- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:609.13-611.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明了亚里士多德转向批判留基伯和德谟克利特的原子论,并解释了原子何以在“某种程度上是数”。接着,针对原子论者除火之外未能明确规定其他元素的原子的形状、而仅诉诸大小差异的做法,他对比了亚历山大指出的自我矛盾说与他自己认为亚里士多德仍在阐明其观点的解读。
" Ἀλλὰ μὴν οὐδέ, ὡς ἕτεροί τινες λέγουσιν ἕως τοῦ ὅμως τοῦτο βούλονται λέγειν." Πρὸς τοὺς ἄπειρα πλήθει τὰ στοιχεῖα ὑποθεμένους προθέμενος ὑπαντῆσαι καὶ ἀντειπὼν πρὸς τοὺς περὶ Ἀναξαγόραν ἀπείρους ὁμοιομερείας τὰ στοιχεῖα λέγοντας μετέβη πρὸς τοὺς περὶ Λεύκιππον καὶ Δημόκριτον στοιχεῖα λέγοντας τὰς διὰ σμικρότητα καὶ ναστότητα ἀτόμους ἀπείρους οὔσας κατά τε τὸν ἀριθμὸν καὶ τὰ σχήματα. ταύτας δὲ μόνας ἔλεγον συνεχεῖς· τὰ γὰρ ἄλλα τὰ δοκοῦντα εἶναι συνεχῆ ἁφῇ προσεγγίζειν ἀλλήλοις· διὸ καὶ τὴν τομὴν ἀνῄρουν ἀπόλυσιν τῶν ἁπτομένων λέγοντες τὴν δοκοῦσαν τομήν,1 καὶ διὰ τοῦτο οὔτε ἐξ ἑνὸς πολλὰ γίνεσθαι ἔλεγον· οὐ γὰρ διαιρεῖσθαι τὴν ἄτομον· οὔτε ἐκ πολλῶν ἓν κατὰ ἀλήθειαν συνεχές, ἀλλὰ τῇ συμπλοκῇ τῶν ἀτόμων ἕκαστον ἓν δοκεῖν γίνεσθαι· τὴν δὲ συμπλοκὴν Ἀβδηρῖται ἐπάλλαξιν ἐκάλουν, ὥσπερ Δημόκριτος. εἰπὼν δέ, ὅτι οὐδέ, ὡς ἕτεροί τινες λέγουσιν, εὔλογα τὰ συμβαίνοντα, καὶ ἐκτιθέμενος τὴν δόξαν αὐτῶν μεταξὺ μίαν παρέρριψεν αἰτίαν τοῦ μὴ εὔλογα τὰ συμβαίνοντα εἶναι· τρόπον γάρ τινα, φησί, καὶ οὗτοι πάντα τὰ ὄντα ποιοῦσιν ἀριθμοὺς καὶ ἐξ ἀριθμῶν· εἰ οὖν τοῦτο ἀδύνατον, οὐκ ἂν εὔλογα εἴη τὰ συμβαίνοντα τῷ λόγῳ αὐτῶν. τρόπον δέ τινα ἀριθμοὺς εἶπε τὰς ἀτόμους, διότι ταῖς μονάσιν ἐοίκασιν αἱ ἄτομοι, καὶ ὅτι μὴ διαιροῦνται ὥσπερ οὐδὲ αἱ μονάδες, καὶ ὅτι οὐδὲ ἐκ τῶν ἀτόμων τῷ κενῷ διειλημμένων γίνεται τι συνεχὲς ὥσπερ οὐδὲ ἐκ τῶν μονάδων· καὶ γὰρ ἐκείνας τῷ κενῷ φασιν οἱ Πυθαγόρειοι διορίζεσθαι. τὸ δὲ τρόπον τινὰ πρόσκειται, ὅτι2 καὶ διαφορά τις τῶν ἀκολουθούντων ἀτόπων ἐστὶ τοῖς ἐξ ἀτόμων καὶ τοῖς ἐξ ἀριθμῶν γεννῶσι· τὸ γὰρ ἐξ ἀσωμάτων μερῶν σώματα γεννᾶν ἄτοπον ὑπάρχον τοῖς μὲν ἐξ ἀριθμῶν λέγουσιν ἀκολουθεῖ, οἱ δὲ ἐξ ἀτόμων γεννῶντες ἀποφεύγουσι.
“然而,也绝不是像某些其他人所说的那样……直至……然而这就是他们想要表达的。” 在打算迎战那些设定元素在数量上是无限的人,并反驳了阿那克萨戈拉一派主张元素是无限的同质部分之后,他[亚里士多德]转向了留基伯和德谟克利特一派,他们把由于微小和致密而不可分、且在数目和形状上都是无限的原子称为元素。并且他们主张只有这些[原子]是连续的;因为所有其他看起来连续的事物都是通过接触彼此邻接的;因此他们也否定了分割,把看似分割的现象称为相接触之物的解离,并且为此缘故,他们主张既不是从一产生出多——因为原子是不可分的——也不是从多产生出真正连续的一,而是通过原子的交织使每一事物看起来成为一;正如德谟克利特那样,阿布德拉人把这种交织称为“交错”。在指出即便像某些其他人所说的那样,其归结出的后果也是不合理的,并在陈述他们的观点时,他在其间插入了后果不合理的一个原因:因为他[亚里士多德]说,这些人在某种程度上也把一切存在者当成了数并由数构成;因此,如果这是不可能的,那么归结于他们言论的后果就不会是合理的。而他之所以称原子在“某种程度上是数”,是因为原子类似于单子,而且因为它们不可被分割正如单子那样,并且因为从被虚空隔开的原子中不能产生出任何连续之物,正如从单子中产生不出连续之物一样;因为毕达哥拉斯学派的人也主张那些[单子]是由虚空界隔开来的。至于加上“在某种程度上”,是因为对于从原子产生者和从数产生者而言,随之而来的荒谬后果也存在某种差异;因为从非物体的部分产生出物体这一荒谬属于那些主张从数产生的人,而那些从原子产生的人则避免了这一点。
"Καὶ πρὸς τούτοις ἕως τοῦ πάντων τῶν στοιχείων." Ταῦτα ὁ Ἀλέξανδρος ὡς ἐναντιολογίαν τινὰ αὐτῶν πρὸς ἑαυτοὺς συνάγοντα ἐξεδέξατο τῶν ἀρχὰς τὰς ἀτόμους λεγόντων, διότι λέγουσι μὲν κατὰ τὸ σχῆμα διαφέρειν ἀλλήλων τὰ στοιχεῖα καὶ οὐ κατὰ τὸ ὑποκείμενον, εἰ δὲ τοῦτο, δῆλον, ὡς καὶ τὰ ἐκ τῶν στοιχείων γινόμενα κατὰ τὸ σχῆμα διοίσουσιν ἀλλήλων. ἀκόλουθον οὖν ἦν αὐτοῖς, τίνα τε τῶν ἑκάστου στοιχείων καὶ τίνα τῶν ἐξ αὐτῶν γινομένων τὰ σχήματα, εἰπεῖν, οἱ δὲ μόνου τοῦ πυρὸς καὶ τῶν γεννητικῶν αὐτοῦ ἀτόμων σφαιρικὸν εἶπον τὸ σχῆμα· διὸ καὶ εὐλόγως αὐτὸ διαδύεσθαι καὶ κινεῖσθαί τε καὶ κινεῖν καὶ διαιρεῖν καὶ καίειν τὰ οἷς ἂν πλησιάσῃ διά τε τὴν περιφέρειαν καὶ λειότητα καὶ προσέτι τὴν μικρότητα τῶν στοιχείων, ἐξ ὧν ἔστιν· οὐκέτι μέντοι, τί τὸ σχῆμα τοῦ ἀέρος ἢ τοῦ ὕδατος ἢ τῆς γῆς ἢ τῶν τούτων στοιχείων, λέγουσι· μόνην γὰρ τούτων διαφορὰν τὴν κατὰ τὸ μέγεθος τῶν ἐξ αὐτῶν στοιχείων ἀποδιδόασιν, ἐκ μὲν μικροτέρων τῶν αὐτῶν κατὰ τὸ σχῆμα ἀέρα λέγοντες, ἐκ δὲ μειζόνων ὕδωρ, ἐκ δὲ ἔτι μειζόνων γῆν, οὐκέτι κατὰ τὸ σχῆμα διαφερόντων, ἀλλ’ ἐκ παντοδαπῶν σχημάτων καὶ τῶν αὐτῶν ἑκάστου τούτων γινομένου. τούτῳ δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἑπόμενον αὐτὸς μὲν οὐ προσέθηκεν, εἴη δὲ ἂν τό,3 εἰ μὴ κατὰ τὸ σχῆμα τὴν διαφορὰν εἶναι τῶν στοιχείων τῶν κατ’ εἶδος διαφερόντων ἔθεντο ἀλλὰ κατὰ τὸ μέγεθος, τὸν ἀέρα καὶ τὸ ὕδωρ καὶ τὴν γῆν κατὰ τὸ τῶν στοιχείων μέγεθος μόνον διαφέροντα μὴ κατ’ εἶδος ἀλλήλων διαφέρειν. ὁ μὲν οὖν Ἀλέξανδρος ὡς ἐπὶ ἐλέγχῳ τούτων προβληθέντων καὶ τὸ ἄτοπον τὸ ἑπόμενον ἐπήγαγε. μήποτε δὲ καὶ ταῦτα ἔτι ὡς τὴν δόξαν αὐτῶν σαφηνίζοντα προστέθεικεν ὁ Ἀριστοτέλης, ἅμα μὲν τὴν αἰτίαν λέγων τοῦ κατ’ ἀριθμὸν ἀπείρους τὰς ἀτόμους εἰπεῖν· διότι γάρ, φησί, τοῖς σχήμασιν διαφέρουσιν, ἄπειρα δὲ τὰ σχήματα, διὰ τοῦτο ἄπειρα τὰ ἁπλᾶ σώματα ἔλεγον, ποῖον δὲ καὶ τί τὸ σχῆμα τῶν στοιχείων τῶν ἑκάστου σώματος γεννητικῶν, οὐκέτι διώρισαν, εἰ μὴ μόνον ἐπὶ τοῦ πυρός· ἀέρα δὲ καὶ ὕδωρ καὶ τὰ ἄλλα γίνεσθαι ἐκ στοιχείων ἔλεγον σχήματα μὲν τὰ αὐτὰ ἐχόντων, μεγέθει δὲ μόνον καὶ μικρότητι διαφερόντων. τὴν δὲ ἀρχὴν τῆς πρὸς τὴν δόξαν ταύτην ἀντιλογίας ἑξῆς ποιεῖται λέγων· “πρῶτον μὲν οὖν ταὐτὸν καὶ τούτοις ἁμάρτημα.” καὶ τὰ τοῖς προσεχῶς ἐκτεθεῖσι τῆς δόξης μέρεσιν ἑπόμενα ἄτοπα οὐ παρέλιπεν ὁ Ἀριστοτέλης, ὡς ἐνόμισεν ὁ Ἀλέξανδρος, ἀλλὰ τετάρτην ἀντιλογίαν ἐκείνην ἐπήγαγεν, ἧς ἀρχὴ “ἅμα δὲ καὶ ἐναντία λέγειν αὐτοὺς αὑτοῖς ἀνάγκη.”
“此外……直至……所有元素。” 亚历山大认为这些话引出了那些主张原子是本原的人的某种自我矛盾,因为他们说元素之间是在形状上相异而不是在基底上相异,而如果这是真的,显然由元素所产生的事物在形状上也彼此相异。因此对于他们而言,顺理成章的应当是说明每一事物的元素的形状是什么,以及由它们所产生的事物的形状是什么,但他们只把火及其生成原子的形状说成是球形的;因此,由于构成火的元素的圆周性、光滑性以及微小性,火能够穿透、运动并使之运动、分割并燃烧它所接近的事物,这也是合理的;然而他们不再说明气、水、土的形状是什么,或者构成它们的元素的形状是什么;因为他们把这些东西的唯一差异归结于派生出它们的元素在大小上的差异,说气是由形状相同而较小的[元素]构成的,水是由较大的构成的,土是由更大的构成的,它们不再在形状上相异,而是这之中的每一个都产生自各种形状且相同的[元素]。亚历山大说,彼[亚里士多德]本人并未附加上伴随这一点的后果,但这后果应当是:如果他们没有把在形式上相异的元素的差异设定为依据形状,而是依据大小,那么仅在元素大小上相异的气、水和土,就不会在形式上彼此相异。于是,亚历山大把这些当作是为反驳而提出的,并引出了相随的荒谬后果。然而,或许亚里士多德添加这些仍然是为了阐明他们的观点,同时说明了他们把原子说成在数目上是无限的原因;因为他[亚里士多德]说,因为它们在形状上相异,而形状是无限的,为此缘故他们说单纯物体是无限的,但生成每一物体的元素的形状是怎样的、具体是什么,除了仅就火而言,他们不再加以界定;而他们说气、水和其他事物是由具有相同形状而仅在大小和微小性上相异的元素构成的。随后,他通过说“首先,在这些人身上错误也是同样的”开创了针对这一观点的反驳。而且亚里士多德并没有像亚历山大所认为的那样遗漏了随紧接着陈述的观点部分而来的荒谬后果,而是引出了那以“同时他们必然说出彼此相反的话”为开端的第四条反驳。
- 3.36ἀπόλυσιν τῶν ἁπτομένων λέγοντες τὴν δοκοῦσαν τομήν
具有语序倒装的双重宾格结构。谓语宾格 ἀπόλυσιν τῶν ἁπτομένων(相接触之物的解离)前置,而直接宾格宾语 τὴν δοκοῦσαν τομήν(看似分割的现象)后置,解作“把看似分割的现象称为相接触之物的解离”。
- 3.36τὸ δὲ τρόπον τινὰ πρόσκειται, ὅτι
带冠词短语 τὸ τρόπον τινά(短语“在某种程度上”)充当被动动词 πρόσκειται(被加上)的主语,其后的 ὅτι 从句引出说明其添加原因的因果分句。
- 3.37τούτῳ δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἑπόμενον αὐτὸς μὲν οὐ προσέθηκεν, εἴη δὲ ἂν τό
核心句子骨架为 τούτῳ τὸ ἑπόμενον αὐτὸς μὲν οὐ προσέθηκεν(彼本人并未附加上伴随这一点的后果),而其后的 εἴη δὲ ἂν τό 中的中性定冠词 τό 起预先引出作用,将随后由条件从句 εἰ μὴ... 引出的一整套推论内容名词化。
