- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:601.21-603.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明了亚里士多德的三段论推论(假言前提、附加前提与结论),列举了火与土潜在包含于肌肉与木头等复合体之中的经验证据,并从生成的样态(分泌还是质变)说明了即使复合体由元素生成,也不意味着复合体必然内在存在于元素之中。
" Εἰ δὴ τὸ εἰρημένον ἐστὶ στοιχεῖον ἕως τοῦ θεωρητέον, τίς ὁ τρόπος τῆς γενέσεως." Ἐπειδὴ γένεσις ἔστιν, ἀνάγκη εἶναι στοιχεῖα, ἐξ ὧν τὸ γινόμενον γίνεται. εἰ οὖν τοιοῦτόν ἐστιν τὸ στοιχεῖον, ἀνάγκη εἶναί τινα τῶν σωμάτων τοιαῦτα· ἀλλὰ μὴν τοιαῦτα τὰ στοιχεῖά ἐστιν, οἷα εἴρηται· ἔστιν ἄρα τινὰ τῶν σωμάτων τοιαῦτα. καὶ τὸ μὲν συνημμένον δῆλον ἐκ τοῦ εἶναι γένεσιν· εἰ γὰρ ἔστι γένεσις, ἀνάγκη εἶναι τοιαῦτα σώματα, ἐξ ὧν γίνεται τὸ γινόμενον καὶ εἰς ἃ διαλύεται· τὴν δὲ πρόσληψιν ἐκ τῆς κοινῆς προλήψεως ἐπιστώσατο, ὅτι τοιοῦτον τὸ στοιχεῖον· τὴν δὲ ἐπιφορὰν1 λοιπόν, ὅτι ἔστι τινὰ τοιαῦτα σώματα, ἐκ τῆς ἐπαγωγῆς μαρτύρεται, ὅτι ἐν σαρκὶ καὶ ξύλῳ καὶ ἑκάστῳ τῶν τοιούτων ἔνεστι δυνάμει πῦρ καὶ γῆ. ὅτι γὰρ ἔνεστι, δῆλον ἐκ τοῦ ἐκκρίνεσθαι αὐτὰ ἐξ αὐτῶν· δυνάμει δὲ ἔνεστι· τοῖς γὰρ τὰ τέσσαρα σώματα συναλλοιούμενα ἀλλήλοις στοιχεῖα τιθεμένοις δυνάμει λέγειν αὐτὰ ἀκολουθεῖ. τῷ δὲ τῆς ἐκκρίσεως ὀνόματι κοινότερον ἐχρήσατο· δοκεῖ γὰρ ἡ ἔκκρισις ἐπὶ τῶν ἐνυπαρχόντων ἐνεργείᾳ λέγεσθαι. ὅτι δὲ ἐκκρίνεται πῦρ ἐκ σαρκός, Θεόφραστος μὲν ἀπὸ ὀφθαλμῶν ἀνθρώπου φλόγα ἐκκριθῆναι ἱστορεῖ, Μεγέθιος δὲ ὁ Ἀλεξανδρεὺς ἰατρὸς ἐμοὶ διηγήσατο τεθεᾶσθαι ἰσχιαδικοῦ ἀνδρὸς πῦρ ἀπὸ τοῦ ἰσχίου ἐξελθὸν καὶ καῦσαν τὰ στρώματα, ἐφ’ ᾧ καὶ ἐπαύσατο τὸ πάθος,2 δηλοῦσι δὲ καὶ αἱ τῶν ἀνθράκων ἐσχάραι ἀπὸ πυρὸς γινόμεναι καὶ οἱ διακαεῖς πυρετοί· ἀπὸ δὲ ξύλων πῦρ ἐκβάλλουσι τὸ ἕτερον ξύλον ὡς τρύπανον ἐν τῷ ἑτέρῳ περιστρέφοντες. ὅτι δὲ γῆ τούτοις ἔνεστι, δηλοῖ ἡ μετὰ τὴν καῦσιν ὑπολειπομένη τέφρα, δηλοῖ δὲ καὶ ἡ ἐκκρινομένη ὑγρότης καὶ ὁ ἐξατμιζόμενος ἀήρ. εἰ οὖν ἐν σαρκὶ μὲν καὶ ξύλῳ ἔνεστι πῦρ καὶ γῆ καὶ τὰ λοιπά, ἐν πυρὶ δὲ καὶ γῇ σὰρξ οὐκ ἔστιν ἢ ξύλον οὔτε δυνάμει οὔτε ἐνεργείᾳ· ἐξεκρίνετο γὰρ ἄν ποτε· δῆλον, ὅτι πῦρ μὲν καὶ γῆ καὶ τὰ λοιπὰ στοιχεῖά ἐστιν ὡς ἐνυπάρχοντα σαρκὸς καὶ ξύλου, ταῦτα δὲ ἐκείνων οὐκ ἔστι στοιχεῖα. Ἐπειδὴ δὲ οὔπω δέδεικται τὸ εἶναι τέσσαρα στοιχεῖα, ἦσαν δέ τινες οἱ ἓν λέγοντες, Θαλῆς μὲν καὶ Ἵππων ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογένης ἀέρα, Ἵππασος δὲ καὶ Ἡράκλειτος πῦρ, καὶ τὸ μεταξὺ Ἀναξίμανδρος, εἰκότως προσέθηκεν, ὅτι, καὶ εἰ μὴ τέσσαρα εἴη τὰ πρῶτα σώματα ἀλλὰ ἕν, οὐκ ἐνυπάρξει ἐν ἐκείνῳ οὔτε κατ’ ἐνέργειαν οὔτε κατὰ δύναμιν τὰ ἐξ αὐτοῦ γινόμενα, ἀλλὰ προσθεωρητέον τὸν τῆς γενέσεως τρόπον· εἰ μὲν γὰρ ἐκκρίσει λέγει τις τὴν γένεσιν, ἐνυπάρχειν ἀνάγκη, εἰ δὲ κατὰ μεταβολήν, οὐκέτι. ἐπειδὴ δὲ δοκεῖ καὶ ἐκ τῶν συνθέτων διαλυομένων γίνεσθαι τὰ στοιχεῖα καὶ ἐκ τῶν στοιχείων τὰ σύνθετα· καὶ γὰρ οἱ ἓν τὸ στοιχεῖον ὑποτιθέμενοι ἐκ τούτου τὰ ἄλλα γεννῶσιν· οὐ διὰ τοῦτο ὁμοίως ἐνυπάρχειν ῥητέον τὸ στοιχεῖον ἐν τῷ συνθέτῳ καὶ τὸ σύνθετον ἐν τῷ στοιχείῳ,3 οὐδὲ ταὐτὸν εἶναι τὸ ἐνυπάρχειν τινὶ καὶ τὸ γεγονέναι ἐξ ἐκείνου· τὰ μὲν γὰρ ἁπλᾶ γινόμενα ἐκ τῶν συνθέτων ἐνυπῆρχεν αὐτοῖς, τὰ δὲ σύνθετα γίνεται μὲν ἐκ τῶν ἁπλῶν, οὐ μὴν ἤδη καὶ ἐνυπάρχει αὐτοῖς· οὐ γὰρ αὔταρκες τὸ γεγονέναι ἔκ τινος πρὸς τὸ ἐνυπάρχειν αὐτῷ. ὥστε, κἂν εἴη σὰρξ καὶ ὀστοῦν καὶ τῶν συνθέτων ἕκαστον ἐκ τῶν ἁπλῶν, οὐ διὰ τοῦτο ῥητέον ἐνυπάρχειν ταῦτα τοῖς ἁπλοῖς, ὡς οἱ κατὰ ἔκκρισιν τὴν γένεσιν ἀποδιδόντες φασίν, ἀλλὰ προσθεωρητέον, τίς ὁ τρόπος τῆς γενέσεως· εἰ γὰρ κατὰ ἀλλοίωσιν, οὐκ ἀνάγκη ἐνυπάρχειν.
“如果确实所说的是元素”直至“必须考察生成的样态是怎样的”。 既然生成存在,必然有元素存在,生成之物由之生成。因此,如果元素是这样一种东西,诸物体中就必然有某些物体是这般的;然而元素确实正如所说的那样;因此诸物体中确有某些物体是这般的。而这一假言前提[的前后件联系]由于生成之存在而显明;因为如果生成存在,就必然有此类物体存在,生成之物由之生成且被分解入其中;而他从共同的预设观念确证了附加前提,即元素是这般的;至于结论,即存在某些此类物体,他最终通过归纳来作证,即在肌肉、木头以及每一种此类事物之中,潜在地包含着火与土。因为它们包含于其中,从它们自这些事物中被分泌出来这一点便显而易见;而且它们是潜在地包含于其中;因为对于那些将相互发生质变的四种物体设定为元素的人而言,主张它们潜在地[存在]是必然随之而来的。不过他是在更宽泛的意义上使用了“分泌”这一名称;因为分泌似乎是针对在现实中内在存在之物而言的。关于火从肌肉中分泌出来,泰奥弗拉斯托斯记载过有火焰从人的双眼中分泌出来,而亚历山大里亚的医生梅格提乌斯曾向我叙述,他见过火从一位患坐骨神经痛的男子的髋部冒出并烧毁了被褥,结果那病痛也随之停止了;并且由火造成的痈疽焦痂和高烧也阐明了这一点;人们通过将一根木头如同钻子一般在另一根木头中旋转,也能从木头中引出火来。至于土包含在这些事物之中,燃烧后残留的灰烬阐明了这一点,被分泌出来的水分和蒸发的气也阐明了这一点。因此,如果在肌肉和木头中包含着火、土及其余元素,但在火与土中无论潜在地还是现实地都不存在肌肉或木头——因为它们本应会在某个时候被分泌出来的——,显而易见,火、土及其余物体作为内在存在的东西是肌肉和木头的元素,而后者却不是前者的元素。 而既然尚未证明存在四种元素,且曾有人主张只有一种——泰勒斯与希彭主张水,阿那克西美尼与狄奥根尼主张气,希帕索斯与赫拉克利特主张火,阿那克西曼德主张中间物——,他理所当然地补充道,纵使最初的物体不是四个而是一个,由它生成的事物无论在现实中还是在潜能中都不会内在存在于它之中,而是必须进而考察生成的样态;因为如果有人主张生成是通过分泌而发生的,就必然内在存在;但如果是通过变化[发生的],就并非必然了。既然看起来元素既由复合之物被分解而生成,复合之物也由元素生成——因为那些假设元素为一个的人也由此[元素]产生其他事物——,我们不可因此就同样地断言元素内在存在于复合之物中且复合之物内在存在于元素中,内在存在于某物之中与由该物生成也并非同一回事;因为由复合之物生成的单纯物体原本就内在存在于它们之中,而复合之物固然由单纯物体生成,却绝非因此就已经内在存在于它们之中;因为由某物生成不足以构成内在存在于该物之中。因此,即便肌肉、骨骼以及复合之物的每一者都是由单纯物体构成的,也不可因此就断言这些事物内在存在于单纯物体之中,正如那些将生成归结为分泌的人所说的那样,而是必须进而考察生成的样态是怎样的;因为如果是通过质变,就并不必然内在存在。
- 3.30τὸ μὲν συνημμένον ... τὴν δὲ πρόσληψιν ... τὴν δὲ ἐπιφορὰν
这些是源自斯多亚逻辑学的假言三段论术语:τὸ συνημμένον 指条件命题(大前提“若A则B”),πρόσληψις 指附加前提(小前提“且A”),ἐπιφορά 指结论(“故B”)。
- 3.30ἐφ’ ᾧ καὶ ἐπαύσατο τὸ πάθος
介词短语 ἐφ' ᾧ 在此作表示结果的习惯用法(“于是”、“结果”),承接前面的火从髋部冒出烧毁床褥之事,表示长期的疾患(坐骨神经痛)因此而痊愈。
- 3.30οὐ διὰ τοῦτο ὁμοίως ἐνυπάρχειν ῥητέον τὸ στοιχεῖον ἐν τῷ συνθέτῳ καὶ τὸ σύνθετον ἐν τῷ στοιχείῳ
动词性形容词 ῥητέον 支配不定式 ἐνυπάρχειν,并以 τὸ στοιχεῖον 和 τὸ σύνθετον 为宾格主语。其逻辑结构是否定因生成上的双向性(元素与复合体可互相生成)而推出内在关系上的对称性(元素内在存在于复合体中,复合体亦同样内在存在于元素中)。
