὶ τούτοις ἂν ἀκολουθοίη, εἰ λέγοιεν μικρά τινα εἶναι πυρὰ τὰ στοιχεῖα τοῦ πυρὸς καὶ ταῦτα ἄφθαρτα· τὸ γὰρ παρ’ ἡμῖν πῦρ καὶ φθειρόμενον ὁρᾶται, δεῖ δὲ τὸ στοιχεῖον ἄφθαρτον εἶναι· ἔστιν ἄρα καὶ τοῦ πυρὸς στοιχεῖά τινα. ἀλλ’ εἰ τοῦτο, ἔστι δὲ καὶ τῶν ἐκ τοῦ πυρὸς γινομένων στοιχεῖά τινα κατὰ τὴν τοῦ πυρὸς ἀλλοίωσίν τε καὶ μεταβολὴν γινόμενα, ἔχοι ἂν λόγον τά τε τοῦ πυρὸς στοιχεῖα καὶ τὰ τῶν ἄλλων πρὸς ἄλληλα, ὃν καὶ τὰ ἐξ αὐτῶν, οὕτω τε εἴη ἂν καὶ τὸ τοῦ πυρὸς στοιχεῖον ἐπὶ μείζονος ὄγκου ἢ τὰ ἐκείνων· εἰ δὲ τοῦτο, καὶ διαιρετόν, ὡς δέδεικται. ὅτι δὲ ἐπὶ τῆς τοῦ πυρὸς παντοίας ὑποθέσεως τοῦτο δείκνυσιν, ἡ τῶν ἑξῆς ἀκολουθία δηλοῖ τῶν πρὸς τὰ πρότερα ἀποδοθέντων. εἰπὼν γὰρ εἰ μὲν γὰρ ἄτομον τὸ πρῶτον σῶμα ποιοῦσι καὶ περιαγαγὼν εἰς τοὐναντίον ταύτην τὴν ὑπόθεσιν καὶ δείξας, ὅτι διαιρετὸν ἀνάγκη εἶναι, ἐπάγει· εἰ δὲ διαιρετὸν τὸ τοῦ πυρὸς στοιχεῖον, ὅπερ δέδεικται, τοῖς μὲν σχηματίζουσιν αὐτὸ τῇ πυραμίδι ἀκολουθήσει τὸ τοῦ πυρὸς μέρος μὴ εἶναι πῦρ, ὅπερ ἄτοπον· ὁμοιομερὲς γὰρ ὁρᾶται τὸ πῦρ. ἀκολουθεῖ δὲ τοῦτο, εἴπερ πυραμὶς μὲν τὸ σχῆμα τοῦ στοιχείου τοῦ πυρός, διαιρετὴ δέ, ὡς δέδεικται· τῆς δὲ πυραμίδος τὰ μέρη οὐ πυραμίδες ἄμφω, εἰ καὶ τὸ ἕτερόν ποτε πυραμὶς γίνεται· γίνεται οὖν τὰ μέρη τοῦ πυρὸς οὐ πῦρ, εἴ γε ἐν τῷ πυραμίδος σχήμα ἔχειν ἐν τούτῳ ἦν αὐτῷ τὸ εἶναι πυρί. δεύτερον δὲ ἄτοπον ἐπάγει τοῖς σχηματίζουσι τὸ πῦρ τὸ μὴ πᾶν σῶμα ἢ στοιχεῖον εἶναι ἢ ἐκ στοιχείων, ὅπερ ὄντως ἄτοπον. τοῦτο δὲ συμβαίνει, διότι τὸ μέρος τῆς πυραμίδος οὔτε πυραμίς ἐστιν, ἵνα στοιχεῖον ᾖ, οὔτε ἐκ πυραμίδων,2 ἵνα ἐκ στοιχείων. εἰ οὖν πυραμὶς τὸ πῦρ, τὸ τοῦ πυρὸς μέρος οὔτε πῦρ ἐστιν, ὅτι μὴ πυραμίς, οὔτε ἕτερον στοιχεῖον οὐδέν, οἷον ἀὴρ ἢ ὕδωρ ἢ γῆ, — στοιχεῖα γὰρ τὰ ἁπλᾶ ταῦτα λέγει σώματα — εἴπερ τούτων μὲν ἕκαστον ἐκ συνθέσεως πυρὸς ἐγίνετο, τὸ δὲ τῆς πυραμίδος μέρος πυρὸς μόριόν ἐστιν. καὶ ἄλλως δὲ ἄτοπον ἄν ἦν τὸ τοῦ πυρὸς μόριον ἀέρα λέγειν ἢ ὕδωρ ἢ γῆν· ἔσται γὰρ οὕτω μέρη τοῦ στοιχείου τὰ γινόμενα ἐκ τοῦ στοιχείου. εἰ δὲ λέγοι τις τὸ μέρος τῆς πυραμίδος, εἰ καὶ μὴ πυραμίς ἐστιν, ἀλλὰ συγκείσθαί γε ἐκ πυραμίδων τῷ πᾶν στερεὸν σχῆμα εἰς πυραμίδας διαιρεῖσθαι, σχῆμα δέ τι ἔχειν καὶ τὸ μέρος τῆς πυραμίδος, εἶναί τε διὰ τοῦτο τῶν ἄλλων τι σωμάτων τῶν ἐκ τοῦ πυρός, ἔσται κατ’ αὐτοὺς τὸ μέρος τοῦ ἁπλοῦ στοιχείου σύνθετον καὶ οὐκ ὂν πυραμὶς ἐκ πυραμίδων συγκείσεται. “ἔτι δέ, φησὶν ὁ Ἀλέξανδρος, ἐπ’ ἄπειρον ἡ τομὴ ἔσται, εἰ τῆς μὲν πυραμίδος ἁπλῆς οὔσης τὸ μέρος σύνθετον, τοῦ δὲ συνθέτου πάλιν τὸ μέρος πυραμὶς ἁπλῆ οὖσα καὶ τῆς πυραμίδος τὸ μέρος πάλιν κατ’ αὐτοὺς σύνθετον· οὕτω δὲ οὐδὲν ἄν εἴη στοιχεῖον.”

并且他[亚历山大]消解了这一质疑,指出即使他们主张火的元素是某种微小的火且这些微火是不灭的,同样的结论也会落在这些人身上;因为我们身边的火被看到是会消灭的,而元素必须是不灭的;因此火也存在某种元素。但若果真如此,并且在由火生成的事物中也存在某些依火的质变与转化而生成的元素,那么火的元素与其余事物的元素彼此之间便具有其所生成之物彼此之间所具有的比例,从而火的元素在体积上也就会大于那些事物的元素;而若如此,它也就是可分的,正如已经证明的那样。至于他在关于火的各种假说中都证明了这一点,承接前述内容的后继论述的次序清楚地表明了这点。因为在说了“因为如果他们把原初物体设为不可分”并把这一假说导向相反结论、从而证明它必然是可分的之后,他接着补充道:“但如果火的元素是可分的——这一点已被证明——,那么对于那些用金字塔将其定形的人来说,就会得出火的部分不是火,这是荒谬的;因为火被观察到是同质部分的”。如果火的元素的形状确实是金字塔,且正如已经证明的那样是可分的,这一结论就会随之而来;因为金字塔的各部分并非两者都是金字塔,即使其中之一有时会成为金字塔;所以,如果火之所以为火恰恰在于具有金字塔的形状,那么火的各部分就成为不是火了。他针对赋予火以形状的人引出的第二个荒谬结论是:并非每一个物体要么是元素要么由元素构成,这确实是荒谬的。之所以发生这种情况,是因为金字塔的部分既不是金字塔以成为元素,也不是由金字塔构成以由元素构成。因此,如果火是金字塔,火的部分既不是火(因为不是金字塔),也不是任何其他元素,例如空气、水或土——因为他把这些简单物体称为元素——,如果这些物体中的每一者都是由火的组合而生成的,而金字塔的部分只是火的一小部分的话。此外,在其他方面把火的小部分称为空气、水或土也是荒谬的;因为这样一来,由元素所生成之物就会成为该元素的部分。但如果有人主张,金字塔的部分即使自身不是金字塔,但由于任何立体图形都可分割为金字塔,且金字塔的部分也具有某种形状,从而它也是由金字塔构成的,并且由于这一原因它是由火生成的其他物体之一,那么照他们看来,简单元素的部分将是复合的,并且在自身不是金字塔的情况下由金字塔构成。“此外,”亚历山大说,“分割将会走向无限,如果金字塔是简单的而其部分是复合的,而复合之物的部分又是简单的金字塔,并且照他们看来金字塔的部分又再次是复合的;而这样一来,将没有任何东西会是元素”。

语法注2 条
  1. 3.45καὶ λύει τὴν ἔνστασιν λέγων

    省略的主语承接上一区块末尾提及的亚历山大(Ἐφιστάνει δὲ καλῶς ὁ Ἀλέξανδρος...)。这表明此处是注解家亚历山大自己在消解前一段中由他本人提出的质疑,而非亚里士多德在回答。

  2. 3.45εἰ δὲ λέγοι τις τὸ μέρος τῆς πυραμίδος, εἰ καὶ μὴ πυραμίς ἐστιν, ἀλλὰ συγκείσθαί γε ἐκ πυραμίδων

    该句由主动词 λέγοι 统领宾格加不定式结构(τὸ μέρος ... συγκείσθαι)。在宾格主语 τὸ μέρος 与不定式 συγκείσθαι 之间插入了一个让步条件从句(εἰ καὶ μὴ πυραμίς ἐστιν),而连词 ἀλλά 则作为呼应引出不定式所表达的核心主张。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:623.8-624.13