← 辛普里丘

亚里士多德《论天》注释

§614.24-616.20

依运动有限性驳元素无限说与单一元素论的探讨

辛普里丘注解了亚里士多德如何基于单纯运动的有限性驳斥元素无限说,梳理主张单一元素说的早期自然哲学家见解,并针对将水、空气等中间物通过稀浓变化设定为本原的主张进行反驳,指出经稀薄化产生的最精微之物必然在逻辑上更为在先且更具元素性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.40

" Ἔτι δέ, εἰ ἑκάστῳ μὲν τῶν στοιχείων ἕως τοῦ ὃ περιέχειν φασὶ πάντας τοὺς οὐρανοὺς ἄπειρον ὄν." Ἀνατρέψας διὰ πολλῶν ἐπιχειρημάτων τοὺς λόγους τοὺς ἀπείρους τῷ πλήθει τὰς ἀρχὰς τῶν σωμάτων ὑποτιθεμένους1 εἴτε τὰς ὁμοιομερείας, ὡς Ἀναξαγόρας, εἴτε τὰς ἀτόμους, ὡς οἱ περὶ Δημόκριτον, αὐτὸς λοιπὸν ἀντεπιχειρῶν ἀποδείκνυσιν, ὅτι μὴ οἷόν τε ἄπειρα εἶναι τὰ ἁπλᾶ σώματα, εἰ δὲ τοῦτο, οὐδὲ τὰ στοιχεῖα· τὰ γὰρ στοιχεῖα ἁπλᾶ ἐστιν ἀδιαίρετα ὄντα εἰς ἕτερα τῷ εἴδει. ὅτι οὖν πεπερασμένα ἐστὶ τῷ πλήθει τὰ ἁπλᾶ σώματα, ἀπὸ τῶν κινήσεων δείκνυσιν, ὡς ἐν ἀρχῇ τοῦ πρώτου βιβλίου. εἰ γὰρ ἁπλᾶ σώματα κατὰ φύσιν ἐστὶ τὰ τὰς ἁπλᾶς κινήσεις κινούμενα, ὅσαι εἰσὶν αἱ ἁπλαῖ κινήσεις κατ’ εἶδος, τοσαῦτα ἀνάγκη εἶναι καὶ τὰ ἁπλᾶ σώματα· εἰ οὖν μὴ ἄπειροι αἱ ἁπλαῖ κινήσεις αἱ ὑπὸ σελήνην μηδὲ πλείους δυεῖν, εἴπερ καὶ αἱ φοραὶ τῶν σωμάτων αἱ ἁπλαῖ δύο ὁρῶνται ἡ μὲν ἄνω ἡ δὲ κάτω, καὶ οἱ τόποι, ἐφ’ οὓς αἱ κινήσεις αἱ ἁπλαῖ, οὐκ ἄπειροι ἀλλὰ δύο ὅ τε ἄνω καὶ ὁ κάτω, οὐκ ἂν εἴη ἄπειρα τῷ εἴδει τὰ στοιχεῖα ἀλλὰ δύο μόνον τό τε βαρὺ καὶ τὸ κοῦφον. Δείξας δὲ καί, ὅτι μὴ οἷόν τε ἀπείρους εἶναι τὰς τῶν σωμάτων ἀρχάς, καὶ ὅτι ἀνάγκη πεπερασμένας εἶναι, εἴπερ αἱ ἁπλαῖ κινήσεις πεπερασμέναι, ἐπὶ τοὺς ἓν τὸ στοιχεῖον λέγοντας μέτεισι. πλειόνων δὲ ὄντων ἄλλος ἄλλο τι τὸ ἓν ὑπέθετο τοῦτο, Θαλῆς μὲν ὁ Μιλήσιος καὶ Ἵππων ὕδωρ, ἐπειδὴ ἐξ ὕδατος τά τε σπέρματα τῶν ζῴων ἑώρων καὶ τὰς τροφὰς τῶν τε ζῴων καὶ τῶν φυτῶν, Ἀναξίμανδρος δὲ Θαλοῦ πολίτης καὶ ἑταῖρος ἀόριστόν τι ὕδατος μὲν λεπτότερον ἀέρος δὲ πυκνότερον, διότι τὸ ὑποκείμενον εὐφυὲς ἐχρῆν εἶναι πρὸς τὴν ἐφ’ ἑκάτερα μετάβασιν. ἄπειρον δὲ πρῶτος ὑπέθετο, ἵνα ἔχῃ χρῆσθαι πρὸς τὰς γενέσεις ἀφθόνως· καὶ κόσμους δὲ ἀπείρους οὗτος καὶ ἕκαστον τῶν κόσμων ἐξ ἀπείρου τοῦ τοιούτου στοιχείου ὑπέθετο, ὡς δοκεῖ. Ἀναξιμένης δὲ ἑταῖρος Ἀναξιμάνδρου καὶ πολίτης ἄπειρον μὲν καὶ αὐτὸς ὑπέθετο τὴν ἀρχήν, οὐ μὴν ἔτι ἀόριστον· ἀέρα γὰρ ἔλεγεν εἶναι ἀρκεῖν νομίζων τὸ τοῦ ἀέρος εὐαλλοίωτον πρὸς μεταβολήν. τὸ δὲ αὐτὸ Διογένης ὁ Ἀπολλωνιάτης ὑπέθετο, Ἵππασος δὲ ὁ Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος πῦρ ἔλεγον τὴν ἀρχὴν εἰς τὸ δραστήριον τοῦ πυρὸς ἀποβλέψαντες.

“此外,若对诸元素中的每一者……直至……他们说它包围了所有的天,因而是无限的。” 在通过诸多论辩驳倒了那些假定物体的本原在数量上是无限的主张之后——无论如阿那克萨戈拉那样主张是同质部分,还是如德谟克利特一派那样主张是原子——他[亚里士多德]本人自此展开反驳并论证,单纯物体不可能是无限的,而若是如此,元素也不可能是无限的;因为元素作为不能分割为形式上相异之物的存在,乃是单纯的。因此,他像在第一卷开头那样,从运动出发表明单纯物体在数量上是有限的。因为如果在自然上单纯的物体是作单纯运动的物体,那么单纯运动在形式上有多少种,单纯物体也必然有那么多;因此,如果月下的单纯运动既不是无限的,也不是多于两种——既然物体的单纯位移运动也被观察到只有向上和向下两种,而且单纯运动所朝向的位置也不是无限的,而是向上与向下两个——那么元素在形式上就不会是无限的,而仅仅是两种,即重者与轻者。在指明了物体的本原不可能是无限的、且既然单纯运动是有限的本原也必然是有限的之后,他便转向那些主张元素只有一种的人。由于这些人人数较多,不同的人将这单一者假定为不同的事物:米利都的泰勒斯和希彭假定是水,因为他们看到动物的种子以及动植物的营养都来源于水;而泰勒斯的同胞与伙伴阿那克西曼德假定是某种比水更稀薄而比空气更浓厚的不定之物,因为作为载体的事物必须适于向两个方向转化。他是第一个将[本原]假定为无限的,以便能取之不尽地用于生成;而且看来,他假定了无限的宇宙,并且每个宇宙都由这样一种无限的元素构成。阿那克西曼德的伙伴与同胞阿那克西美尼本人也将本原假定为无限的,但不再是不定的;因为他说它是空气,认为空气易于改变的特性足以应对转化。阿波罗尼亚的狄奥根尼也假定了同样的东西;而梅塔庞廷的希帕索斯和以弗所的赫拉克利特则着眼于火的能动力量,说本原是火。

§3.41

"Ὅσοι μὲν οὖν τὸ ἓν τοῦτο ἕως τοῦ ἀνάγκη γὰρ ἕν τι τῶν ἄλλων εἶναι πρῶτον καὶ μὴ τὸ μέσον." Πρὸς πρώτους ὑπαντᾷ τοὺς τὰ μέσα στοιχεῖα τιθεμένους τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ μεταξὺ τούτων, ἵνα ἔχωσι μανότητι καὶ πυκνότητι τὰ ἄλλα ἐκ τοῦ στοιχείου γεννᾶν, μανότητι μὲν τὰ λεπτότερα, πυκνότητι δὲ τὰ παχυμερέστερα. λέγει οὖν πρὸς τούτους, ὅτι λανθάνουσιν ἑαυτοὺς οὗτοι πρότερόν τι τοῦ στοιχείου σῶμα λέγοντες εἶναι· τοῦτο δὲ ἄτοπον· οὐδὲν γὰρ πρότερον εἶναι τοῦ στοιχείου δυνατόν. ὅτι δὲ τοῦτο πάσχουσι, δῆλον, εἴπερ ἡ μὲν πύκνωσις σύνθεσίς ἐστιν, ἡ δὲ μάνωσις διάλυσις, λέγουσι δὲ συνθέσει μὲν τὰ ἐκ τῶν στοιχείων γίνεσθαι, διαλύσει δὲ τὰ στοιχεῖα ἐκ τῶν συγκειμένων· ὅσα γὰρ μανώσει γίνεται, ἐκ τοῦ λεγομένου ὑπ’ αὐτῶν στοιχείου διαλύσει γίνεται, ἡ δὲ διάλυσις εἰς τὰ στοιχεῖα ἀνάλυσίς ἐστιν, ὥστε τοῦ μανουμένου λεπτομερέστερον καὶ ἀρχοειδέστερόν ἐστι τὸ ἐκ τῆς μανώσεως γινόμενον·2 οὐ γὰρ δὴ τὰ λεπτομερέστερα συνθέσει γίνεται ἀλλὰ ἀναλύσει, ἡ δὲ ἀνάλυσις 〈εἰς〉 στοιχεῖον. καί ἐστιν ὁ λόγος τοιοῦτος· τὸ μανούμενον ἀναλύεται, τὸ δὲ ἀναλυόμενον εἰς στοιχεῖον ἀναλύεται, ὥστε τὰ λεπτότερα τῶν σωμάτων πρότερα καὶ κατ’ αὐτοὺς ἔσται καὶ στοιχεῖα μᾶλλον, εἴπερ τὸ λεπτότερον ἐκ τῆς διαλύσεως γίνεται, τὸ δὲ ἐκ τῆς διαλύσεως γινόμενον στοιχεῖον. εἰ οὖν τὸ πῦρ λεπτότερον εἶναι τῶν μεταξὺ ὁμολογοῦσιν, καὶ τῇ μανώσει γίνεσθαι αὐτὸ ἐκ τῶν μεταξύ φασι· τὸ πῦρ ἄρα μᾶλλον ἔσται στοιχεῖον κατ’ αὐτούς. οὐδὲν δέ, φησί, διαφέρει, κἂν μὴ τὸ πῦρ ᾖ πρῶτον μηδὲ λεπτότερον κατ’ αὐτούς·3 καὶ οὕτω γὰρ ἀκολουθεῖ ἄλλο τι λέγειν αὐτοὺς τὸ λεπτότερον καὶ στοιχειωδέστερον, εἰς ὃ ἡ ἀνάλυσις γίνεται τοῦ ὑποτιθεμένου ὑπ’ αὐτῶν στοιχείου μέσου ὄντος καὶ τῇ μανώσει κατ’ αὐτοὺς ἀναλυομένου εἰς λεπτότερον. ὅσα οὖν μανώσει γίνεται, ταῦτα μᾶλλόν ἐστι στοιχεῖα.

“凡是将这单一者……直至……因为在其他事物中必有某一者是第一的,而不是中间者。” 他首先驳斥那些将水、空气以及介于它们之间的东西设定为中间元素的人,以便他们能通过稀薄和浓密从该元素中生成其他事物——通过稀薄生成更精微之物,通过浓密生成更粗大之物。因此他针对这些人说,他们未曾察觉自己实际上是在说有某种物体先于元素存在;但这却是荒谬的,因为没有任何东西能够先于元素。既然浓缩是合成,稀薄化是分离,而他们又说从元素中产生之物是由合成而来的,元素则是通过从复合物中分离而来的,那么他们陷入这种困境就是显而易见的了;因为凡是通过稀薄化而生成的事物,都是通过从他们所谓元素中分离而生成的,而分离乃是向元素的分解,以至于从稀薄化中生成之物,比起被稀薄化的事物更加精微且更具本原性;因为更精微之物绝非通过合成而生成,而是通过分解,而分解乃是向元素的[分解]。其论证如下:被稀薄化者被分解,而被分解者乃是分解为元素,因此即使依他们之见,更精微的物体也是更为在先的,且更应当是元素,如果更精微者确实来自于分离,而来自于分离者乃是元素的话。因此,如果他们承认火比中间事物更精微,并且说它是通过稀薄化从中间事物中生成的,那么按照他们自己的说法,火就更应当是元素。而且他说,即使在他们看来火不是第一的,也不是更精微的,那也毫无分别;因为即使如此,也可以推论出他们必须说有某种另外的、更精微且更具元素特性的东西,他们所假定的元素既然是中间者并且依他们之见通过稀薄化分解为更精微之物,它所分解成的正是该事物。因此,凡是通过稀薄化生成的事物,都更应当是元素。

语法注3 条
  1. 3.40Ἀνατρέψας διὰ πολλῶν ἐπιχειρημάτων τοὺς λόγους τοὺς ἀπείρους τῷ πλήθει τὰς ἀρχὰς τῶν σωμάτων ὑποτιθεμένους

    分词 ὑποτιθεμένους 修饰前面的 τοὺς λόγους,构成双宾格结构:假定物体的本原(τὰς ἀρχὰς τῶν σωμάτων)在数量上是无限的(ἀπείρους τῷ πλήθει)。

  2. 3.41ὥστε τοῦ μανουμένου λεπτομερέστερον καὶ ἀρχοειδέστερόν ἐστι τὸ ἐκ τῆς μανώσεως γινόμενον

    τοῦ μανουμένου 用作比较属格,依附于比较级 λεπτομερέστερον καὶ ἀρχοειδέστερον。主语是中性实体化分词短语 τὸ ἐκ τῆς μανώσεως γινόμενον(“从稀薄化中生成之物”),置于谓语部分之后构成倒装。

  3. 3.41κἂν μὴ τὸ πῦρ ᾖ πρῶτον μηδὲ λεπτότερον κατ’ αὐτούς

    κἄν 是 καὶ ἐάν 的缩合,引导带虚拟语气 ᾖ 的让步条件从句(“即使在他们看来火不是第一的,也不是更精微的”)。主句为 οὐδὲν διαφέρει(“毫无分别”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:614.24-616.20