- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:604.1-605.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了亚里士多德如何依据先前确立的自然运动分类推导出单纯物体(元素)的存在,随后解析了亚里士多德针对阿那克萨戈拉的无限同质部分说所作的三段论反驳。
" Ἐπεὶ δ’ ἐστὶ φυσικοῦ σώματος κίνησις ἕως τοῦ ὅτι οὐκ ἔστιν ἄπειρα, καθάπερ οἴονταί τινες, θεωρητέον." Πρὸς τὴν ἀπόδειξιν τοῦ εἶναι ἁπλᾶ σώματα καὶ ταῦτα τὰ τέσσαρα χρῆται τοῖς ἤδη δεδειγμένοις ὑπ’ αὐτοῦ, ὅτι φυσικά ἐστι σώματα τὰ ἀρχὴν κινήσεως ἐν αὑτοῖς ἔχοντα καθ’ αὑτά, ὅπερ ἐν τῇ Φυσικῇ ἀκροάσει δέδεικται, καὶ ὅτι τῶν κινήσεων αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ μικταί, καὶ ὅτι ἡ μὲν ἁπλῆ ἁπλοῦ σώματος, ἡ δὲ μικτὴ μικτοῦ, καὶ τοῦ ἁπλοῦ σώματος ἁπλῆ ἡ κίνησις· αἱ γὰρ τῶν συνθέτων κινήσεις ἁπλαῖ κατὰ ἐπικράτειαν τῶν ἐν αὐτοῖς ἁπλῶν γίνονται· ταῦτα δὲ ἐν τῷ πρώτῳ ταύτης τῆς πραγματείας ἔχει δεδειγμένα. τούτων δὲ κειμένων, ἐπειδή εἰσι κινήσεις ἁπλαῖ αἱ κατὰ τὰς ἁπλᾶς γραμμὰς γινόμεναι τήν τε εὐθεῖαν καὶ τὴν περιφερῆ, φανερόν, ὅτι ἔσται καὶ σώματά τινα ἁπλᾶ, εἴπερ αἱ ἁπλαῖ κινήσεις ἁπλῶν σωμάτων εἰσὶ κατὰ φύσιν· τὰ δὲ ἁπλᾶ τῶν σωμάτων στοιχεῖά ἐστι, διότι καὶ εἰς αὐτὰ διαιρεῖται τὰ σύνθετα, αὐτὰ δὲ ἀδιαίρετά ἐστιν εἰς ἕτερα τῷ εἴδει. Τὸ δὲ διὰ τί ἔστι1 δύναται μὲν διὰ τὰ ἁπλᾶ εἰρῆσθαι· διὰ τοῦτο γάρ ἐστι στοιχεῖα, ὅτι ἐστὶ τὰ τὴν ἁπλῆν κίνησιν κατὰ φύσιν κινούμενα σώματα· δύναται δὲ καὶ πρὸς τὴν γένεσιν ἀναφέρεσθαι· ὅτι γὰρ ἐδείχθη γένεσις οὖσα, διὰ τοῦτο ἔστι τινὰ στοιχεῖα· μὴ γὰρ ὄντων στοιχείων γένεσιν ἀδύνατον εἶναι. Δείξας δέ, ὅτι ἔστιν ἁπλᾶ τινα σώματα, ἃ καὶ στοιχεῖά ἐστιν, ἐπὶ τούτῳ ζητεῖ, πότερον πεπερασμένα ταῦτα ἢ ἄπειρα, καὶ εἰ πεπερασμένα, πόσα. καὶ δυνατὸν μὲν ἦν ἀπὸ τῶν κινήσεων καὶ τοῦτο λαβεῖν, ὅτι πεπερασμένα, καὶ πόσα, ὁ δὲ πρῶτον μὲν πρὸς τοὺς ἄπειρα λέγοντας ἐνστὰς κατασκευάζει, ὅτι πεπερασμένα, ἔπειτα πρὸς τοὺς ἓν τὸ στοιχεῖον τιθεμένους ὑπαντᾷ· ἀξιοπιστότερα γὰρ οὕτως ἔσται τὰ δειχθησόμενα μὴ ἐνοχλούσης τινὸς δόξης ὡς πιθανῆς.
“既然自然物体有一种运动”直至“必须考察它们并非像某些人所认为的那样是无限的”。 为了证明存在单纯物体且这些是四种,[亚里士多德]使用了他已经证明的那些命题:自然物体是在自身之中依其本质具有运动本原的物体——这一点已在《物理学》中得到证明——;运动中有些是单纯的,有些是混合的;单纯的运动属于单纯物体,混合的运动属于混合物体,并且单纯物体的运动是单纯的——因为复合事物的单纯运动是由于其中单纯事物的优势而产生的——;这些他在本论著的第一卷中已经证明过了。在这些被确立之后,既然沿着单纯线(即直线和圆周线)发生的运动是单纯运动,那么显然也将存在某些单纯物体,如果单纯运动依本性确实属于单纯物体的话;而物体中的单纯者就是元素,因为复合事物既被分割为它们,而它们自身在形式上不可再分割为他物。至于“为何存在”这一短语,一方面可以说是因为单纯事物而说的;因为正是由于存在着依本性作单纯运动的物体,元素才存在;但另一方面也可以联系到生成;因为既然生成被证明存在,正因如此才存在某些元素;因为若没有元素,生成便不可能存在。而在阐明了存在某些单纯物体、它们也就是元素之后,在此基础上他探讨这些究竟是有限的还是无限的,如果有限,又是多少。虽然本也可以从运动出发得出有限以及有多少这一结论,但他首先对主张无限者提出异议并确立它们是有限的,随后再应对那些将元素设定为一个的人;因为在没有某种貌似有理的观点造成干扰的情况下,将要证明的事理就会更有可信度。
"Καὶ πρῶτον τοὺς πάντα τὰ ὁμοιομερῆ στοιχεῖα ποιοῦντας ἕως τοῦ καθάπερ εἴρηται πρότερον." Τῶν ἄπειρα λεγόντων τὰ στοιχεῖα Λεύκιππος μὲν καὶ Δημόκριτος τὰς ἀτόμους ἀπείρους ὑπέθεντο, Ἀναξαγόρας δὲ καὶ Ἀρχέλαος τὰς ὁμοιομερείας, καὶ πρὸς ταύτην πρώτην ὑπαντᾷ τὴν δόξαν. καὶ εἴρηκε μὲν ἤδη πρὸς αὐτὴν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως, λέγει δὲ καὶ νῦν καὶ δείκνυσιν, ὅτι μὴ ὀρθῶς ὑπέθεντο οἱ πάντα τὰ ὁμοιομερῆ στοιχεῖα ὑποθέμενοι· πολλὰ γὰρ καὶ τῶν συνθέτων σωμάτων, ἅτινα οὐκ ἂν εἴη στοιχεῖα, ὁμοιομερῆ. ὁμοιομερῆ γάρ ἐστι τὰ εἰς ὅμοια τῷ ὅλῳ μέρη διαιρούμενα, τοιαῦτα δὲ σὰρξ καὶ ὀστοῦν καὶ ξύλον καὶ λίθος, ἅπερ ὅτι μή ἐστιν ἁπλᾶ δῆλον· ἐκκρίνεται γὰρ ἀπ’ αὐτῶν, ὥσπερ εἶπε, τὰ ἁπλᾶ σώματα πῦρ καὶ γῆ καὶ τὰ μεταξύ, καὶ τὴν γένεσιν ἐκ πλειόνων ἔχει· ἐκ γὰρ τροφῆς γίνεται ποικίλης οὔσης, καὶ τὸ ξύλον δὲ καὶ γῆς τι ἔχει καὶ ἀέρος καὶ ὕδατος, καὶ ὁ λίθος οὐκ ἄνευ ὕδατος· ἄνευ γὰρ ὕδατος συνεχῆ τὴν γῆν γενέσθαι ἀδύνατον. καὶ αὐτὸς δὲ Ἀναξαγόρας λέγει μὴ εἶναι στοιχεῖα ταῦτα τὰ τέσσαρα, καίτοι ὁμοιομερῆ ὄντα. εἰ οὖν μηδὲν σύνθετον στοιχεῖον· ἁπλοῦν γὰρ τὸ στοιχεῖον· τί δὲ σύνθετον σῶμα ὁμοιομερές,2 ὡς πῦρ καὶ γῆ καὶ τὰ μεταξύ, συνάγεται ἐν τρίτῳ σχήματι, ὅτι οὐχ ἅπαν ἔσται τὸ ὁμοιομερὲς στοιχεῖον, ἀλλ’ ὃ μή ἐστι σύνθετον μηδὲ διαιρεῖται εἰς ἕτερα τῷ εἴδει. οὐ πᾶν δὲ ὁμοιομερὲς τοιοῦτον, εἴπερ σὰρξ καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα ὁμοιομερῆ ὄντα διαιρεῖται εἰς ἕτερα τῷ εἴδει, ἐξ ὧν καὶ συνίσταται. ἢ δείξας, ὅτι μὴ ὑγιῶς οἱ τὰ ὁμοιομερῆ στοιχεῖα λέγοντες εἶπον, προσέθηκε καθόλου, τίνι δεῖ κρίνειν τὸ στοιχεῖον, ὅτι οὐ τῇ ὁμοιομερείᾳ οὐδὲ ἄλλῳ τινὶ τοιούτῳ, ἀλλὰ τῷ ἀδιαίρετον εἶναι εἰς ἕτερα τῷ εἴδει;
“首先,将一切同质部分当作元素的人”直至“正如先前所说的那样”。 在主张元素无限的人当中,留基伯和德谟克利特假定原子是无限的,阿那克萨戈拉和阿耳刻拉奥则[假定]同质部分[是无限的],而[亚里士多德]首先应对这后一种观点。他虽然在《物理学》第一卷中已经针对它作过阐述,但现在也同样论述并表明:那些假定一切同质部分都是元素的人假定得并不正确;因为不会是元素的复合物体中也有许多是同质部分。同质部分乃是被分割为与整体相似的部分的事物,诸如肉、骨、木、石就是此类事物,而显而易见它们并不是单纯的;因为正如他所说,单纯物体——火、土及居间者——从它们之中分泌出来,而且它们是从更多事物中生成的;因为它们是由多样的养料生成的,木头也含有某种土、气和水,石头也并非没有水;因为若没有水,土就不可能成为连续的整体。并且阿那克萨戈拉自己也说这四者尽管是同质部分,却不是元素。因此,如果“复合之物绝非元素”——因为元素是单纯的——,而“某种复合物体是同质部分”(如火、土及居间者),那么在第三格中便可推出:“并非一切同质部分都将是元素”,而唯有非复合且不可在形式上被分割为他物者才是元素。但并非每个同质部分都是如此,如果肉、骨及此类事物作为同质部分,确实可被分割为在形式上互异的事物(它们也正是由这些事物构成的)的话。抑或,在他表明了主张同质部分为元素的人言之不当之后,是否普遍地补充了应当用什么来判定元素,即并非通过同质部分,也非通过任何其他此类性质,而是通过在形式上不可分割为他物来判定呢?
- 3.32Τὸ δὲ διὰ τί ἔστι
针对亚里士多德文本中的短语 διὰ τί ἔστι(“为何[元素]存在”),辛普利丘提出了两种句法指涉:(1) 指向前文关于作单纯运动的单纯物体的论证(διὰ τὰ ἁπλᾶ);(2) 指向更早前关于“生成”(γένεσις)真实存在的论证(πρὸς τὴν γένεσιν ἀναφέρεσθαι),即没有元素生成便不可能存在。两种解读均维系了元素存在的必然性论证。
- 3.33τί δὲ σύνθετον σῶμα ὁμοιομερές
此处 τί 并非疑问代名词,而是作为不定代名词 τι(“某种/某些”)使用,构成三段论第三格(Ferison 式)的小前提(特称肯定命题:“某种复合物体是同质部分”)。它与大前提“复合之物绝非元素”(全称否定)结合,推导出特称否定结论:“并非一切同质部分都是元素”。
