- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:606.22-607.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修跟随亚里士多德论证了即使对于同质部分而言、在认识论上设定有限的本原也更为优越,并考察了波塔蒙、阿斯帕西乌斯和亚历山大关于数学本原在“形式与数量上的界定”的见解,最后给出了自己的阐释。
εἰ δὲ ἀνάγκη κατ’ αὐτοὺς καὶ μὴ ἐξ ὁμοιομερῶν τινα γίνεσθαι, καὶ μηδὲν ἡ ἀπειρία συντελεῖ πρὸς τὸ πάντα ἐξ ὁμοιομερῶν εἶναι, οὐδὲν κωλύει πεπερασμένα τὰ ὁμοιομερῆ ποιεῖν, εἴπερ ἐστὶ στοιχεῖα· καὶ γὰρ πεπερασμένων ὄντων τὰ μὲν ἐξ ὁμοίων ἔσται τὰ δὲ ἐξ ἀνομοίων, ὥσπερ καὶ ἀπείρων ὑποκειμένων. εἰ οὖν τὰ αὐτὰ σώζειν δυνατὸν πεπερασμένας τε τὰς ἀρχὰς καὶ ἀπείρους ὑποτιθεμένους, βέλτιον, φησί, πεπερασμένας λαμβάνειν, ὥσπερ καὶ ἐν τοῖς μαθήμασιν, καὶ ὡς δυνατὸν ἐλαχίστας. εἰ γὰρ ἀγνοουμένων τῶν ἀρχῶν ἀγνοεῖσθαι καὶ τὰ ἐξ αὐτῶν ἀναγκαῖον, ὁ γινώσκειν τὸ ἐκ τῶν ἀρχῶν βουλόμενος πεπερασμένας ἀρχὰς ὑποτιθέσθω καὶ ταύτας ὡς ἐλαχίστας, διότι τὸ μὲν ἄπειρον ἄγνωστόν ἐστι, τὸ δὲ πεπερασμένον γνωστόν, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ εὐπεριληπτότερόν ἐστι καὶ τῇ μονάδι πλησιάζει. διὸ καὶ οἱ μαθηματικοὶ ἐπιστημονικὴν γνῶσιν ἔχειν τῶν ὑποκειμένων βουλόμενοι πεπερασμένας τὰς ἀρχὰς λαμβάνουσιν ἢ τῷ εἴδει ἢ τῷ ποσῷ, τῷ μὲν εἴδει, ὅταν σημεῖον καὶ γραμμὴν καὶ ἐπίπεδον ὁρίζωνται· οὐ γὰρ ἓν ἀριθμῷ τούτων ἕκαστον, ἀλλὰ τῷ εἴδει καὶ τῷ λόγῳ· τῷ δὲ ποσῷ μαθηματικὰς ἀρχὰς ὡρίσθαι ὁ μὲν Ποτάμων λέγει, ὅταν τὴν μονάδα ἀρχὴν ἀριθμοῦ λαμβάνωσιν, Ἀσπάσιος δὲ τῷ ποσῷ ὡρίσθαι τὰ πέντε αἰτήματά φησι· ταῦτα γὰρ οὐ κατ’ εἶδος, ἀλλὰ κατ’ ἀριθμὸν πέντε ἐστί. “δύναται δέ, φησὶν Ἀλέξανδρος, ἀρχὰς τῷ ποσῷ λέγειν πεπερασμένας καὶ αὐτὰς ταύτας, ὧν ἑκάστην κατὰ τὸ εἶδος ὡρισμένην ἐλάμβανον· ὧν γοῦν τοὺς ὁρισμοὺς ὡς στοιχείων ἀποδιδόασιν, ὥρισται ταῦτα κατὰ τὸν ἀριθμόν.1 ἢ τῷ μὲν εἴδει, φησίν, ὡρισμένα τὰ στοιχεῖα κατ’ αὐτούς ἐστιν, ὅτι σημεῖον καὶ γραμμή, ἡ μὲν εὐθεῖα, ἡ δὲ περιφερής, καὶ ὅσα πρῶτα λαμβάνοντες ὁρίζονται, ἃ καὶ ὅρους καλοῦσιν· οὐ γὰρ ἄπειρα τὰ εἴδη αὐτῶν, ἀλλ’ ἔστιν αὐτῶν ἀριθμός· τῷ δὲ ποσῷ, ὅτι οὐδενὶ ἀπείρῳ χρῶνται οὔτε εὐθείᾳ οὔτε ἐπιπέδῳ, ἐπειδάν τι δεικνύωσι· κἂν γὰρ ἄπειρον ὑποθῶνται, ἀλλ’ ἀεὶ πεπερασμένον ἀφαιροῦντες χρῶνται.” μήποτε δὲ τῷ μὲν εἴδει πεπερασμένας,2 ὅτι οὐδὲν ἄπειρον ὑποτίθενται, ἀλλὰ τρίγωνα καὶ τετράγωνα καὶ κύκλους καὶ σημεῖα καὶ γραμμὰς καὶ ἐπίπεδα, τῷ δὲ ποσῷ, ὅτι ἠρίθμηνται αἱ λαμβανόμεναι ἀρχαὶ οἵ τε ὅροι πόσοι καὶ τὰ ἀξιώματα καὶ τὰ αἰτήματα, οἷς ἀρκοῦνται πρὸς τὰς ἀποδείξεις τῶν ἑξῆς.
如果按照他们的说法,有些事物必然也是不由同质部分产生的,而且无限性对于一切事物都由同质部分构成毫无贡献,那么,即便它们确实是元素,也没有任何东西阻止将同质部分设为有限的;因为即使在它们是有限的情况下,一些事物是由相似部分构成的,另一些是由不相似部分构成的,正如在假设它们是无限时一样。因此,如果假设本原是有限的或无限的能够保全同样的事物,那么他说,最好将其设为有限的,正如在数学中一样,并且尽可能取最少的数目。因为如果本原不为人所知,那么由本原所产生的事物必然也不为人所知,那么想要认识本原之产物的人就应当假设有限的本原,并且尽可能取最少,因为无限是不可知的,而有限是可知的,并且越是容易把握、越接近于单元,就越是可知。因此,数学家们若想对所讨论的对象具有科学知识,也是在形式上或在数量上将本原设为有限的:在形式上,是指当他们定义点、线和面的时候;因为这些中的每一个并非在数目上为一,而是在形式和定义上为一;另一方面,波塔蒙说数学本原在数量上的界定是指当他们把单元作为数的本原时,而阿斯帕西乌斯则说五个公设在数量上是被界定的;因为这些不是在形式上、而是在数目上为五。“而且,”亚历山大说,“也可以将他们把其中每一个作为在形式上限定的东西而接受的这些本身称为在数量上有限的本原;因为他们作为元素给出其定义的那些东西,在数目上是有限的。或者,他说,按照他们的看法,元素在形式上是有限的,是因为有点以及直线和曲线这样的线,以及他们首先假定并予以定义的那些东西,他们也称之为界说;因为它们的形式不是无限的,而是有其确定的数目;而在数量上[有限],是因为当他们证明某种事物时,绝不使用任何无限的东西,无论是直线还是平面;因为即使他们假设了无限,也总是切取有限的部分来使用。”然而,或许所谓在形式上有限,是指他们根本不假设任何无限的事物,而是假设三角形、正方形、圆、点、线和面;而在数量上[有限],则是指所采纳的本原——界说、公理和公设的数目——已被计数,而这些本原对于推导后续命题的证明而言已足够充分。
- 3.34ὧν γοῦν τοὺς ὁρισμοὺς ὡς στοιχείων ἀποδιδόασιν, ὥρισται ταῦτα κατὰ τὸν ἀριθμόν
关系从句(ὧν... ἀποδιδόασιν)前置于主句,关系代词属格 ὧν 的先行词是其后的指示代词 ταῦτα。属格 ὧν 依附于名词 τοὺς ὁρισμούς 作为客观属格(“关于它们的定义”),而非动词 ἀποδιδόασιν 的直接宾语。
- 3.34μήποτε δὲ τῷ μὲν εἴδει πεπερασμένας
句首的 μήποτε 是表示审慎推测或提议的副词用法(“或许”)。宾格阴性复数分词 πεπερασμένας 是承接前文语境(如 ἀρχὰς... λαμβάνουσιν 或 λέγει)的宾语补足语,整个主谓动词在此被省略。
