- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:613.7-614.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在303a29处反驳原子论者的无限说——即立体图形皆可归约为棱锥且球体可分为八个棱锥状部分、因而形状本原必属有限——辛普利丘引用亚历山大的几何学解释阐明了球体的八等分,并论证了形式的有限性必然推导出数目的有限性。
" Ἔτι οὐδὲ κατὰ τὴν τούτων ὑπόληψιν ἕως τοῦ καὶ τὰ ἁπλᾶ σώματα τοσαῦτα ἔσται τὸ πλῆθος." Ὥσπερ κατὰ τὴν Ἀναξαγόρου δόξαν οὐκ ἦν ἀνάγκη λέγειν ἄπειρα τὰ στοιχεῖα, εἴπερ ἔλεγον τοῖς πάθεσιν ἀλλήλων διαφέρειν τὰς ὁμοιομερείας, ἐδείχθη δὲ τὰ πάθη κατὰ τὰς αἰσθήσεις πεπερασμένα, οὕτως οὐδὲ κατὰ τούτους ἀνάγκη τὰς ἀρχὰς ἀπείρους λέγειν. εἰ γὰρ διὰ τοῦτο ἀπείρους ἔλεγον εἶναι τὰς ἀτόμους, ὅτι σχήμασι διαφέρουσι, τὰ δὲ σχήματά ἐστιν ἄπειρα, ἐὰν δείξῃ τις λόγος, ὅτι τὰ πρῶτα τῶν σωμάτων σχήματα ὡρισμένα καὶ πεπερασμένα ἐστί, δῆλον, ὅτι αἱ ἀρχαὶ τῶν σωμάτων ὡρισμέναι ἔσονται. ὅτι οὖν τὰ σχήματα τὰ σύνθετα ἐκ σχημάτων ἁπλῶν ὡρισμένων σύγκειται, δείκνυσιν ἐκ τοῦ πάντα τὰ σύνθετα τῶν σωμάτων σχήματα συγκεῖσθαι ἐκ πυραμίδων.1 ὡς γὰρ ἐν τοῖς ἐπιπέδοις πᾶν εὐθύγραμμον ἐπίπεδον εἰς τρίγωνα διαιρεῖται καὶ ἐκ τριγώνων συνέστηκε, διότι ἁπλούστατον καὶ ἀρχοειδέστατον τῶν ἐπιπέδων σχημάτων ἐστὶ τὸ τρίγωνον, οὕτω πᾶν ἐξ εὐθυγράμμων ἐπιπέδων περατούμενον στερεὸν εἰς πυραμίδας ἀναλύεται, καὶ ἔστιν ἁπλούστατον ἐν τοῖς στερεοῖς καὶ ἀρχοειδέστατον ἡ πυραμίς, καὶ ἐκ ταύτης σύγκειται καὶ εἰς ταύτην διαιρεῖται τὰ εὐθύγραμμα στερεὰ σχήματα. Ἀλλὰ τοῦτο μὲν δῆλον, καὶ ὅτι ἀνάγκη τῶν συνθέτων σχημάτων ἀρχὰς εἶναι· πῶς δὲ τὴν σφαῖραν ἐξ ὀκτὼ μορίων συγκεῖσθαί φησι, μαντείας ὄντως ἐδεήθησαν οἱ ἐξηγηταί.2 καλῶς δέ, οἶμαι, ἐπέστησεν ὁ Ἀλέξανδρος, ὅτι πάντα τὰ σώματα ἐκ πυραμίδων συγκεῖσθαί φησι, τὰ μὲν εὐθύγραμμα ἐξ εὐθυγράμμων, τὴν δὲ σφαῖραν ἐξ ὀκτὼ πυραμίδων σφαιρικὰς ἐχουσῶν τὰς βάσεις. ἐὰν γὰρ σφαῖραν τέμωμεν δίχα τῷ ὁρίζοντι κύκλῳ καὶ διὰ τοῦ κατὰ κορυφὴν τῆς σφαίρας δύο κύκλους γράψωμεν μεγίστους πρὸς ὀρθὰς τέμνοντας ἀλλήλους τε καὶ τὸν ὁρίζοντα τῷ ἰσημερινῷ καὶ τῷ μεσημβρινῷ ἀναλογοῦντας, εἰς ὀκτὼ ἴσα τμήματα διαιρεθήσεται ἡ σφαῖρα, τούτων δὲ ἕκαστον πυραμίς ἐστιν ἐκ τριγώνων ἰσοσκελῶν μὲν τῶν πρὸς τῷ κέντρῳ τῆς σφαίρας, βάσιν δὲ ἐχόντων ἰσόπλευρον τρίγωνον· ἐὰν οὖν αἱ βάσεις αὗται σφαιρικὴν ἐπιφάνειαν λάβωσιν, ἐξ ὀκτὼ τοιούτων πυραμίδων ἡ σφαῖρα συγκείσεται. καὶ διὰ τοῦτο εἰπὼν ὁ Ἀριστοτέλης, ὅτι τὰ εὐθύγραμμα σώματα ἐξ εὐθυγράμμων πυραμίδων σύγκειται, τὴν σφαῖραν ἐξ ὀκτὼ μορίων πυραμοειδῶν συγκεῖσθαί φησιν, ἅπερ οὔτε εὐθύγραμμα ἁπλῶς οὔτε περιφερόγραμμα λέγειν δυνατόν οὔτε κυρίως πυραμίδας, καὶ διὰ τοῦτο ἐνεδείξατο μὲν τὴν ἀπὸ πυραμοειδῶν σχημάτων καὶ τῆς σφαίρας σύστασιν, ἐξ ὀκτὼ δὲ μορίων εἶπεν οὔτε εὐθυγράμμων οὔτε σφαιρικῶν προσθείς.3 Τούτοις δὲ ἐπήνεγκεν· ἀνάγκη γὰρ εἶναί τινας ἀρχὰς τῶν σχημάτων, διότι ἐστὶν ἐν αὐτοῖς τὰ μὲν ἁπλᾶ τὰ δὲ σύνθετα, ἐν δὲ τοῖς οὕτως ἔχουσι τὰ ἁπλᾶ τῶν συνθέτων ἀρχαί, ὥστε, εἴτε μία ἀρχὴ τῶν σχημάτων ἡ πυραμὶς εἴτε δύο εἴτε πλείους δειχθεῖεν, ἀνάγκη τοσαῦτα εἶναι τὸ πλῆθος τὰ πρῶτα σώματα καὶ οὐκ ἄπειρα. τὸ δὲ εἴτε δύο εἴτε πλείους προσέθηκεν, ὡς φησιν Ἀλέξανδρος, ὅτι οὐ δοκεῖ αὐτῷ τῆς σφαίρας ἡ πυραμὶς ἁπλούστερον εἶναι σχῆμα· οὐδὲ γὰρ τοῦ κύκλου τὸ τρίγωνον. Αἱ δὲ ἀποδείξεις αὗται κατ’ εἶδος πεπερασμένα σώματα τὰ πρῶτα ἔδειξαν· τὰ δὲ κατ’ εἶδος πεπερασμένα καὶ κατ’ ἀριθμὸν ἀνάγκη πεπερασμένα εἶναι· εἰ γὰρ εἴη τι τῶν εἰδῶν τῷ ἀριθμῷ ἄπειρον, ἔσται τὰ ὑπὸ τὰ ἄλλα εἴδη ἐκτὸς τοῦ ἀπείρου,4 ὅπερ ἀδύνατον· τοῦ γὰρ ἀπείρου πλέον οὐκ ἔστιν.
“此外,即便依据这些人的设想……直至……单纯物体在数量上也将是如此之多。” 正如依据阿那克萨戈拉的见解,如果他们确实说同质部分因受苦而彼此相异,而依照感觉又已表明诸受苦是有限的,也就没有必要说元素是无限的;同样,依据这些人,也没有必要说本原是无限的。因为如果他们是因原子在形状上相异且形状是无限的这一理由而说原子是无限的,那么,只要有某种论证表明物体的第一批形状是确定的和有限的,物体的本原是确定的这一点就显而易见了。因此,他[亚里士多德]从一切复合的物体形状皆由棱锥构成这一事实出发,表明复合形状是由确定的单纯形状构成的。因为正如在平面图形中,一切直线平面都可以分割为三角形并由三角形构成,因为三角形是平面图形中最单纯、最具本原性的;同样,一切由直线平面界定的立体也可以分解为棱锥,并且棱锥在立体中是最单纯、最具本原性的,直线的立体图形正是由它构成并被分割为它的。这一点固然明确,复合形状必然存在本原这一点也是明确的;但关于他何以说球体由八个部分构成,诠释者们实在需要求助于神谕。然而我认为,亚历山大正确地指明了:他[亚里士多德]说所有的物体都由棱锥构成,直线物体由直线的棱锥构成,而球体则由八个具有球面底面的棱锥构成。因为如果我们用视界大圆将球体一分为二,并通过球体的顶点画出两个互相垂直且与视界垂直的大圆(分别对应于赤道和子午圈),球体将被分为八个相等的部分;而这些部分的每一部分都是一个由朝向球心处的等腰三角形所组成、且以等边三角形为底面的棱锥。因此,如果这些底面呈现为球形表面,球体就将由八个这样的棱锥构成。正是由于这个原因,亚里士多德在说明了直线物体由直线棱锥构成之后,便说球体由八个棱锥状的部分构成,这些部分既不能单纯称为直线图形,也不能称为圆周图形,更不能严格称为棱锥;正因如此,他暗示了球体也是由棱锥状形状构成的,却只说了“由八个部分构成”,而没有添加“直线的”或“球形的”。随后他又补充道:形状必然有某些本原,因为在它们之中有些是单纯的,有些是复合的,而在具有这种关系的事物中,单纯者乃是复合者的本原;因此,无论棱锥被证明是形状的一个本原,还是证明有两个或更多的本原,第一批物体在数量上必然是如此之多,而不是无限的。而他添加“或者两个或者更多”,正如亚历山大所说,是因为在他看来棱锥并不比球体更单纯(正如三角形也不比圆更单纯一样)。这些论证表明了第一批物体在形式上是有限的;而在形式上有限的事物,在数目上也必然是有限的。因为如果诸形式中的某一个在数目上是无限的,属于其他形式的事物就将处于该无限之外,而这是不可能的;因为没有任何东西能多于无限。
- 3.39ἐκ τοῦ πάντα τὰ σύνθετα τῶν σωμάτων σχήματα συγκεῖσθαι ἐκ πυραμίδων
介词短语 ἐκ τοῦ ... συγκεῖσθαι 表示主句动词 δείκνυσιν 的论据或手段。在带冠词的不定式结构(ἐκ τοῦ + 不定式)内部,宾格短语 πάντα τὰ σύνθετα τῶν σωμάτων σχήματα 充当不定式的主语。
- 3.39μαντείας ὄντως ἐδεήθησαν οἱ ἐξηγηταί
动词 δέομαι 作为表示缺乏或需要的动词支配属格 μαντείας。这是一个修辞性表达(“诠释者们实在需要求助于神谕/推测”),意在表明亚里士多德行文的高度简略给理解带来的极大困难。
- 3.39οὔτε εὐθυγράμμων οὔτε σφαιρικῶν προσθείς
属格 εὐθυγράμμων 与 σφαιρικῶν 是配合前文 ἐξ ὀκτὼ μορίων 中 μορίων 的格而引用的词语,直接充当分词 προσθείς 的宾语(即既没有添加“直线的”也没有添加“球形的”)。这修饰了前文所述仅言“由八个部分构成”的方式。
- 3.39εἰ γὰρ εἴη τι τῶν εἰδῶν τῷ ἀριθμῷ ἄπειρον, ἔσται τὰ ὑπὸ τὰ ἄλλα εἴδη ἐκτὸς τοῦ ἀπείρου
这是一个混合条件句:前件采用祈愿语气(εἴη)提出假定情形,后件采用直陈语气将来时(ἔσται)推导出逻辑上的必然结论。与格 τῷ ἀριθμῷ 是限制/方面与格(“在数目上”)。此句构成归谬法论证:若有某单一形式在数目上无限,则其他形式之物必落在该无限之外,从而与无限的概念相违背。
