- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:603.4-603.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于恩培多克勒与阿那克萨戈拉元素论对立的论述,说明两者在元素的概念定义上是一致的,但在具体何种物体是元素上存在分歧。
" Ἀναξαγόρας δὲ ἐναντίως Ἐμπεδοκλεῖ λέγει περὶ τῶν στοιχείων ἕως τοῦ τὸ γὰρ πῦρ καὶ τὸν αἰθέρα προσαγορεύει τὸ αὐτό." Ὡς στοιχείων μνημονεύσας ἀέρος καὶ πυρὸς καὶ τῶν συστοίχων τούτοις, ἅπερ καὶ Ἐμπεδοκλῆς ἔλεγε στοιχεῖα, ἐφεξῆς τῆς Ἀναξαγόρου δόξης μνημονεύει ὡς ἐναντίας τῇ Ἐμπεδοκλέους, οὐ κατὰ τὴν τοῦ στοιχείου ἔννοιαν· πάντες γὰρ στοιχεῖον ἔλεγον, εἰς ὃ ἐνυπάρχον διαιρεῖται τὰ σώματα, αὐτὸ δέ ἐστιν ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει· ἀλλ’ ἡ διαφωνία γέγονε, καθ’ ὅσον τὴν τοιαύτην φύσιν οἱ μὲν ἄλλοις οἱ δὲ ἄλλοις σώμασιν ἐνυπάρχειν ἔλεγον, Ἐμπεδοκλῆς μὲν τοῖς τέτρασιν ἐκεῖνα λέγων στοιχεῖα, Ἀναξαγόρας δὲ ταῖς ὁμοιομερείαις, Θαλῆς δὲ τῷ ὕδατι, ἄλλος δὲ ἄλλῳ τινί· τῷ γὰρ αὐτῷ τεκμηρίῳ χρώμενος ἕκαστος τὰ καθ’ αὑτὸν ἔλεγε στοιχεῖα τῷ αὐτὰ μὲν ἐκ τῶν ἄλλων ἐκκρίνεσθαι, τὰ δὲ ἄλλα ἐκ τούτων μηκέτι.1 διὰ τοῦτο γὰρ καὶ Ἐμπεδοκλῆς τὰ τέσσαρα ἔλεγεν εἶναι στοιχεῖα. καὶ Ἀναξαγόρας τὰ ὁμοιομερῆ, οἷον σάρκα καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα, σπέρματα ἐκάλει, ἐξ ὧν καὶ τὰ ὑπὸ Ἐμπεδοκλέους στοιχεῖα μεμῖχθαι ἔλεγεν ἀέρα καὶ πῦρ καὶ τὰ ἄλλα πάντα καὶ εἶναι ἀθροίσματα τῶν ὁμοιομερῶν πάντα, μὴ δοκεῖν δὲ ἐξ αὐτῶν εἶναι διὰ τὸ ἀόρατα καὶ ἀναίσθητα διὰ μικρότητα εἶναι τὰ ὁμοιομερῆ. ὁ δὲ Ἀναξαγόρας πολλαχοῦ τῷ τοῦ αἰθέρος ὀνόματι ἀντὶ τοῦ πυρὸς κέχρηται. εἰπὼν δὲ τὴν ἑκατέρου δόξαν περὶ τῶν στοιχείων καὶ ἅμα τὴν ἐναντίωσιν αὐτῶν παραδούς, ὅτι ὁ μὲν Ἐμπεδοκλῆς τὰ ὁμοιομερῆ πάντα ἀπὸ τῶν τεσσάρων συγκεῖσθαί φησι καὶ εἶναι ταῦτα πάντων στοιχεῖα, ὁ δὲ Ἀναξαγόρας καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα ἀπὸ τῶν ὁμοιομερῶν συνίστησι καὶ ἀπὸ τούτων ὡς ὁμοιομερῶν καὶ αὐτῶν ὄντων,2 τὴν μὲν περὶ τοῦ στοιχείου δόξαν ἀπὸ τῆς κοινῆς προλήψεως ἔλαβεν ὁμολογουμένην, τίνα δέ ἐστι τοιαῦτα σώματα, οὐκέτι παρ’ ἐκείνων λαμβάνει· διαφέρονται γὰρ περὶ τούτου· ἀλλ’ αὐτὸς δείξας ἐφεξῆς, τίνα ἐστὶν ἁπλᾶ τῶν σωμάτων, ἕξει δεδειγμένον,3 τίνα τὰ στοιχεῖά ἐστιν.
“阿那克萨戈拉关于元素所说的与恩培多克勒相反”直至“因为他将火与以太称为同一物”。 在将气、火以及与它们同列的事物——正是恩培多克勒也称之为元素的那些——提为元素之后,[亚里士多德]接着提到了阿那克萨戈拉的观点与恩培多克勒的观点相反,但并非就元素的概念而言相反;因为所有人都把内在〔于诸物体中〕、诸物体被分割入其中、而其自身就形式而言不可再分割为他物的东西称为元素。然而分歧的产生,在于一些人主张这样一种本性内在存在于某些物体中,而另一些人则主张内在存在于另一些物体中:恩培多克勒主张在四种物体中,称它们为元素;阿那克萨戈拉则主张在同质部分中;泰勒斯主张在水中;另有人则主张在别的事物中;因为每个人都使用同样的证据,即它们自身从其他事物中被分离出来,而其他事物却不再从它们之中[被分离出来],从而将依其各自立场所认定的事物称为元素。正因如此,恩培多克勒也曾说这四者是元素。阿那克萨戈拉则将同质部分——如肌肉、骨骼及此类事物——称为种子,他说恩培多克勒所说的元素——气、火及所有其余事物——也是由这些构成的混合物,并且万物都是同质部分的汇集,但由于同质部分因其微小而不可见且不可被感知,才显得似乎不是由它们构成的。此外阿那克萨戈拉在许多地方用以太的名称指代火。在叙述了两者关于元素的观点并同时展示了它们之间的对立之后——即恩培多克勒主张一切同质部分都由这四种物体构成,且这些是一切事物的元素,而阿那克萨戈拉则使这些及其他一切事物都由同质部分构成,并且将这些自身也作为同质部分而由这些构成——,[亚里士多德]从共同的预设观念中接受了关于元素的被一致认可的观点[概念],但究竟何种物体是此类物体,他却不再从他们那里采纳;因为关于这一点他们各执己见;而是他自己接下来通过阐明诸物体中何者是单纯的,就将表明元素究竟是些什么。
- 3.31τῷ γὰρ αὐτῷ τεκμηρίῳ χρώμενος ἕκαστος τὰ καθ’ αὑτὸν ἔλεγε στοιχεῖα τῷ αὐτὰ μὲν ἐκ τῶν ἄλλων ἐκκρίνεσθαι, τὰ δὲ ἄλλα ἐκ τούτων μηκέτι
后随的与格定冠词加不定式短语 τῷ αὐτὰ μὲν ἐκ τῶν ἄλλων ἐκκρίνεσθαι, τὰ δὲ ἄλλα ἐκ τούτων μηκέτι 作为同位语修饰前面的与格名词 τῷ αὐτῷ τεκμηρίῳ,用以解释其具体内容,构成“使用同样的证据,即……”的结构。
- 3.31καὶ ἀπὸ τούτων ὡς ὁμοιομερῶν καὶ αὐτῶν ὄντων
καὶ αὐτῶν ὄντων 是由 ὡς 引导的属格独立结构(分词 ὄντων 的逻辑主语为 αὐτῶν),修饰介词短语 ἀπὸ τούτων,表示阿那克萨戈拉的主观理由或理解:“将它们自身也视为同质部分,从而由这些[构成]”。
- 3.31ἕξει δεδειγμένον
这是由将来时动词 ἕξει(源自 ἔχω)与完成时分词 δεδειγμένον 构成的迂回(复合)完成时表达,表示将来完成的体貌:“[届时]就将已经表明了”。
