- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:620.1-621.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德考察以火为元素诸说的段落(304a7–a18),分析了赋予火以棱锥等形状的观点(区分了朴素的推论与更为技术性的推论),以及不赋予形状而仅承认微细性、将其他物体的生成比作金屑熔聚的观点。
" Ὅσοι δὲ πῦρ ὑποτίθενται τὸ στοιχεῖον ἕως τοῦ πυραμὶς ἂν εἴη τὸ πῦρ." Εἰπὼν πρὸς τοὺς τῶν μέσων τι στοιχεῖον τιθέντας καὶ μανότητι καὶ πυκνότητι ἀπὸ τούτου τὰ ἄλλα γεννῶντας μέτεισιν ἐπὶ τοὺς τὸ λεπτότατον τῶν τεσσάρων τὸ πῦρ στοιχεῖον λέγοντας, ὧν ἦν Ἵππασός τε ὁ Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος. οὗτοι οὖν, φησί, τὸ μὲν ἐν σχέσει καὶ ἐν τῷ πρός τι τὰ στοιχεῖα ποιεῖν διαφεύγουσι καὶ τὸ εἶναι κατ’ αὐτοὺς τοῦ στοιχείου στοιχεῖα, ἄλλα δέ τινα αὐτοῖς ἄτοπα ἐπάγει διελὼν αὐτῶν πρῶτον τὰς δόξας. οἱ μὲν γὰρ αὐτῶν σχῆμα προσάπτουσι τῷ πυρί, ὃ στοιχεῖον τίθενται, οἱ μὲν σφαῖραν οἱ δὲ πυραμίδα τὸ σχῆμα λέγοντες· τῶν δὲ σφαῖραν λεγόντων οὐ μέμνηται νῦν· οἱ δὲ σχῆμα μὲν οὐδὲν προσάπτουσι, λεπτομερέστατον δὲ μόνον ποιοῦσι. διαιρεῖ δὲ καὶ τοὺς πυραμίδα τὸ σχῆμα τιθέντας εἴς τε τοὺς ἁπλούστερον λέγοντας, πρὸς οὓς ὑπαντᾷ πρώτους, καὶ εἰς τοὺς κομψότερον τῷ λόγῳ προσάγοντας. λέγει οὖν πρὸς τοὺς ἁπλουστέρους, οὓς εὐφημότερον ἁπλουστέρους καλεῖ, ὅτι ἀσυλλογίστῳ χρῶνται λόγῳ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογιζόμενοι οὕτω·1 τὸ πῦρ τμητικώτατον· ἡ πυραμὶς τμητικώτατον· τὸ πῦρ ἄρα πυραμίς. ὅμοιοι δὲ τούτοις εἰσίν, ὥς φησιν ὁ Ἀλέξανδρος, καὶ οἱ τὸ πῦρ ἐν πολλαπλασίῳ λέγοντες ἀναλογίᾳ, ὅτι καὶ τὸ πῦρ καὶ ἡ πολλαπλάσιος ἀναλογία αὔξονται ταχύ. μήποτε δὲ δυνατὸν ἐν τῷ πρώτῳ σχήματι τὸν συλλογισμὸν συνάγεσθαι οὕτως·2 ἡ πυραμὶς τῶν σχημάτων τμητικώτατον· τὸ τῶν σχημάτων τμητικώτατον οἰκεῖον τῷ τῶν σωμάτων τμητικωτάτῳ· τοιοῦτον δὲ τὸ πῦρ· ἡ ἄρα πυραμὶς οἰκεία τῷ πυρί. εἰ δὲ ὁ συλλογισμὸς ὀρθῶς συνάγει, ἁπλουστέρως ἄν εἴποι λέγειν αὐτοὺς ὡς πρὸς τοὺς ἐφεξῆς παραβάλλων, οὓς κομψοτέρως τῷ λόγῳ προσάγοντας εἶπεν, ὅτι προαξιώσαντές τινα φυσικώτερον τὸν συλλογισμὸν οὕτω τεχνικώτερον ποιοῦνται. προλαμβάνουσι γάρ, ὅτι τὰ σώματα πάντα σύγκειται ἐκ τοῦ λεπτομερεστάτου· τὸ γὰρ λεπτομερέστατον ἁπλούστατον, ἐκ δὲ τοῦ ἁπλοῦ τὰ σύνθετα. καὶ δεύτερον, ὅτι τὰ σχήματα τὰ στερεὰ πάντα ἐκ πυραμίδων σύγκειται, ὥστε ἡ πυραμὶς ἂν εἴη τὸ πρῶτον καὶ λεπτομερέστατον τῶν σχημάτων. καὶ τρίτον, ὅπερ ὕστερον τέθεικεν, τὸ πρῶτον σχῆμα τοῦ πρώτου σώματος εἶναι. τούτων οὖν τεθέντων, ὅτι τὸ πῦρ πυραμίς ἐστι, συλλογίζονται οὕτω· τὸ πῦρ τῶν σωμάτων λεπτότατον καὶ πρῶτον· τὸ τῶν σωμάτων λεπτότατον καὶ πρῶτον τῷ λεπτοτάτῳ καὶ πρώτῳ τῶν σχημάτων ἐσχημάτισται, τοιοῦτον δὲ ἡ πυραμίς· τὸ πῦρ ἄρα πυραμὶς κατὰ τὸ σχῆμα. ζητῆσαι δὲ χρή, τίνος ἐστὶν αὕτη ἡ δόξα ἡ τὸ πῦρ πυραμίδα λέγουσα, διότι πρῶτον τῶν σωμάτων ἐστίν. Ἡράκλειτος μὲν γὰρ ὁ στοιχεῖον τῶν ἄλλων λέγων τὸ πῦρ οὐ λέγει πυραμίδα εἶναι τὸ πῦρ, οἱ δὲ Πυθαγόρειοι ἐκ πυραμίδων συγκεῖσθαι τὸ πῦρ λέγοντες οὐ λέγουσι τὸ πῦρ τῶν ἄλλων στοιχεῖον, εἴπερ καὶ αὐτὸ λέγουσιν ἐξ ὕδατος καὶ ἀέρος γίνεσθαι, ὥσπερ καὶ ἐκ πυρὸς ἀέρα καὶ ὕδωρ.
“凡将火假定为元素的人”至“火将是棱锥”。 在反驳了那些将某种中间物置为元素并借助稀薄与浓密由此生成其他事物的人之后,他进而转向那些主张四者中最微细的火是元素的人,梅塔庞提翁的希帕索斯与以弗所的赫拉克利特便属于这批人。于是他说,这些人虽然免于将元素置于关系和相对之中,也免于在他们看来存在着元素的元素,但在首先区分了他们的观点之后,他向他们提出了一些其他荒谬结论。因为他们中有些人将一种形状附加于被他们置为元素的火,一些人主张其形状是球体,另一些人主张是棱锥(主张球体的人他此刻并未提及);而另一些人则不附加任何形状,仅将其设定为由最微细部分构成的。他又把将棱锥置为其形状的人划分为论述较为朴素的人(他首先反驳这些人)和在论辩中较为巧妙地切入的人。于是他针对那些较为朴素的人——他以较为客气的措辞称他们为较朴素者——说,他们使用了无推论效力的论证,在第二格中由两个肯定命题推论如下:“火最具有切割性;棱锥最具有切割性;所以火是棱锥”。亚历山大说,那些主张火处于倍数比例中的人也与他们相似,因为火与倍数比例都在迅速增加。然而,推论或许可以在第一格中得出如下结论:“棱锥是诸形状中最具有切割性的;诸形状中最具有切割性者专属诸物体中最具有切割性者;火就是这样一种物体;所以棱锥专属火”。而如果该推论能正确得出结论,他所谓的他们论述得较为朴素,当是与下文的人相对比而言,他曾说后者在论辩中切入得更为巧妙,因为后者预先假定了某些更具自然学性质的前提,从而以更符合逻辑技术的方式构筑其推论。因为他们预先假定:一切物体皆由最微细部分构成者组合而成;因为最微细者最单纯,而复合事物产生于单纯者。其次,一切立体形状皆由棱锥组合而成,从而棱锥当是诸形状中最初且最微细的。第三,即他随后所置的前提:最初的形状属于最初的物体。于是在设定了这些前提之后,他们推论火是棱锥如下:“火是诸物体中最微细且最初的;诸物体中最微细且最初者是由诸形状中最微细且最初者塑造的;而棱锥就是这样的;所以火在形状上是棱锥”。但应当探讨的是,这种由于火是诸物体之首而主张火是棱锥的观点究竟属于何人。因为主张火是其他事物的元素的赫拉克利特并未说火是棱锥;而主张火由棱锥组合而成的毕达哥拉斯派,如果真如他们所言火本身也产生于水和空气,如同空气和水产生于火一样,那么他们并没有说火是其他事物的元素。
"Οἱ δὲ περὶ μὲν σχήματος οὐδὲν ἀποφαίνονται ἕως τοῦ καθάπερ ἂν εἰ συμφυσωμένου ψήγματος.3" Ἱστορήσας τὴν δόξαν τῶν πυραμίδα τὸ πῦρ εἶναι λεγόντων τῶν μὲν ἁπλούστερον τοῦτο τῶν δὲ πραγματοειδέστερον συλλογιζομένων ἐφεξῆς ἱστορεῖ τοὺς σχῆμα μὲν οὐδὲν ἀποδιδόντας, λεπτομερέστατον δὲ μόνον λέγοντας τὸ πῦρ, ἔπειτα ἐκ τούτου συντιθεμένου γίνεσθαι τὰ ἄλλα, καθάπερ ἐκ ψήγματος συμφυσωμένου καὶ συγχωνευομένου· συνιόντος γὰρ καὶ πυκνουμένου τοῦ πυρὸς τὰ παχύτερα ἐξ αὐτοῦ γίνεσθαι, ἀλλ’ οὐχὶ μιγνυμένου τινὸς αὐτῷ. “δοκεῖ δέ μοι διὰ τούτου, φησὶν ὁ Ἀλέξανδρος, τοῦ παραδείγματος τὸ ἄτοπον τῆς δόξης παραδεικνύναι· ὡς γὰρ ἐπὶ τοῦ συμφυσωμένου ψήγματος παχύτερον μέν τι ἐξ αὐτοῦ γίνεται σῶμα, χρυσὸς μέντοι καὶ αὐτό, οὕτω καὶ ἐκ τοῦ πυρὸς εἰ τούτῳ γίνοιτο τῷ τρόπῳ παχύτερα σώματα, πῦρ ἂν εἴη καὶ αὐτὰ παχύτητι καὶ μεγέθει μόνον διαφέροντα.”
“另一些人对于形状不作任何表明”至“正如吹聚的金屑一样”。 在叙述了那些主张火是棱锥的人的观点(其中一些人是以较为朴素的方式,另一些人则是以更为切合实际的方式进行推论)之后,他紧接着叙述那些不赋予任何形状、仅主张火是由最微细部分构成,并且主张随后如同从吹聚和熔炼的金屑中产生一样,从火的组合中产生其他事物的人;因为通过火的聚合与浓密化,更粗重的事物从它产生,而不是通过任何东西与它混合。“在我看来,”亚历山大说,“通过这一例子他表明了该观点的荒谬性;因为正如就吹聚的金屑而言,虽然某种更粗重的物体从中产生,但它本身仍然是金子一样,如果以这种方式从火中产生更粗重的物体,它们本身也将是火,仅在粗重程度和大小上有所不同。”
- 3.43ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογιζόμενοι οὕτω
从三段论理论的角度说明了亚里士多德所批评的“较朴素”论证的形式缺陷:在第二格中,当大前提和小前提均为肯定命题(καταφατικαί)时,中项(“最具切割性”)在两个前提中均充当谓项而未被周延,因而不能得出必然结论,属于无推论效力的论证(ἀσυλλόγιστος)。
- 3.43μήποτε δὲ δυνατὸν ἐν τῷ πρώτῳ σχήματι τὸν συλλογισμὸν συνάγεσθαι οὕτως
副词 μήποτε 在晚期希腊注疏文体中常用于表达审慎、委婉的提议或替代解释(“或许”、“大概”)。辛普里丘以此委婉地提出,被指责为第二格谬误的论证实际上可以重构成第一格的有效形式。
- 3.44καθάπερ ἂν εἰ συμφυσωμένου ψήγματος
这是一个椭圆省略式的比较结构,καθάπερ ἂν εἰ 与属格绝对结构(συμφυσωμένου ψήγματος)相结合。表示虚拟假设的 ἂν εἰ 隐含了相当于 γίνοιτο(“产生/发生”)的动词,构成比况表达:“正如若有金屑被吹聚[并由此产生某物]的情况一样”。
