← 辛普里丘

亚里士多德《论天》注释

§618.16-619.31

评亚历山大关于大小比例内在性的解释

辛普里丘引用完毕亚历山大对“由于较小者的比例存在于较大者之中”(303b22)的两种解释,并批评该论辩过于牵强:他指出即使大和小作为属性是相对的,具有它们的底层基质本身并不因此成为相对的,并反驳了亚历山大关于大地部分的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.42#2

δύναται δέ, φησί, καὶ τοιοῦτόν τι διὰ ταύτης προστιθέναι τῆς λέξεως· ἐπεὶ ἐν τῷ μείζονι καὶ τὸ ἔλαττον περιέχεται ἔστι γὰρ τὸ μεῖζον τοσοῦτον, ὅσον τὸ ἔλαττον, καὶ ἔτι, τὸ δὲ ἔλαττον τοσῷδε τοῦδέ τινος εἶναί ἐστιν ἐν ἄλλῳ εἶναι σώματί τινι·1 τὸ αὐτὸ ἅμα σῶμα ἀμφοτέρους ἔχοι ἂν τοὺς λόγους τόν τε τοῦ μείζονος καὶ τὸν τοῦ ἐλάττονος. εἰ δὲ ἀμφοτέρους τοὺς λόγους, καὶ ἀμφότερα ἂν εἴη τὰ σώματα, ὥστε τὸ μεῖζον καὶ ἐκ μειζόνων σῶμα ἔσται τοῦτό τε καὶ τὸ ἐξ ἐλαττόνων. ἡ γῆ ἅμα ἄρα γῆ τε καὶ ὕδωρ καὶ πάλιν τὸ ὕδωρ ὕδωρ τε καὶ ἀὴρ καὶ ὁ ἀὴρ ἀήρ τε καὶ πῦρ, ὥστε ἡ γῆ κατὰ τὴν ἐν αὐτῇ τῶν μορίων πρὸς ἄλληλα σχέσιν πάντα ἔσται· περιέχει γὰρ τῷ ἐκ μειζόνων εἶναι τοὺς τῶν ἐλαττόνων λόγους, καὶ δυνατὸν μόρια ἐξ αὐτῆς ἀφελεῖν, ἐν ᾧ ἂν βούληταί τις λόγῳ. ἢ τὸ ἐν τοῖς μείζοσι, φησίν, ἐνυπάρχειν τοὺς τῶν ἐλαττόνων λόγους οὐ περὶ πάντων εἴρηται τῶν μειζόνων, ἀλλὰ περὶ τῶν ἄλλων πλὴν τῆς γῆς, ἵνα τὸ λεγόμενον ᾖ· διὰ τὸ τὰ μείζω τινῶν ἄλλων εἶναι ἐλάττω· καὶ διὰ τοῦτο καὶ τοὺς τῶν μειζόνων καὶ τοὺς τῶν ἐλαττόνων λόγους ἔχει· ὕδωρ γὰρ πρὸς μὲν γῆν ἐλάττονα λόγον ἔχει πρὸς δὲ ἀέρα μείζονα, καὶ ἀὴρ πρὸς μὲν πῦρ μείζονα πρὸς δὲ ὕδωρ ἐλάττονα, ἡ μέντοι γῆ πρὸς πάντα τὸν μείζονα καὶ τὸ πῦρ τὸν ἐλάττονα. τῷ τοίνυν ταῦτα καὶ τοὺς μείζονας λόγους ἔχειν καὶ τοὺς ἐλάττονας ἔσται πρός τι· πρὸς μὲν γὰρ ἀέρα τὸ ὕδωρ γῆ ἔσται· μείζονα γὰρ λόγον ἔχει· πρὸς δὲ τὴν γῆν ὕδωρ· ἐλάττονα γὰρ ἔχει πρὸς ταύτην τὸν λόγον· πάλιν ὁ ἀὴρ ὡς μὲν πρὸς πῦρ γῆ ἂν ἢ ὕδωρ εἴη πρὸς δὲ ὕδωρ ἀὴρ ἢ πῦρ, καὶ ἡ ληφθεῖσα γῆ, εἰ καὶ μείζων τοῦ ὕδατός ἐστιν, ἀλλὰ ἄλλης γέ τινος γῆς ἐλάττων ἔσται καὶ τοσούτῳ, ὅσῳ μείζων ἦν τοῦ ὕδατος αὐτή, οὕτω δὲ ἔχουσα ὕδωρ ἔσται ἅμα καὶ γῆ.” Ταύτην τοῦ Ἀλεξάνδρου παρεθέμην αὐτοῖς ῥήμασι τὴν ἐξήγησιν διὰ τοὺς ἐμοῦ μᾶλλον, ὡς εἰκός, ἐξ αὐτῆς τὰ τοῦ Ἀριστοτέλους δυναμένους γνωρίζειν·2 ἐμοὶ γὰρ βίαιον δοκεῖ τὸ ἐπιχείρημα. κἂν γὰρ τὸ μέγα καὶ τὸ μικρὸν πρός τι ᾖ, οὐκέτι καὶ τὰ οἷς ὑπάρχει ταῦτα πρός τί ἐστι· κἂν γὰρ ὁ φίλος πρός τι ᾖ, ἀλλ’ ὁ ἄνθρωπος, ᾧ ὑπάρχει τὸ φίλῳ εἶναι, οὐκ ἔστι πρός τι, καὶ ἡ δυάς, ὅσῳ ὑπερέχει τῆς μονάδος, τοσούτῳ ὑπερέχεται ὑπὸ τῆς τριάδος, καὶ ὅμως οὐκ ἔστιν ἡ δυὰς πρὸς τὴν τριάδα μονάς· ὥστε, κἂν τὸ ὕδωρ τοσούτῳ μεῖζον ᾖ τοῦ ἀέρος, ὅσῳ τῆς γῆς ἔλαττον, καὶ καθ’ ὅσον μεῖζον καὶ ἔλαττον πρός τι ᾖ, ἀλλ’ οὐκέτι ἐστὶν ὡς πρὸς τὸν ἀέρα γῆ οὐδὲ ὁ ἀὴρ ὡς πρὸς τὸ ὕδωρ πῦρ, κἂν τοσούτῳ ἐλάττων ᾖ τοῦ ὕδατος, ὅσῳ τοῦ ἀέρος τὸ πῦρ· κἂν γὰρ καθ’ ὅσον μείζω καὶ ἐλάττω πρός τι ᾖ, ἀλλ’ οὐκέτι καθ’ ὃ ὕδωρ καὶ ἀήρ.3 κἂν γάρ, ὡς λέγει ὁ Ἀλέξανδρος, ἐν τῷ μείζονι καὶ ἐλάττονι εἶναι τοσῷδέ τινι ἐτίθεντο τὴν διαφοράν, οὐκ ἤδη διὰ τοῦτο καὶ τὰ οἷς ὑπάρχει τὸ μείζοσι καὶ ἐλάττοσι τοσῷδέ τινι εἶναι πρός τί ἐστι· καὶ γὰρ ἡ δυὰς ὥρισται τῷ μονάδι μείζων μὲν εἶναι τῆς μονάδος ἐλάττων δὲ τῆς τριάδος. καὶ τὸ πρὸς τῷ πέρατι δὲ ῥηθέν, ὅτι “ἡ ληφθεῖσα γῆ, εἰ καὶ μείζων τοῦ ὕδατός ἐστιν, ἀλλὰ ἄλλης γέ τινος γῆς ἐλάττων ἔσται καὶ τοσούτῳ, ὅσῳ μείζων ἦν τοῦ ὕδατος αὕτη, οὕτω δὲ ἔχουσα ὕδωρ ἔσται ἅμα καὶ γῆ,” καὶ τοῦτο οὖν δοκεῖ μοι λέγεσθαι ὡς τῆς γῆς αὐτῆς μείζονος λαμβανομένης τοῦ ὕδατος καὶ οὐχὶ τῶν στοιχείων τῆς γῆς μειζόνων ὄντων τῶν τοῦ ὕδατος στοιχείων. τίνα δὲ ἂν ἔχοι λόγον, εἰ τὸ ληφθὲν μέρος τῆς γῆς μεῖζον μέν ἐστί τινος μέρους ὕδατος ἔλαττον δέ τινος μέρους γῆς, διὰ τοῦτο ὕδωρ ἅμα καὶ γῆν τὸ αὐτὸ εἶναι;

而亚历山大说,通过这一表述也可以补充这样一种意思:既然在较大者中较小者也被包容——因为较大者不仅与较小者一样大,而且还要更多,而比这某物小这么多就是处于某个另一物体中——同一物体将同时具有两者的比例,即较大者的比例和较小者的比例。如果它具有两者的比例,它也将是两种物体,从而较大且由较大[部分]构成的物体既将是这一个物体,又将是由较小[部分]构成的物体。于是大地同时既是大地又是水,水又既是水又是空气,空气又既是空气又是火,从而大地根据其内部各部分之间的相互关系将成为一切事物;因为由于它由较大[部分]构成,它包容了较小者的比例,并且人们可以以任意想要的比例从中扣除各部分。或者,他说,“较小者的比例存在于较大者之中”并非针对所有的较大者而言,而是针对除大地之外的其他事物而言,以便所言之意是:由于比某些事物更大的东西小于另一些事物;并且正因为此,它们兼具较大者的比例与较小者的比例;因为水相对于大地具有较小的比例,但相对于空气具有较大的比例,而空气相对于火具有较大的比例,但相对于水具有较小的比例(然而大地相对于所有事物都具有较大的比例,而火则具有较小的比例)。因此,由于这些事物兼具较大的比例和较小的比例,它们将是相对的;因为水相对于空气将是大地(因为它具有较大的比例),而相对于大地则是水(因为相对于它具有较小的比例);反过来,空气相对于火将是大地或水,而相对于水则是空气或火;并且所选取的大地,即使它大于水,但仍将小于某种别的大地,并且其小的程度等于它自身大于水的程度,处于这种状况下它将同时既是水又是大地。” 我之所以一字不差地引述亚历山大的这一解释,是为了那些很可能比我更能从中领会亚里士多德观点的人;因为在我看来,这一论辩显得过于牵强。因为即使大与小是相对的,具有这些属性的事物却并不因此也是相对的;因为即使朋友是相对的,具有“作为朋友”这一属性的人却并不是相对的;而二元组超出单元组的程度,等于它被三元组超出的程度,然而二元组相对于三元组而言并非单元组;以至于即使水大于空气的程度等于它小于大地的程度,并且就其作为更大和更小而言是相对的,但它相对于空气而言并不因此就是大地,空气相对于水而言也并不就是火,即使它小于水的程度等于火小于空气的程度;因为即使就其作为更大和更小而言是相对的,但就其作为水和空气而言却并不因此[是相对的]。因为即使如亚历山大所说,他们将差异置于具有某种程度的更大和更小之中,具有某种程度的更大和更小的事物本身也并不立即因此就是相对的;因为二元组也正是通过比单元组大一个单位、比三元组小[一个单位]而被规定的。至于最后所说的“所选取的大地,即使它大于水,但仍将小于某种别的大地,并且其小的程度等于它自身大于水的程度,处于这种状况下它将同时既是水又是大地”,在我看来,这也是将大地本身视为大于水而被选取的,而不是大地的诸元素大于水的诸元素。但是,如果所选取的大地部分大于水的某个部分,却小于大地的某个部分,并因此使同一事物同时既是水又是大地,这能有什么道理呢?

语法注3 条
  1. 3.42τὸ δὲ ἔλαττον τοσῷδε τοῦδέ τινος εἶναί ἐστιν ἐν ἄλλῳ εἶναι σώματί τινι

    由系动词 ἐστιν 连接,主语是带有冠词的不定式短语 τὸ ἔλαττον τοσῷδε τοῦδέ τινος εἶναι(“比这某物小这么多”),表语是不定式短语 ἐν ἄλλῳ εἶναι σώματί τινι(“处于某个另一物体中”)。τοσῷδε 是表示差额的与格,τοῦδέ τινος 是比较属格。

  2. 3.42διὰ τοὺς ἐμοῦ μᾶλλον, ὡς εἰκός, ἐξ αὐτῆς τὰ τοῦ Ἀριστοτέλους δυναμένους γνωρίζειν

    介词 διά 支配宾格分词短语 τοὺς δυναμένους(“那些能够……的人”),其间插入了比较副词短语 ἐμοῦ μᾶλλον(“比我更……”)与插入语 ὡς εἰκός(“理所当然地/大概”)。ἐξ αὐτῆς 指代前文的“解释”(ἐξήγησιν),而 τὰ τοῦ Ἀριστοτέλους 作为不定式 γνωρίζειν 的直接宾语。

  3. 3.42κἂν γὰρ καθ’ ὅσον μείζω καὶ ἐλάττω πρός τι ᾖ, ἀλλ’ οὐκέτι καθ’ ὃ ὕδωρ καὶ ἀήρ

    在 κἂν ... ἀλλ’ οὐκέτι 的句式中,让步从句(“即使……”)与限制性主句(“然而……不再……”)形成对比。在紧缩句 ἀλλ’ οὐκέτι καθ’ ὃ ὕδωρ καὶ ἀήρ 中,承前省略了谓语 πρός τί ἐστι(“是相对的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:618.16-619.31