- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:621.26-623.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德对将火设定为不可分元素的观点的批判,表明由于元素是具有体积比例的物体,火的元素在体积上必然大于空气的元素从而必定是可分的;他还探讨了关于术语一致性的疑难以及亚历山大的质疑。
" Ἀμφοτέροις δὲ ταὐτὰ συμβαίνει δυσχερῆ ἕως τοῦ οὔτε πῦρ οὔτε ἕτερον στοιχεῖον οὐδέν." Καὶ τοῖς σχηματίζουσι τὸ πῦρ καὶ τοῖς ἀσχημάτιστον λέγουσι τὰ αὐτά, φησίν, ἕπεται δυσχερῆ, εἰ πρῶτον αὐτὸ πάντων ποιοῦσι. πρὸς μὲν γὰρ τοὺς ἄτομον αὐτὸ νομίζοντας εἴτε σχῆμα ἔχον εἴτε ἀσχημάτιστον ἐροῦμεν, ἃ καὶ πρὸς τοὺς ἐξ ἀτόμων πάντα ποιοῦντας, τό τε μάχεσθαι ταῖς μαθηματικαῖς ἐπιστήμαις ἄτομόν τι μέγεθος λέγοντας καὶ τὸ τρόπον τινὰ ἐξ ἀριθμῶν ἢ ἐκ μονάδων τὰ ἄλλα γεννᾶν, καὶ ὅσα ἄλλα πρὸς ἐκείνους εἶπεν· ἄτομον δὲ λέγει τὸ ὡς ἀμερές. ὅτι δὲ οὐκ ἐνδέχεται ἄτομον λέγειν τὸ στοιχεῖον καὶ ἐξ ἀτόμων ποιεῖν τὴν τῶν φυσικῶν σωμάτων γένεσιν φυσικῶς λέγοντα, δείκνυσι καθόλου οὕτως· εἰ τὰ τῶν σωμάτων στοιχεῖα σώματά ἐστι καὶ αὐτά, καὶ πᾶν σῶμα παντὶ σώματι συμβλητὸν κατὰ ποσὸν τῷ μηδὲν ἄπειρον εἶναι σῶμα,1 εἴη ἂν καὶ τὰ ὁμοιομερῆ, οἷον ἀὴρ ὅλος, ὕδωρ ὅλον, γῆ πῦρ ὅλα, καὶ ταῦτα συμβλητὰ ἀλλήλοις, καὶ ὃν ἔχει λόγον αὐτὰ πρὸς ἄλληλα μεγέθους, τοῦτον αὐτὸν καὶ τὰ στοιχεῖα ἕξει πρὸς ἄλληλα ὄντα καὶ αὐτὰ τοιαύτης φύσεως. ἔχει δὲ οὕτω τὰ σώματα ταῦτα πρὸς ἄλληλα· τὸ λεπτότερον αὐτῶν μείζονα ὄγκον ἔχει τοῦ παχυμερεστέρου καὶ ἐπὶ πλέον ἐκτείνεται, ὕδωρ μὲν γῆς, ἀὴρ δὲ ὕδατος, πῦρ δὲ ἀέρος· δῆλον δὲ τοῦτο οὕτως ἔχον καὶ ἐκ τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν· ἐκ γὰρ ἐλάττονος τὸν ὄγκον ὕδατος ὁ γινόμενος ἀὴρ πλείων γίνεται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· καὶ τὰ στοιχεῖα ἄρα τῶν λεπτομερεστέρων·2 καὶ γὰρ αὐτὰ τοιαῦτα ὄντα γε τοιούτων γεννητικά. τὸ τοῦ πυρὸς ἄρα στοιχεῖον μεῖζον τὸν ὄγκον ἔσται τῶν τοῦ ἀέρος· εἰ δὲ μεῖζον, καὶ διαιρετόν· τὸ γὰρ μεῖζόν τινος αὐτό τε ἔχει τὸ οὗ μεῖζόν ἐστι καὶ τὴν ὑπεροχὴν αὐτοῦ· διαιρεῖται ἄρα εἴς τε τὸ ἴσον καὶ τὴν ὑπεροχὴν αὐτοῦ· διαιρετὸν ἄρα τὸ στοιχεῖον τοῦ πυρός. Ἀπορήσειε δ’ ἄν τις, πῶς πρότερον εἰπὼν λεπτὸν μὲν εἶναι τὸ μικρομερές, παχὺ δὲ τὸ μεγαλομερές, — καὶ ὁ Ἀλέξανδρος ἐξηγούμενος ταῦτα, ὡς εἶναι, φησί, τὸ μὲν ἐκ διπλασίου ἢ ὁ ἀὴρ συνεστὼς ὕδωρ, τὸ δὲ ἐκ τριπλασίου γῆν — πῶς οὖν τούτων πρότερον εἰρημένων νῦν φησιν,3 ὅτι καὶ τὸ στοιχεῖον ἔλαττον ἔσται τὸ τοῦ ὕδατος ἢ τὸ τοῦ ἀέρος; μήποτε οὖν ἐκεῖ μὲν τὸ ὕδωρ μεγαλομερέστερον ἐλέγετο τοῦ ἀέρος, ὅτι ἐν τῷ αὐτῷ ὄγκῳ μείζονα οὐσίαν ἔχει τὰ παχύτερα καὶ πυκνότερα τῶν λεπτοτέρων καὶ μανωτέρων, ἐνταῦθα δὲ ἔλαττον τὸ τοῦ ὕδατος ἢ τὸ τοῦ ἀέρος λέγει, ὅτι τῆς αὐτῆς οὐσίας οὔσης μᾶλλον συνέσταλται τὸ παχύτερον καὶ πυκνότερον τοῦ λεπτοτέρου καὶ μανωτέρου, ὡς δηλοῖ ἡ ἐξ ὀλίγου ὕδατος πολλοῦ γένεσις ἀέρος. Ἐφιστάνει δὲ καλῶς ὁ Ἀλέξανδρος, ὅτι τὸ δεδειγμένον ἐν τούτοις τῷ Ἀριστοτέλει τὸ μὴ εἶναι ἄτομον τὸ τοῦ πυρὸς στοιχεῖον πρὸς μὲν τοὺς ἀρχὰς τῶν φυσικῶν σωμάτων τὰς ἀτόμους ἢ τὰ ἐπίπεδα λέγοντας ἁρμόσοι ἄν, πρὸς δὲ τοὺς πῦρ λέγοντας τὸ στοιχεῖον, περὶ ὧν ὁ λόγος ἦν, πῶς ἂν ἁρμόσειε;
“双方都会遇到同样的困难”至“既不是火也不是任何其他元素”。 他说,无论对于赋予火以形状的人,还是主张火无形状的人,如果他们把火当作万物之首,都会得出同样的困难结论。因为对于那些认为火无论是有形状还是无形状都是不可分的人,我们将说出那些同样用来反驳由不可分之物构成万物者的话:即主张某种不可分的大小与数学各学科相冲突,以及在某种程度上由数或单子生成其他事物,还有他针对那些人所说的所有其他话;而他所谓不可分是指无部分的。至于在以自然哲学的方式论述时,不可能主张元素是不可分的,也不可能使自然物体的生成出于不可分之物,他普遍地证明如下:如果物体的各元素自身也是物体,并且由于没有任何物体是无限的,从而每一物体就数量而言都可与每一物体相比较,那么同质部分的事物,例如整个空气、整个水、整个土与火,这些事物彼此之间也将是可比较的,并且它们彼此之间具有何种大小的比例,元素彼此之间也将具有这完全相同的比例,因为元素自身也具有此种自然本性。而这些物体彼此之间的关系如下:它们中较微细者比较粗大部分构成者拥有更大的体积,并且延展得更广,水之于土、空气之于水、火之于空气皆是如此;这一点如此存在,从它们彼此之间的相互转化中也是显而易见的。因为从体积较小的水中所生成的空气变得更多,其余事物亦同样如此;因此由较微细部分构成者的元素[也将具有更大的体积];因为它们自身正是这样的,从而能生成这样的事物。因此火的元素在体积上将大于空气的元素;而如果更大,它也就是可分的;因为大于某物者本身兼具其所大于之物与其超出之量;因此它可被分割为相等之物与其超出之量;所以火的元素是可分的。但有人可能会提出疑难:既然此前说过微细是由微小部分构成的,而粗大是由大部分构成的——亚历山大在解释这些时也说,仿佛水是由两倍于空气的东西构成的,土则是由三倍的东西构成的——那么在这些话已于此前说过的情况下,他现在怎么会说水的元素将小于空气的元素呢?或许,在先前那处地方,水被说成由比较大部分构成,是因为在相同体积中,较粗重且浓密之物比微细且稀薄之物拥有更大的实体;而在这里,他说水的元素小于空气的元素,则是因为在实体相同的情况下,正如由少量的水生成大量的空气所表明的那样,较粗重且浓密之物比微细且稀薄之物更加收缩。亚历山大还恰当地提醒道:亚里士多德在这些论述中所证明的火的元素并非不可分,固然适用于那些主张自然物体的本原是原子或平面的人,但对于那些主张火是元素的人——即原本所讨论的对象——又怎能适用呢?
- 3.45τῷ μηδὲν ἄπειρον εἶναι σῶμα
由与格冠词 τῷ 引导的带定冠词不定式结构,不定式的宾格主语为 μηδὲν ... σῶμα,表语为 ἄπειρον εἶναι。它作为原因与格,用于说明前述断言 πᾶν σῶμα παντὶ σώματι συμβλητὸν κατὰ ποσόν(“每一物体就数量而言都可与每一物体相比较”)的理由。
- 3.45καὶ τὰ στοιχεῖα ἄρα τῶν λεπτομερεστέρων
紧接着上文省略了谓语短语 μείζονα ὄγκον ἕξει(“将具有更大的体积”)。由下文的因果说明(“因为它们自身正是这样的,从而能生成这样的事物”)可知,此处省略了将宏观物体的体积比例应用于其组成元素的核心谓词。
- 3.45Ἀπορήσειε δ’ ἄν τις, πῶς πρότερον εἰπὼν ... πῶς οὖν τούτων πρότερον εἰρημένων νῦν φησιν
由于插入了关于亚历山大解释的句子,使得疑问句受阻,随后通过 πῶς οὖν τούτων πρότερον εἰρημένων 恢复(resumptio)了疑问词 πῶς 的问句。前半部分的先行动词分词 εἰπὼν 为主格分词,与主要动词 φησιν 的主语(亚里士多德)在语法上保持一致。
