← 辛普里丘

亚里士多德《论天》注释

§61.1-62.2

重轻定义的引入与简单物体的论证

辛普里丘阐明了亚里士多德在269b20处引入重与轻之定义的意图(并非如第四卷那样的本论,而是为了服务于天体不生不灭的证明),区分了绝对与相对的重和轻,并驳斥了企图以居间元素动摇简单物体证明的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

" Δεῖ δὲ ὑποθέσθαι, τί λέγομεν τὸ βαρὺ καὶ κοῦφον." Ὅτι μὲν οὐ προηγούμενος ἐπὶ τοῦ παρόντος ὁ περὶ τοῦ κούφου καὶ βαρέος λόγος ἐστὶν αὐτῷ, ὥσπερ ἐν τῷ τετάρτῳ βιβλίῳ, ἔνθα περὶ τούτων προηγουμένως διαλέγεται, ἀλλὰ νῦν αὐτοῦ δεῖται πρὸς τὸ δεῖξαι τὸ κυκλοφορητικὸν σῶμα ἀγένητόν τε καὶ ἄφθαρτον ἐκ τοῦ μήτε βάρος ἔχειν μήτε κουφότητα, αὐτὸς σαφῶς διὰ τῆς λέξεως ἐδήλωσε.1 προαναφωνήσας δὲ τὸ συμπέρασμα τῶν δειχθησομένων τρόπον τινὰ ἐν τῷ εἰπεῖν “φανερόν, ὅτι οὔτε κουφότητα οὔτε βάρος ἔχει πᾶν σῶμα” (τὸ γὰρ συμπέρασμά ἐστιν αὐτό, ὅτι ‘τὸ κύκλῳ φερόμενον ἀδύνατον βάρος ἔχειν ἢ κουφότητα’) ὁρίζεται, τί τὸ βαρὺ καὶ τί τὸ κοῦφον καὶ τί τὸ βαρύτατον καὶ τί τὸ κουφότατον. ἐπειδὴ γὰρ τῶν κάτω φερομένων τὸ μὲν μέχρι τοῦ κέντρου πρόεισιν, ταὐτὸν δὲ εἰπεῖν, μέχρι τοῦ κατωτάτω, ὥσπερ ἡ γῆ, τὸ δὲ μέχρι τῆς γῆς, καὶ τῶν ἄνω τὸ μὲν μέχρι τοῦ ἀνωτάτω, τουτέστι τῆς σεληνιακῆς σφαίρας, τὸ πῦρ, τὸ δὲ μέχρι πυρός, εἰκότως τὸ μέν ἐστι βαρύ, τὸ δὲ βαρύτατον, καὶ τὸ μὲν κοῦφον, τὸ δὲ κουφότατον. εἰ οὖν βαρὺ τὸ κάτω φερόμενον καὶ κοῦφον τὸ ἄνω, καὶ ἔστιν ὁρισμὸς ταῦτα τοῦ βαρέος καὶ κούφου, δῆλον, ὅτι καὶ ἀντιστρέφει ἀναγκαίως,2 ὥστε τὸ φερόμενον ἄνω ἢ κάτω ἢ βαρύτητα ἔχειν ἢ κουφότητα. ἐπειδὴ δὲ καὶ τοῦ ἄνω ἐστὶ τὸ μὴ τελέως ἄνω, ἀλλά τι καὶ κάτω ἔχον, ὥσπερ ὁ ὑπὸ τὸ πῦρ τόπος, καὶ τοῦ κάτω τὸ μὴ τελέως κάτω, τὰ ἐπὶ τούτους ἰόντα τοὺς τόπους ἄμφω δικαίως ἔχει καὶ βάρος καὶ κουφότητα, οὐ πρὸς τὸ αὐτὸ δέ· οὐ γὰρ δυνατὸν τοῦ αὐτοῦ κουφότερον ἅμα καὶ βαρύτερον εἶναι· ἀλλὰ πρός τι τούτοις ἐστὶ τὸ βαρὺ καὶ κοῦφον. ὁ γὰρ ἀὴρ πρὸς τὸ ὕδωρ κοῦφος, οὐ μέντοι πρὸς τὸ πῦρ, καὶ τὸ ὕδωρ πρὸς τὴν γῆν, οὐ μέντοι πρὸς τὸν ἀέρα· πρὸς γὰρ τοῦτον βαρύ. διὸ ταῦτα μὲν οὐ κυρίως κοῦφα οὐδὲ κυρίως βαρέα οὐδὲ κυρίως ἁπλᾶ. κοῦφον δὲ κυρίως καὶ ἁπλοῦν τὸ πῦρ, καὶ βαρὺ κυρίως καὶ ἁπλοῦν ἡ γῆ, τὸ μὲν πᾶσιν ἐπιπολάζον τοῖς ἄνω φερομένοις, τὸ δὲ πᾶσιν ὑφιστάμενον τοῖς κάτω· ὥστε εἰ μὴ πάντῃ ἁπλᾶ τὰ μέσα, οὐ κυρίως ἂν αὐτοῖς ὁ περὶ τῶν ἁπλῶν ἐφαρμόζοι λόγος. οὐδὲ καλῶς ἀπὸ τούτων ἐπεχείρουν τινὲς τὰς περὶ τῶν ἁπλῶν εἰρημένας ἀποδείξεις διασαλεύειν.

“但有必要假定,我们所称的重与轻是什么。” 关于轻与重的讨论在目前并不是他的主要目的——并不像在第四卷中那样,他在那里主要是探讨这些问题的——而是他现在需要借助它,从既无重也无轻这一点来证明作圆周运动的物体是不生不灭的,这一点他自己通过措辞作了明确的说明。并且,在某种程度上通过说“显而易见,并非每一个物体都具有轻或重”而预先宣告了将要被证明的事情的结论之后(因为这个结论本身就是“作圆周运动之物不可能具有重或轻”),他便定义了什么是重、什么是轻,以及什么是极重、什么是极轻。因为在向下运移的事物中,一者前行至中心,也就是说到最下处,正如土那样,而另一者则前行至土处;并且在向上运移的事物中,一者前行至最上处,即月球天球处,如火那样,而另一者则前行至火处;因此理所当然地,一者是重的,另一者是极重的,一者是轻的,另一者是极轻的。因此,如果向下运移的是重,向上运移的是轻,并且这些是重与轻的定义,那么显而易见,它们也必然可以换位,以至于向上或向下运移的事物或具有重或具有轻。然而,由于在上之中也有并非完全在上、反而也带有某种在下之属性者(正如火之下的处所那样),而在下之中也有并非完全在下者,所以去往这些处所的事物正当地兼具重与轻,但并非相对于同一事物而言;因为不可能相对于同一事物同时既较轻又较重;相反,对于这些事物而言,重与轻是相对而言的。因为空气相对于水而言是轻的,但相对于火而言则不然;水相对于土而言是轻的,但相对于空气而言则不然,因为相对于后者它是重的。因此,这些事物并非严格意义上的轻,亦非严格意义上的重,也非严格意义上的简单物体。而火是严格意义上的轻和简单物体,土是严格意义上的重和简单物体:前者浮于一切向上运移之物之上,后者沉于一切向下运移之物之下;因此,如果居间的物体并非全然简单,那么关于简单物体的论说就不能严格地适用于它们。而某些人试图以此为出发点来动摇关于简单物体所作出的那些证明,也是不妥当的。

语法注2 条
  1. 1.19Ὅτι μὲν οὐ προηγούμενος ἐπὶ τοῦ παρόντος ὁ περὶ τοῦ κούφου καὶ βαρέος λόγος ἐστὶν αὐτῷ... αὐτὸς σαφῶς διὰ τῆς λέξεως ἐδήλωσε.

    句首的 Ὅτι 引导一个名词性从句,作句末主动词 ἐδήλωσε 的宾语从句。这是一个倒装结构,冗长的宾语从句(Ὅτι μὲν ... μήτε κουφότητα)大幅先于句子的主语 αὐτός 及主动词出现。

  2. 1.19ἀντιστρέφει ἀναγκαίως

    此处作为逻辑学术语使用,意为“换位”(具有可逆性/可互换性)。由于这是定义(如“重者=向下运移之物”等),主词与谓词必然能够相互换位,从而导出了紧随其后的 ὥστε 结果从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:61.1-62.2