← 辛普里丘

亚里士多德《论天》注释

§607.21-609.12

相反性的有限性论证与阿那克萨戈拉解释

辛普里修将亚里士多德根据可感觉差异和具有极值的相反性证明元素形式有限的论证重构为假言和定言三段论,并将阿那克萨戈拉“万物聚集”的残篇解释为包含理智秩序与可感觉秩序的双重构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.35

" Ἔτι εἰ σῶμα σώματος ἕτερον λέγεται ἕως τοῦ φανερόν, ὅτι καὶ τὰ στοιχεῖα ἀνάγκη πεπερασμένα εἶναι." Καὶ τοῦτο τὸ ἐπιχείρημα δείκνυσιν, ὅτι τὰ στοιχεῖα τῷ εἴδει πεπερασμένα ἐστίν. ἡ δὲ συναγωγὴ τοῦ λόγου ὑποθετικῶς μὲν οὕτω προάγεται· εἰ πάντα τὰ σώματα ἀλλήλων πεπερασμέναις κατ’ εἶδος διαφοραῖς διαφέρει, τὰ δὲ πεπερασμέναις κατ’ εἶδος διαφοραῖς διαφέροντα πεπερασμένα κατ’ εἶδός ἐστιν, ἀνάγκη τὰ σώματα πεπερασμένα εἶναι τῷ εἴδει· εἰ οὖν καὶ τὰ στοιχεῖα σώματά ἐστιν ἁπλᾶ, ἔτι μᾶλλον ἀνάγκη ταῦτα ἤπερ τὰ ἀπ’ αὐτῶν πεπερασμένα εἶναι τῷ εἴδει. καὶ ὅτι μὲν τὰ σώματα ταῖς οἰκείαις διαφοραῖς διαφέρει, πρόδηλον· καὶ γὰρ πάντα τὰ διαφέροντα ταῖς οἰκείαις διαφοραῖς διαφέρει· ὅτι δὲ αἱ διαφοραί, αἷς διαφέρει τὰ σώματα, πεπερασμέναι εἰσὶ τῷ εἴδει, δῆλον ἐκ τοῦ αἰσθητὰς αὐτὰς εἶναι.1 καὶ ὅτι μὲν αἰσθηταῖς διαφοραῖς διαφέρει τὰ σώματα, ἔδειξεν ἐν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως, τὸ δὲ τὰς αἰσθητὰς πεπερασμένας εἶναι τῷ εἴδει ἔδειξεν ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν οὕτω· πᾶν τὸ αἰσθητὸν ἔχει ἐναντίωσιν· τὸ ἔχον ἐναντίωσιν ἔχει ἔσχατα κατ’ εἶδος· τὸ ἔχον ἔσχατα κατ’ εἶδος πεπερασμένον κατ’ εἶδός ἐστι· τῶν ἄρα αἰσθητῶν τὰ εἴδη πεπέρανται. καὶ κατηγορικῶς δὲ οὕτως ἔστι συναγαγεῖν τὸ περὶ τῶν στοιχείων ἐπιχείρημα· τὰ στοιχεῖα σώματα· τὰ σώματα ἀλλήλων ταῖς οἰκείαις διαφοραῖς αἰσθηταῖς οὔσαις διαφέρει· τὰ ταῖς αἰσθηταῖς διαφοραῖς διαφέροντα πεπερασμέναις τῷ εἴδει διαφοραῖς διαφέρει· τὰ πεπερασμέναις τῷ εἴδει διαφοραῖς διαφέροντα πεπερασμένα κατ’ εἶδός ἐστι. Ταῦτα μὲν ἐν τούτοις τῷ Ἀναξαγόρου λόγῳ προσήγαγεν, ἐν δὲ τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως καὶ πρὸς τὸ πάντα ἐν πᾶσι μεμῖχθαι τὴν ὑπάντησιν ἐποιήσατο. ἔλεγε γὰρ ἕκαστον τῶν αἰσθητῶν σωμάτων ἄπειρα ἔχειν ἐν ἑαυτῷ ὁμοιομερῆ· διὰ τοῦτο γὰρ ὁρᾶσθαι πάντα ἐκ πάντων γινόμενα. ἔδειξεν οὖν ἀκολουθοῦν τούτῳ τὸ ἕκαστον τῶν αἰσθητῶν ἀπειρομέγεθες γίνεσθαι· τὸ γὰρ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν κατ’ ἐνέργειαν συγκείμενον μέγεθος ἄπειρον ἀνάγκη γίνεσθαι τῷ μεγέθει· εἰ οὖν τοῦτο ἀδύνατον, οὐκ ἂν εἴη ἄπειρα τὰ στοιχεῖα. καὶ δῆλον, ὅτι τοῦτο τὸ ἐπιχείρημα τὴν κατ’ ἀριθμὸν ἀπειρίαν ἀναιρεῖ, ἥτις τῇ κατ’ εἶδος ἀπειρίᾳ οὐ συνανῃρέθη. Λέγει δὲ ὁ Ἀναξαγόρας ἀρχόμενος τοῦ συγγράμματος· “ὁμοῦ χρήματα πάντα ἦν ἄπειρα καὶ πλῆθος καὶ μικρότητα· καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν, καὶ πάντων ὁμοῦ ἐόντων οὐδὲν ἔνδηλον ἦν ὑπὸ σμικρότητος,” καὶ ὅτι “ἐν σύμπαντι χρὴ δοκεῖν ἐνεῖναι πάντα χρήματα.” μήποτε δὲ τὸ ἄπειρον ὡς ἡμῖν ἀπερίληπτον καὶ ἄγνωστον λέγει· τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ “ὥστε τῶν ἀποκρινομένων μὴ εἰδέναι τὸ πλῆθος μήτε λόγῳ μήτε ἔργῳ.” ἐπεί, ὅτι τῷ εἴδει πεπερασμένα ᾤετο, δηλοῖ λέγων πάντα γιγνώσκειν τὸν νοῦν· καίτοι, εἰ ἄπειρα ὄντως ἦν, παντελῶς ἦν ἄγνωστα· ἡ γὰρ γνῶσις ὁρίζει καὶ περατοῖ τὸ γνωσθέν. λέγει δέ, ὅτι “καὶ τὰ συμμισγόμενά τε καὶ ἀποκρινόμενα πάντα ἔγνω νοῦς, καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν”. ἔοικε δὲ διττὴν ἐνδείκνυσθαι διακόσμησιν ὁ Ἀναξαγόρας,2 τὴν μὲν νοητὴν καὶ ἡνωμένην, ἐν ᾗ ὁμοῦ πάντα χρήματα ἦν καὶ ἕκαστον πάντα ἦν τὰ ἄλλα διὰ τὴν νοητὴν ἕνωσιν, τὴν δὲ αἰσθητὴν καὶ διακεκριμένην ἀπ’ ἐκείνης τῆς ἑνώσεως ὑπὸ τοῦ δημιουργικοῦ νοῦ, ὃν καὶ αὐτὸν ἀπὸ τοῦ νοητοῦ προελθόντα διακοσμῆσαι πάντα φησίν. ὅτι γὰρ νοητὴν ἐνδείκνυταί τινα διακόσμησιν πρὸ ταύτης τῆς αἰσθητῆς κατ’ αἰτίαν καὶ σπερματικῶς ταύτην προειληφυῖαν,3 ἐκεῖνα, οἶμαι, σαφῶς παρίστησι τὰ ῥητά· “τούτων δὲ οὕτως ἐχόντων χρὴ δοκεῖν ἐνεῖναι πολλά τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινομένοις καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ ἡδονὰς καὶ χροιάς, καὶ ἀνθρώπους συμπαγῆναι καὶ τὰ ἄλλα ζῷα, ὅσα ψυχὴν ἔχει, καὶ τοῖς γε ἀνθρώποισιν εἶναι καὶ πόλεις συνῳκημένας καὶ ἔργα κατεσκευασμένα ὥσπερ παρ’ ἡμῖν καὶ ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ὥσπερ παρ’ ἡμῖν”, καὶ ταῦτα δηλονότι σπερματικῶς ἐκεῖ καὶ κατ’ ἰδέας, ὡς εἶπε, προειλημμένα.

“再者,如果物体与物体被称为不同……直至……显然元素也必然是有限的。” 这一论证也证明了元素在形式上是有限的。该论证的推论在假言上按如下方式展开:如果一切物体由于在形式上有限的差异而彼此相异,而由于在形式上有限的差异而相异的事物在形式上是有限的,那么物体在形式上必然是有限的;因此,如果元素也是单纯物体,那么这些元素比起由它们派生的事物在形式上有限,就更是必然的。而物体是由于其特有差异而相异,这是显而易见的;因为一切相异的事物都是由于特有差异而相异;至于物体赖以相异的差异在形式上是有限的,这从它们是可感觉的这一事实中是清楚的。他在《物理学》第七卷中证明了物体是由于可感觉的差异而相异,而在《论感觉及其对象》中他按如下方式证明了可感觉的〔差异〕在形式上是有限的:一切可感觉的事物都具有相反性;具有相反性的事物在形式上具有极值;在形式上具有极值的事物在形式上是有限的;因此,可感觉事物的形式是有界的。而关于元素的论证,也可以按定言方式推导如下:元素是物体;物体由于属于可感觉的特有差异而彼此相异;由于可感觉的差异而相异的事物,由于在形式上有限的差异而相异;由于在形式上有限的差异而相异的事物,在形式上是有限的。他在这些章节中将这些论证针对阿那克萨戈拉的学说提出,而在《物理学》第一卷中,他也对“万物混合于万物中”这一主张进行了反驳。因为彼[阿那克萨戈拉]曾说,每一个可感觉的物体自身内部都包含有无限的同质部分;因为正是由于这个缘故,才看到万物由万物产生。于是他[亚里士多德]指明,由此得出的结论是每一个可感觉的事物在量度上变成无限;因为由在数目上现实地无限的量度所构成的量度,在量度上必然成为无限;因此,如果这是不可能的,元素就不可能是无限的。并且很显然,这一论证排除了数目上的无限性,而数目上的无限性并没有连同形式上的无限性一起被排除。 阿那克萨戈拉在他的著作开篇时说:“万物原本聚集在一起,在数量和微小性上都是无限的;因为微小也是无限的,当万物聚集在一起时,由于微小而无一显露”;并且说“应当认为万物存在于一切之中”。然而或许,他所谓的无限是指对我们而言无法把握和不可知的;因为他是通过“以致通过言语或事实都无法知晓被分离出来的东西的数量”表明了这一点。因为,他认为它们在形式上是有限的,这由他说“心灵认识万物”表现出来;然而,如果它们真正是无限的,它们就完全是不可知的;因为知识限定并界绝了被知者。而且他说:“凡被混杂的以及被分离的,心灵全部认识了,无论是将要成为怎样的,还是过去曾是怎样的”。阿那克萨戈拉似乎指明了一种双重的宇宙秩序:一种是理智的、统合的秩序,在其中万物聚集在一起,且每一事物由于理智的统合而成为所有其他事物;另一种则是可感觉的秩序,是由创世的心灵从那一统合中分离出来的,他说该心灵自身也是从理智之域发出并安排了万物。因为,我认为以下言辞明确地证实了他确实表明了在这一可感觉的秩序之前存在某种理智的秩序,该秩序在原因上和种子上预先包容了这一秩序:“在这些条件存在的情况下,应当认为在所有被聚合物之中存在着许多且各种各样的事物,具有一切事物的种子,具有各种各样的形式、滋味和颜色;并且人类以及其他一切具有灵魂的动物已被构成,对于人类而言,既有居住的城市,也有建成的工程,正如在我们这里一样,并且也有太阳、月亮以及其他事物,正如在我们这里一样”;而这些事物显然正如他所说,在彼处是作为种子并且按照形式被预先包含的。

语法注3 条
  1. 3.35ἐκ τοῦ αἰσθητὰς αὐτὰς εἶναι

    由介词 ἐκ 支配的中性单数属格冠词 τοῦ 加不定式结构(αὐτάς 为不定式的逻辑主语,αἰσθητάς 为表语形容词),表示命题的论据或原因:“基于它们是可感觉的这一事实”。

  2. 3.35ἔοικε δὲ διττὴν ἐνδείκνυσθαι διακόσμησιν ὁ Ἀναξαγόρας

    ἔοικε 的人称句结构,以 ὁ Ἀναξαγόρας 为语法主语,并支配不定式 ἐνδείκνυσθαι(其直接宾语为 διττὴν διακόσμησιν),意为“阿那克萨戈拉似乎指明了一种双重的宇宙秩序”。

  3. 3.35κατ’ αἰτίαν καὶ σπερματικῶς ταύτην προειληφυῖαν

    完成时主动分词 προειληφυῖαν(源自 προλαμβάνω)为阴性单数宾格,与前面的 νοητήν τινα διακόσμησιν 一致。它由介词短语 κατ’ αἰτίαν 和副词 σπερματικῶς 修饰,并带直接宾语 ταύτην(即可感觉的秩序),构成定语修饰:“在原因上和种子上预先包容了这一[可感觉秩序]的[理智秩序]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:607.21-609.12