- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:611.17-613.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释了亚里士多德针对原子论者提出的四条反驳(有限本原的充分性、物体差异的有限性蕴涵元素形式的有限性、因否定连续性与感觉而与数学冲突,以及相互生成与原子大小差异之间的自相矛盾),并评析了亚历山大的解释。
" Πρῶτον μὲν οὖν ταὐτὸν καὶ τούτοις ἁμάρτημα ἕως τοῦ καὶ ἀέρα καὶ γῆν ἐξ ἀλλήλων." Καὶ τῶν στοιχεῖα τὰς ἀτόμους λεγόντων τὴν δόξαν ἐκθέμενος δύο πρὸς αὐτοὺς ἀντιλογίαις χρῆται, αἷς καὶ πρὸς τοὺς τὰς ὁμοιομερείας λέγοντας ἐχρήσατο, πρώτῃ μὲν τῇ λεγούσῃ ἁμαρτάνειν αὐτούς, εἰ δυνάμενοι ἐκ πεπερασμένων ἀρχῶν τὰ τοιαῦτα ἀποδιδόναι ἀπείρους ὑποτίθενται·1 δεύτερον δέ, εἰ μὴ ἄπειροι τῶν σωμάτων αἱ διαφοραί, καθ’ ἃς διαφέρουσιν ἀλλήλων, οὐδὲ τὰ στοιχεῖα ἂν εἴη ἄπειρα τῷ εἴδει· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. καὶ τὸ μὲν συνημμένον δῆλον, εἴπερ ἐκ τῶν στοιχείων τοῖς συνθέτοις αἱ διαφοραὶ αἱ κατὰ τὸ εἶδος. ὅτι δὲ οὐκ εἰσὶν ἄπειροι τῶν σωμάτων αἱ κατὰ τὸ εἶδος διαφοραί, δῆλον, εἴπερ αἰσθηταὶ μέν εἰσιν, ὡς δέδεικται ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς ἀκροάσεως, αἱ δὲ αἰσθηταὶ διαφοραὶ πεπερασμέναι εἰσίν, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἀποδείκνυται. ὁ μέντοι Ἀλέξανδρος τὸ εἰ μὴ ἄπειροι τῶν σωμάτων αἱ διαφοραὶ ὡς ἐπὶ τῶν στοιχείων εἰρημένον ἀκούει·2 διό φησιν οὕτως εἰρῆσθαι ὡς οὐχ ἱκανῆς οὔσης τῆς κατὰ τὰ σχήματα διαφορᾶς διαφορὰν τῶν στοιχείων ποιεῖν, ἀλλὰ μόνων τῶν κατὰ τὰ αἰσθητὰ διαφορῶν δυναμένων τοῦτο, ἢ ὅτι οὐδὲ τὰ σχήματα ἄπειρα, καθ’ ἅ φασι διαφέρειν τὰ στοιχεῖα, ὡς δείξει. μήποτε δέ, ὡς εἴρηται, μᾶλλον ἀκουστέον, ὅτι, εἰ μὴ ἄπειροι τῶν συνθέτων σωμάτων αἱ κατ’ εἶδος διαφοραί, οὐδὲ τὰ στοιχεῖα ἄπειρα κατ’ εἶδός ἐστιν· ὁ γὰρ λόγος οὗτος τὴν κατ’ εἶδος ἀπειρίαν ἀλλ’ οὐ τὴν κατ’ ἀριθμὸν ἀναιρεῖ. Τρίτον δὲ αὐτοῖς ἴδιον λοιπὸν ἐπάγει τὸ μάχεσθαι ταῖς μαθηματικαῖς ἐπιστήμαις ἄτομα σώματα λέγοντας. οὐδὲν γὰρ συνεχὲς κατὰ τοὺς μαθηματικοὺς ἀδιαίρετον, ἀλλ’ ἐπ’ ἄπειρον πᾶν μέγεθος διαιρετόν. εἰ οὖν καὶ τὴν συνέχειαν ἀναιροῦσιν οὗτοι καὶ τὴν ἐπ’ ἄπειρον τῶν σωμάτων τομήν, καὶ τὴν τομὴν ὅλως καὶ τὴν αἴσθησιν καὶ συναίσθησιν·3 πῶς γὰρ ἂν συναισθάνοιτό τις τοῦ ἐν τῷ ποδὶ πάθους τῶν σωμάτων μὴ ἡνωμένων; πῶς δὲ ἐξ ἀδιαιρέτων καὶ ἀμερῶν γένοιτό τι διαιρετὸν καὶ μεριστόν; ἀλλὰ τοῦτο μὲν ἐν τοῖς τῆς Φυσικῆς διήλεγξεν ἀκροάσεως, ἃ περὶ χρόνου λέγει νῦν καὶ κινήσεως· καὶ τἆλλα δὲ πάντα ἔνδοξα ὄντα τὰ μὲν ὡς τῆς ἀκριβεστάτης ἐπιστήμης, τὰ δὲ ὡς κατὰ τὴν αἴσθησιν ἐναργῆ, ἀναιρεῖν δοκοῦντες ἄτοποι δόξουσι. καὶ κρᾶσις δὲ ἀναιρεθήσεται κατ’ αὐτούς· παράθεσις γάρ ἐστι μόνον τῶν σωμάτων. Τετάρτην δὲ λοιπὸν ἔνστασιν ἐπάγει πρὸς ἐκεῖνον ὑπαντῶν τὸν λόγον τὸν λέγοντα· “ἀέρα δὲ καὶ ὕδωρ καὶ τὰ ἄλλα μεγέθει καὶ σμικρότητι διεῖλον”. εἰ γὰρ καὶ ἐξ ἀλλήλων λέγουσι ταῦτα γίνεσθαι καὶ μεγέθει καὶ σμικρότητι τῶν ἀτόμων ἀλλήλων αὐτὰ διαφέρειν, ἐναντία λέγειν αὐτοὺς αὐτοῖς ἀνάγκη· οὐ γὰρ συντρέχει ταῦτα ἀλλήλοις. εἰ γὰρ ἐξ ὕδατος γῆν λέγουσι γίνεσθαι τῶν ἐν τῷ ὕδατι μεγίστων ἐκκρινομένων, ἐπειδὴ δυνατόν ποτε ἀπὸ τοῦ ὕδατος πάντων ἐκκριθέντων τῶν μεγίστων καὶ ἀπὸ τοῦ ἀέρος ὁμοίως ἐπιλιπεῖν τὴν τῶν μεγίστων ἔκκρισιν, ἐπιλείψει καὶ ἡ τῆς γῆς ἀπὸ τοῦ ὕδατος καὶ ἡ τοῦ ὕδατος ἀπὸ τοῦ ἀέρος γένεσις, ὥστε εἶναί τι ὕδωρ, ἀφ’ οὗ μὴ δυνατὸν γῆν γενέσθαι, καὶ ἀέρα, ἐξ οὗ μηκέτι ὕδωρ ἂν γένοιτο. ἐναντία οὖν λέγουσιν αὐτοὶ αὑτοῖς καὶ ἐξ ἀλλήλων ταῦτα λέγοντες γίνεσθαι καὶ μεγέθει καὶ σμικρότητι διαφέρειν τῶν στοιχείων. εἰ δὲ τὰ σμικρότατα ἐκκρινόμενα ἐπιλείψει, οὐκέτι ἀπὸ τῆς γῆς ὕδωρ οὔτε ἀπὸ τοῦ ὕδατος ἀὴρ γενήσεται· καίτοι καὶ πᾶν μέρος ὕδατος εἰς ἀέρα μεταβάλλον ὁρῶμεν καὶ πᾶν μέρος ἀέρος εἰς ὕδωρ. εἰ δὲ τὸ πῦρ ἐκ μόνων σφαιροειδῶν σύγκειται, τὰ δὲ ἄλλα ἐκ πάντων, οὔτε ἄλλο τι ἐκ πυρὸς γενήσεται οὔτε ἐξ ἄλλων ἀεὶ πῦρ.
“首先,在这些人身上错误也是同样的……直至……以及气和土相互[产生]。” 在阐述了那些把原子称为元素的人的观点之后,他[亚里士多德]对他们使用了两条反驳,这两条反驳他也曾用来对付那些主张同质部分的人:第一条是指出他们是错误的,如果他们本能够从有限的本原解释这些现象,却设定了无限的本原;第二条是,如果物体彼此相异所依据的差异不是无限的,那么元素在形式上也不会是无限的。然而前者确实成立;因此后者也成立。如果复合事物形式上的差异确实来自元素,那么这一假言命题的联结显然是明确的。而物体的形式差异不是无限的,如果它们确实是可感知的,这一点也是显而易见的,正如在《物理学》第七卷中所证明的,并且可感知的差异是有限的,正如在《论感觉及其对象》中所证明的那样。然而,亚历山大将“如果物体的差异不是无限的”理解为是对元素而言的;因此他说,这样说是因为形状上的差异不足以构成元素的差异,而只有可感知属性上的差异才能做到这一点,或者是因为他们主张元素借以相异的形状本身也不是无限的,正如他将要展示的那样。但或许,如前所述,更应当理解为:如果复合物体在形式上的差异不是无限的,那么元素在形式上也不是无限的;因为这一论证否定的是形式上的无限性,而不是数目上的无限性。第三,作为他们特有的问题,他接下来指出他们通过主张不可分的物体而与数学诸科学相冲突。因为在数学家看来,没有任何连续之物是不可分的,而是每一量度都可以无限分割。因此,如果这些人既否定了连续性,又否定了物体的无限分割,他们也就完全否定了分割本身,并且否定了感觉与共同感觉;因为如果物体没有结合在一起,一个人如何能够共同感知到脚部的受苦呢?又怎能从不可分且无部分的事物中产生出可分且有部分的事物呢?但关于这一点,他在《物理学》中他现在称为“关于时间与运动”的诸篇里已经进行了反驳;而通过看似否定了所有其他被公认的事物——其中一些属于最精确的科学,另一些在感觉上显而易见——他们将显得荒谬。并且按照他们的说法,混合也将被否定;因为这仅仅是物体的并置。第四,作为剩下的异论,他针对陈述“他们以大小和微小区分了气、水及其他事物”的那一论点提出了反驳。因为如果他们既说这些事物相互产生,又说它们因原子的大小和微小而彼此相异,那么他们必然说出彼此相反的话;因为这些主张不能并存。因为如果他们说当水中最大的部分被分离出来时,水就生成了土,那么既然某个时候在所有最大的部分从水中、同样地也从气中被分离出来之后,最大的部分的分离可能耗尽,那么土从水中的生成以及水从气中的生成也将会耗尽,以至于会存在某种不可能生成土的水,以及不再可能生成水的气。因此,他们既说这些事物相互产生,又说它们因元素的大小和微小而相异,这乃是自相矛盾。而如果被分离出来的最小部分耗尽,那么水将不再从土中生成,气也不再从水中生成;然而我们看到水的每一个部分都转化为气,气的每一个部分都转化为水。此外,如果火仅仅由球形构成,而其他元素由一切形状构成,那么既不能有任何其他事物从火中生成,也不能总是有火从其他事物中生成。
- 3.38εἰ δυνάμενοι ἐκ πεπερασμένων ἀρχῶν τὰ τοιαῦτα ἀποδιδόναι ἀπείρους ὑποτίθενται
在条件从句 εἰ ... ὑποτίθενται 内部,分词 δυνάμενοι 充当让步状语(“尽管能够……”),主语为原子论者,与主句不定式 ἁμαρτάνειν 的宾格主语 αὐτούς 一致。
- 3.38τὸ εἰ μὴ ἄπειροι τῶν σωμάτων αἱ διαφοραὶ ὡς ἐπὶ τῶν στοιχείων εἰρημένον ἀκούει
中性单数冠词 τό 将引句 εἰ μὴ ἄπειροι τῶν σωμάτων αἱ διαφοραί 名词化,充当 ἀκούει 的直接宾语。ὡς ἐπὶ τῶν στοιχείων εἰρημένον 作为宾语补足语(“作为针对元素而言的”),ἀκούει 意为“理解、解读”。
- 3.38εἰ οὖν καὶ τὴν συνέχειαν ἀναιροῦσιν οὗτοι καὶ τὴν ἐπ’ ἄπειρον τῶν σωμάτων τομήν, καὶ τὴν τομὴν ὅλως καὶ τὴν αἴσθησιν καὶ συναίσθησιν
在条件从句 εἰ ... ἀναιροῦσιν 之后的后半部分中,动词 ἀναιροῦσι(或相应的归结动词)被省略。结构由前件(否定连续性与无限分割)直接引出后件的宾语(一般意义的分割、感觉与共同感觉),省去了重复的谓语动词。
