← 辛普里丘

亚里士多德《论天》注释

§59.24-60.34

天体的无轻重性与不生不灭性论证

辛普里丘总结了亚里士多德迄今预先设定的前提与已证明的前提,并阐释了天体既无重亦无轻这一结论是如何作为关键基础,进而推导论证天体的不生不灭性的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18

" Ἐπεὶ δὲ τὰ μὲν ὑπόκειται, τὰ δὲ ἀποδέδεικται τῶν εἰρημένων, φανερόν, ὅτι οὔτε κουφότητα οὔτε βάρος ἔχει πᾶν σῶμα.1" Ἐπειδὴ πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προυπαρχούσης γίνεται γνώσεως, ὡς αὐτὸς ἡμᾶς ἐδίδαξεν ἐν τοῖς Ἀναλυτικοῖς, ἀνάγκη τινὰ προϋποκεῖσθαι τῶν ἀποδείξεων,2 τὰ μὲν ὡς ἀφ’ ἑαυτῶν τὸ πιστὸν ἔχοντα, τὰ δὲ ὡς προαποδεδειγμένα ἢ ὡς δειχθησόμενα. κἀνταῦθα τοίνυν προυπετέθη τινὰ τῶν λημμάτων, τινὰ δὲ καὶ ἀπεδείχθη· προϋπετέθη μὲν τὸ δύο εἶναι τὰς ἁπλᾶς γραμμὰς τήν τε εὐθεῖαν καὶ τὸν κύκλον, τὸ ἄνω μὲν εἶναι κίνησιν τὴν ἀπὸ τοῦ μέσου, κάτω δὲ τὴν ἐπὶ τὸ μέσον, κύκλῳ δὲ τὴν περὶ τὸ μέσον, καὶ τὸ ἓν ἑνὶ ἐναντίον εἶναι, καὶ τὸ μίαν ἑκάστου κατὰ φύσιν εἶναι κίνησιν τῶν ἁπλῶν. ἀποδέδεικται δὲ τῶν μὲν λημμάτων, ὅτι δύο αἱ ἁπλαῖ κινήσεις ἥ τε κύκλῳ καὶ ἡ κατ’ εὐθεῖαν, καὶ ὅτι τῶν ἁπλῶν ἁπλαῖ αἱ κινήσεις, καὶ αἱ ἁπλαῖ κινήσεις ἁπλῶν εἰσι σωμάτων· καὶ γὰρ καὶ τοῦτο, οἶμαι, δέδεικται ἐκ τῆς τῶν κινήσεων καὶ τῆς τῶν σωμάτων διαιρέσεως καὶ τῆς οἰκείας ἐφαρμογῆς. ἀποδέδεικται δὲ ἔκ τε τῶν ὑποτεθέντων καὶ ἐκ τῶν ἀποδειχθέντων λημμάτων, ὅτι παρὰ τὰ τέσσαρα τὰ ὑπὸ σελήνην ἁπλᾶ σώματά ἐστιν ἄλλο τι πέμπτον, ᾧ κατὰ φύσιν ἐστὶν ἡ κύκλῳ κίνησις, καὶ τοῦτο τελειότερόν τε καὶ πρότερον καὶ τιμιώτερόν ἐστι τὴν φύσιν τῶν ἄλλων σωμάτων. τούτοις δὴ τοῖς ὑποκειμένοις καὶ ἀποδεδειγμένοις ἕπεσθαί φησι τὸ μήτε βάρος μήτε κουφότητα πᾶν ἔχειν σῶμα· εἰ γὰρ τὸ βαρὺ καὶ κοῦφον ἐξ αὐτοῦ τοῦ ὁρισμοῦ τῶν εὐθυπορουμένων ἴδια φανῇ, ἐδείχθη δὲ τὸ κύκλῳ κινούμενον ἄλλο παρὰ τὰ εὐθυπορούμενα καὶ οὕτως ἄλλο, ὡς μήτε κατὰ φύσιν μήτε παρὰ φύσιν αὐτῷ δύνασθαι προσήκειν τὴν ἐπ’ εὐθείας κίνησιν, ἕπεται δηλονότι τὸ μὴ πᾶν σῶμα βάρος ἔχειν ἢ κουφότητα, ὥστε καὶ κατὰ τοῦτο διαφέρον δείκνυσθαι τὸ οὐράνιον τῶν ὑπὸ σελήνην κατὰ τὸ μήτε βάρος ἔχειν μήτε κουφότητα. τοῦτο δὲ αὐτῷ συντελέσει πρὸς δεῖξιν τοῦ ἀγένητον καὶ ἄφθαρτον καὶ ἀναυξὲς καὶ ἀμείωτον καὶ ἀναλλοίωτον δειχθῆναι τὸ οὐράνιον σῶμα. εἰ μὲν γὰρ εἶχε βάρος ἢ κουφότητα, ἦν ἄν τις τῇ κινήσει αὐτοῦ ἐναντία κίνησις· εἰ δὲ τοῦτο, ἦν ἄν τι αὐτῷ ἐναντίον τὸ κινούμενον κατὰ φύσιν τὴν ἐναντίαν αὐτῷ κίνησιν· εἰ δὲ τοῦτο, καὶ ἐγίνετο ἂν ἐκ τοῦ ἐναντίου καὶ ἐφθείρετο εἰς τὸ ἐναντίον. εἰ δὲ μὴ ἔχει μήτε βάρος μήτε κουφότητα μήτε ἐπ’ εὐθείας ὅλως κινεῖται, καθ’ ἣν ἐστιν ἐναντίωσις, ἀλλὰ κύκλῳ μόνον, δειχθῇ δὲ τῇ κύκλῳ κινήσει μὴ οὖσα κίνησις ἐναντία, δῆλον, ὅτι οὐχ ἕξει τι ἐναντίον ἑαυτῷ τὸ κύκλῳ κινούμενον, ὥστε οὔτε γίνεται ἔκ τινος οὔτε φθείρεται εἴς τι. ἀναγκαίως οὖν τὸ μήτε βάρος ἔχειν μήτε κουφότητα προέλαβεν ταὐτὸν ὂν τῷ μήτε ἄνω μήτε κάτω κινεῖσθαι, ὅπερ ταὐτὸν τῷ μὴ κινεῖσθαι κίνησιν ἐναντίωσιν ἔχουσαν, ἵνα δείξας, ὅτι τῇ κύκλῳ κινήσει, ἣν κινεῖται, οὐκ ἔστιν ἐναντία κίνησις, ἀκολουθοῦν ἔχῃ τὸ μηδὲ αὐτῷ εἶναί τι ἐναντίον, ᾧ ἕπεται ἐξ ἀνάγκης τὸ μήτε γίνεσθαι μήτε φθείρεσθαι, τούτῳ δὲ τὰ λοιπά.

“既然在所说的事情中,有些是作为假定被设定的,有些是已被证明的,那么显而易见,并非每一个物体都具有轻或重。” 既然一切教学和一切理知性学习都产生于预先存在的知识,正如他自己在《分析篇》中教导我们的那样,那么必然有某些事物在证明之前被预先假定,有些作为凭自身即具确信性的事物,有些作为预先已被证明或将要被展示的事物。因此在这里,前提命题中的某些也被预先设定,而某些也已被证明:预先设定的是,简单线条有两条,即直线和圆;向上的运动是从中心出发的运动,向下的运动是朝向中心的运动,圆周运动是围绕中心的运动;一物与一物相反;以及简单物体中的每一个都有一种符合本性的运动。而在前提命题中已被证明的是:简单运动有两种,即圆周运动和沿直线的运动;简单事物的运动是简单的,而简单运动属于简单物体;因为我认为,这也是通过运动的划分和物体的划分以及相应的契合而得到证明的。并且,从已被设定的前提和已被证明的前提中都已证明:除了月下的四种简单物体之外,还存在着另一种第五种物体,对它而言圆周运动是符合本性的,并且这个物体在自然本性上比其余物体更完全、在先且更高贵。因此他说,伴随着这些被假定和被证明的事项而来的,是并非每一个物体都具有重或轻。因为,如果从其定义本身来看,重与轻表现为沿直线运动之物的固有属性,而且已经表明沿圆周运动之物有别于沿直线运动之物,并且其差别在于直线运动既不能符合本性地、也不能违背本性地属于它,那么显然可以得出结论:并非每一个物体都具有重或轻,从而天体在这方面也被证明有别于月下之物,即它既不具有重,也不具有轻。而这将有助于他证明天体是不生、不灭、不增、不减且不发生质变的。因为如果它具有重或轻,就会有某种与其运动相反的运动;如果是这样,就会有某种与它相反的事物,即那种符合本性地进行与其相反运动的事物;如果是这样,它就会从相反者中生成,并毁灭至相反者中。但如果它既不具有重也不具有轻,也完全不沿着存在相反性的直线运动,而仅仅作圆周运动,并且如果表明圆周运动没有相反的运动,那么显然,沿圆周运动之物自身将没有任何相反者,从而它既不从任何事物中生成,也不毁灭至任何事物中。因此,他必然预先设定了既不具有重也不具有轻,这等同于既不向上也不向下运动,而这又等同于不作具有相反性的运动;这样,在证明了它所进行的圆周运动不存在相反运动之后,他便能够得出一个伴随的结论,即连它自身也不存在任何相反者,而由这一结论必然得出既不生成也不毁灭,再由此得出其余各项。

语法注2 条
  1. 1.18οὔτε κουφότητα οὔτε βάρος ἔχει πᾶν σῶμα

    此处并非全否定(“没有任何物体具有重或轻”),而是否定词修饰全称主语 πᾶν σῶμα 所构成的部分否定(“并非每一个物体都具有重或轻”)。下文辛普里丘将其明确转述为 τὸ μὴ πᾶν σῶμα βάρος ἔχειν ἢ κουφότητα 也印证了这一点。

  2. 1.18ἀνάγκη τινὰ προϋποκεῖσθαι τῶν ἀποδείξεων

    τῶν ἀποδείξεων 被解释为由复合不定式 προϋποκεῖσθαι 中的前缀 προ- 所支配的表示在先或比较的属格(意为“在诸证明之前被预先假定”)。不定式的主语是不定代词的中性复数宾格 τινά。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:59.24-60.34