- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:605.21-606.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德针对阿那克萨戈拉无限元素论的驳斥,解释了即便承认同质部分也无须将元素设为无限,并且脸部等器官部分及具自然形状的整体无法由微小的同质部分构成。
" Ἔτι δὲ οὐδ’ οὕτω λαμβάνοντας τὸ στοιχεῖον ἕως τοῦ ἢ τῷ εἴδει ἢ τῷ ποσῷ." Ἀπὸ τῆς ὁμοιομερείας πρότερον ἐπιχειρήσας καὶ δείξας, ὅτι οὐ πάντα τὰ ὁμοιομερῆ στοιχεῖά ἐστιν· οὐδὲ γὰρ ἁπλᾶ πάντα· νῦν πρὸς τὴν ἀπειρίαν ὑπαντᾷ καὶ συγχωρήσας καθ’ ὑπόθεσιν τῇ ὁμοιομερείᾳ λέγει, ὅτι, κἂν ὁμοιομερῆ τις λαμβάνῃ τὰ στοιχεῖα, οὐκ ἀνάγκη διὰ τοῦτο ἄπειρα ποιεῖν αὐτά· καὶ πεπερασμένων γὰρ ὑποτιθεμένων τὰ αὐτὰ δυνατὸν ἀποδιδόναι, κἂν ὀλίγα τις ὑποθῆται τῷ πλήθει δύο ἢ τρία ἢ τέτταρα, καθάπερ Ἐμπεδοκλῆς. καὶ γὰρ οὗτος τέσσαρα τὰ στοιχεῖα ὑποθέμενος καὶ ἕκαστον αὐτῶν ὁμοιομερὲς εἰπὼν ἐκ τούτων πᾶσαν τὴν γένεσιν ἀποδίδωσι, πλὴν ὅτι Ἐμπεδοκλῆς μὲν ἁπλᾶ ταῦτα ὑποτίθεται, Ἀναξαγόρας δὲ καὶ ταῦτα σύνθετα ἐξ ὁμοιομερῶν, ὥσπερ καὶ τὰ ἄλλα πάντα τὰ αἰσθητὰ σύνθετα ἐκ τῶν ὁμοιομερῶν ποιεῖ κατ’ ἐπικράτειαν ἑνὸς τῶν ἐν αὐτοῖς χαρακτηριζόμενα. εἶτα καὶ τρίτον ἐπ’ ἀμφοῖν ἐπιχείρημα ἐπάγει ἀπό τε τῆς ὁμοιομερείας καὶ ἀπὸ τῆς ἀπειρίας. ἐπειδὴ γάρ, φησί, κἂν ἄπειρα τῷ πλήθει τὰ στοιχεῖα ὑποθῶνται, συμβαίνει μὴ πάντα τὰ σύνθετα ἐξ ὁμοιομερῶν ποιεῖν· σάρκα μὲν γὰρ τὴν αἰσθητὴν καὶ χρυσὸν καὶ τὰ τοιαῦτα ἐξ ὁμοιομερῶν ποιεῖν αὐτοῖς ὁπωσοῦν προχωρεῖ ἐπικρατοῦντος τοῦ πλήθους ἐν τῷ μίγματι τῶν ἀναισθήτων διὰ μικρότητα σαρκίων ἢ χρυσίων, πρόσωπον δὲ καὶ τὰ ἄλλα ὀργανικὰ καλούμενα μόρια οὐκέτι δυνατὸν ἐκ πολλῶν ἀναισθήτων τῷ μεγέθει προσώπων συντιθέναι. καὶ ὁ μὲν Ἀλέξανδρός φησι μὴ εἶναι ἐξ ὁμοιομερῶν, διότι ὁ ὀφθαλμὸς καὶ ἡ ῥὶς οὐκ ἔστιν ὅμοια· μήποτε δὲ ἀκριβέστερον1 ὁ Ἀριστοτέλης εἶπε πρόσωπον γὰρ οὐκ ἐκ προσώπων, διότι τὰ ὁμοιομερῆ, εἰ καὶ ἀλλήλοις ὅμοια ἔχει τὰ μόρια, οὐ διὰ τοῦτο λέγεται ὁμοιομερῆ, ἀλλ’ ὅτι τῷ ὅλῳ2 ὅμοια ἔχει τὰ μέρη. πάνυ δὲ ἀκριβῶς προσέθηκε τὸ οὐδ’ ἄλλο τῶν κατὰ φύσιν ἐσχηματισμένων οὐδέν, ἐπειδὴ οὐ μόνα τὰ ἐξ ἀνομοίων ἀλλήλοις συγκείμενα οὐκ ἔχει ὅμοια τὰ μέρη τῷ ὅλῳ, ὡς εἴρηται ἐπὶ τοῦ προσώπου, ἀλλὰ καὶ ἐν οἷς ὅμοια τὰ μέρη ἀλλήλοις ἐστὶ καὶ τῷ ὅλῳ τοῦ ὅλου κατὰ σχῆμα φυσικὸν εἰδοπεποιημένου, ὡς τὸ τοῦ κρανίου ὀστοῦν ἢ τοῦ βραχίονος ἢ τοῦ μηροῦ ἢ νεῦρον ἢ φλὲψ ἢ ἀρτηρία, οὐδὲ ταῦτα ἐξ ὁμοίων τῷ ὅλῳ μερῶν ἐστι· κἂν γὰρ τὸ τοῦ ὀστοῦ μέρος ὀστοῦν καὶ τὸ τοῦ νεύρου νεῦρον, ἀλλ’ οὐκ ἐσχημάτισται τὸ μέρος τῷ ὅλῳ, τὸ δὲ ὅλον μετὰ τοῦ σχήματος ἦν τοῦτο, ὅπερ εἶναι λέγεται.
“此外,即使对这样设定元素的人而言”直至“无论是在形式上还是在数量上”。 先前[亚里士多德]从同质部分出发进行论驳,并表明并非一切同质部分都是元素——因为并非一切同质部分都是单纯的——,现在他应对无限性,并且在假定上承认同质部分的同时说道:即便有人把元素当作同质部分,也没有必要因此将它们设为无限;因为即使假设它们是有限的,也同样能够解释相同的现象,哪怕有人像恩培多克勒那样,在数量上假设为少数——两三个或四个。因为他也假设了四种元素,并称其中的每一种都是同质部分,从而用这些解释了所有的生成,除了恩培多克勒假设这些是单纯的,而阿那克萨戈拉则使这些也是由同质部分构成的复合物,正如他使所有其他可感觉事物都是由同质部分构成、并根据其中居优势的一者来规定其特征一样。随后他又同时依据同质部分和无限性这两者,对二者提出了第三个论证。因为他说,即便假设元素在数量上是无限的,其结果也是他们无法用同质部分来构成一切复合物。因为用同质部分来构成可感觉的肉、金以及此类事物,通过在混合物中由于微小而不可感觉的微肉或微金的数量占优势,在他们那里无论如何还行得通;但脸部以及其他被称为器官的部分,则再也不可能由许多在大小上不可感觉的脸部组合而成。亚历山大说它不是由同质部分构成的,是因为眼睛和鼻子并不相似;但或许亚里士多德说“因为脸并不是由脸构成的”更为精确,因为同质部分即使其各个部分彼此相似,也不是因此被称为同质部分,而是因为其各个部分与整体相似。而他补充说“具自然形状者中也没有任何其他事物[由此构成]”是非常精确的,因为不仅由彼此不相似的部分组成的事物没有与整体相似的部分(如在脸的情形中所说的那样),而且在那些各部分彼此相似并与整体相似、而整体根据自然形状被赋予形式的事物中——例如颅骨、臂骨或大腿骨,或筋腱、静脉或动脉——,这些也不是由与整体相似的部分构成的;因为哪怕骨的部分是骨,筋腱的部分是筋腱,但部分并没有按照整体那样被赋予形状,而整体正是连同其形状才是它被称作的那样东西。
- 3.34μήποτε δὲ ἀκριβέστερον
μήποτε 在此作副词性用法,引出审慎的主张或推测(“或许……”、“大概……”),修饰主句动词 εἶπε(主语为 ὁ Ἀριστοτέλης)。辛普里丘以此委婉地指出,相较于先行注疏家亚历山大的解释,亚里士多德本人的表述更符合同质部分的严格定义(部分与整体相似)。
- 3.34τῷ ὅλῳ
在 ἀλλ’ οὐκ ἐσχημάτισται τὸ μέρος τῷ ὅλῳ 中,与格 τῷ ὅλῳ 表示关联或符合的标准(“按照整体的方式”或“如同整体一样”)。骨的一部分在质料上虽是骨,但部分并不具备整个颅骨或臂骨所具有的自然特定形状(σχῆμα)。
