- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:600.3-601.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘在对亚里士多德《论天》第三卷第三章(302a10)的注释中,阐述了关于生成的讨论必然从元素开始的缘由,并解析了亚里士多德关于元素的定义,即元素是复合物体被分解入其中、其自身不可再分解为在物种上相异之物的内在构成要素。
" Λοιπὸν δὲ εἰπεῖν, τίνων τε ἔστι γένεσις ἕως τοῦ καὶ ἐν ἅπασι βούλονται λέγειν." Δείξας, ὅτι οὔτε οἱ πάντα γίνεσθαι λέγοντες οὔτε οἱ μηδὲν κατορθοῦσιν, ἀκολούθως ζητεῖ, τίνων ἔστι γένεσις· προέθετο γὰρ ἐξ ἀρχῆς μετὰ τὸν περὶ τοῦ κυκλοφορητικοῦ σώματος λόγον περὶ τῶν λοιπῶν ἁπλῶν σωμάτων εἰπεῖν, ἐν οἷς ἤδη γένεσις ἔστι καὶ φθορά· διὸ καὶ περὶ γενέσεως καὶ φθορᾶς, εἶπε, δεῖ σκοπεῖν, καὶ πρῶτον, εἰ ἔστιν ὅλως γένεσις, καὶ εἰ πάντων ἢ τίνων. ἐλέγξας οὖν καὶ τοὺς ἀναιροῦντας τελέως τὴν γένεσιν καὶ τοὺς πάντων εἶναι λέγοντας ἐπὶ τό, τίνων ἔστι γένεσις καὶ διὰ τί ἔστιν, ἐτράπη, τίνων μὲν λέγων, ὅτι τῶν ποιότητας παθητικὰς ἐχόντων καὶ ἐπ’ εὐθείας κινουμένων, διὰ τί δὲ ἀντὶ τοῦ τίνων γινομένων.1 ἐπεὶ οὖν ἐν πᾶσι τοῖς ἔχουσιν ἀρχὰς τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει ἐκ τοῦ τὰς ἀρχὰς γνωρίσαι, εἰσὶ δὲ τῶν γινομένων ἀρχαὶ τὰ στοιχεῖα· πᾶν γὰρ τὸ γινόμενον ἔκ τινος γίνεται· καὶ ἔστι πρῶτα τῶν ἐνυπαρχόντων τοῖς γενητοῖς τὰ στοιχεῖα, ἐκ δὲ τῶν πρώτων ἡ γνῶσις, εἰκότως ὁ περὶ γενέσεως λόγος ἀπὸ τῶν στοιχείων τὴν ἀρχὴν ποιήσεται. σκεπτέον οὖν, φησί, ποῖα τῶν τοιούτων σωμάτων ἐστὶ στοιχεῖα. ἐπεὶ δὲ ἄλλοι ἄλλα ὑπέθεντο, τὰς ἐκείνων δόξας ἱστορήσας πρῶτον τότε τὸ ἑαυτῷ ἀρέσκον ἐν τοῖς Περὶ γενέσεως βιβλίοις ἐρεῖ, ἐν οἷς καὶ τὴν αἰτίαν τοῦ γένεσιν ἐν τοῖς τέτρασιν εἶναι σώμασι δηλώσει. πρῶτα δὲ τῶν ἐνυπαρχόντων τοῖς γενητοῖς λέγει τὰ στοιχεῖα, διότι καὶ τὰ συμβεβηκότα ἐνυπάρχει αὐτοῖς, ἀλλ’ οὐ πρῶτα. σκεπτέον οὖν, φησί, τὰ ὁποῖα τῶν ἐν γενέσει σωμάτων στοιχεῖά ἐστιν, ἐπειδὴ τῶν ἐν γενέσει σωμάτων τὰ μὲν στοιχεῖά ἐστι, τὰ δὲ ἐκ στοιχείων. ὅταν οὖν διορισθῇ, τὰ ὁποῖά ἐστι τὰ στοιχεῖα, ὅτι τὰ ἐξ ἐναντίων παθητικῶν ποιοτήτων συνεστῶτα, ζητεῖν χρή, διὰ τί ταῦτα τῶν ἐν γενέσει σωμάτων ἐστὶ στοιχεῖα, καὶ ἐπὶ τούτῳ, πόσα καὶ ποῖα τῶν σωμάτων ἐστὶ τοιαῦτα ὡς εἶναι στοιχεῖα, ὅτι τὰ τέσσαρα, πῦρ, ἀήρ, ὕδωρ, γῆ. ταῦτα δέ, φησίν, ἔσται φανερὰ ὑποθεμένων ἡμῶν, τίς ἐστιν ἡ τοῦ στοιχείου φύσις· πρὸς γὰρ τὸν τοῦ στοιχείου λόγον παραβάλλοντες τὰ σώματα εὑρήσομεν, πόσα καὶ τίνα ἐστὶ τὰ τοιαῦτα. καὶ λοιπὸν ὁρίζεται τὸ στοιχεῖον στοιχεῖον εἶναι λέγων τῶν σωμάτων, εἰς ὃ τὰ ἄλλα σώματα διαιρεῖται τὰ στοιχειωτά· οὐ γὰρ σώματος ὡς σώματος ἀλλ’ ὡς συνθέτου σώματος ζητοῦμεν στοιχεῖον. καλῶς οὖν εἶπεν εἰς ὃ τὰ ἄλλα σώματα διαιρεῖται ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ. τοῦτο δέ, φησί, ποτέρως, ἔτι ἀμφισβητήσιμον, ἐπειδὴ τοῖς μὲν συγκρίσει ἢ ἐκκρίσει λέγουσι τὴν γένεσιν γίνεσθαι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας, ἀκολουθεῖ τὸ ἐνεργείᾳ τὰ στοιχεῖα ἐνυπάρχειν, τοῖς δὲ ἀλλοιώσει τὸ δυνάμει. αὐτὸ δέ, φησί, τὸ στοιχεῖον, κἂν διαιρετὸν ᾖ ὡς σῶμα, ἀλλ’ ὡς στοιχεῖον εἰς ἕτερα τῷ εἴδει ἀδιαίρετόν ἐστι καὶ διαφέρει καὶ ταύτῃ τοῦ στοιχειωτοῦ, ὅτι ἐκεῖνο μὲν εἰς ἕτερα τῷ εἴδει τὰ στοιχεῖα διαιρεῖται, κἂν διαιρῆται καὶ εἰς ὁμοιομερῆ· ἡ γὰρ σὰρξ διαιρεῖται μὲν καὶ εἰς σάρκας, διαιρεῖται δὲ καὶ εἰς τὰ τέσσαρα στοιχεῖα τῷ εἴδει διαφέροντα ἀλλήλων, τὸ δὲ πῦρ οὐκέτι διαιρεῖται εἰς ἕτερα τῷ εἴδει. τὸ δὲ ἐνυπάρχον διορίζει τὸ στοιχεῖον τῶν εἰδῶν·2 καὶ γὰρ διαιρεῖται τὸ ἁπλοῦν σῶμα εἴς τε τὸ πέμπτον καὶ εἰς τὰ τέσσαρα, ἀλλ’ οὐκ ἐνυπάρχοντα·3 ὡς γὰρ γένος εἰς εἴδη διαιρεῖται, οὐχ ὡς στοιχειωτὸν εἰς στοιχεῖα· τοιοῦτον γάρ τι, φησί, τὸ στοιχεῖον ἅπαντες καὶ ἐν ἅπασι τοῖς στοιχειωτοῖς βούλονται εἶναι· καὶ γὰρ τὸ τοῦ λόγου στοιχεῖόν ἐστιν, εἰς ὃ διαιρεῖται ὁ λόγος ἐνυπάρχον αὐτὸ ἀδιαίρετον ὂν εἰς ἕτερα τῷ εἴδει.
“余下的则是说明,何种事物具有生成”直至“在一切事物中他们都意欲如此说”。 在指明了既非主张万物皆生成者、亦非主张无物生成者言之有理之后,他紧接着探讨何种事物具有生成;因为从一开始,他就打算在关于作圆周运动的物体的讨论之后,探讨其余的单纯物体,而在这些单纯物体中已有生成与毁灭;因此他也说过,必须考察生成与毁灭,首先考察究竟是否存在生成,以及是万物皆有还是特定事物具有。于是,在驳斥了全然否定生成者与主张万物皆生成者之后,他转向了关于何种事物具有生成以及生成为何存在的问题;关于何种事物具有生成,他说是具有受动性质且作直线运动的物体,而关于“为何”,则是用来替代“由何种事物的生成[而生成]”。因此,既然在一切具有本原的事物中,知道与拥有科学知识都来自认识本原,而元素乃是生成之物的本原——因为一切生成之物都由某物生成,且元素在内在存在于可生成之物中的事物里是最先的,而知识来自最初之物——,生成之论理所当然地将从元素开始。因此他说,必须考察在此类物体中何种物体是元素。但既然不同的人作出了不同的假定,他将在先叙述了那些人的意见之后,才在《论生成》诸卷中陈述他自己赞同的见解,并在其中阐明生成存在于四种物体之中的原因。他说元素是在内在存在于可生成之物中的事物里最先的,这是因为偶性也内在存在于它们之中,但并非最先的。因此他说,必须考察在处于生成中的物体中何种物体是元素,因为在处于生成中的物体中,一部分是元素,另一部分由元素构成。因此,一旦界定了元素是何种事物——即它们是由对立的受动性质构成的——,就必须探讨为何这些是处于生成中的物体的元素,在此之外,还须探讨在物体中有多少且何种物体是堪称元素的,即四种:火、气、水、土。他说,一旦我们假定了元素的本性是什么,这些事情就会明晰;因为通过将各物体与元素的定义相对照,我们将发现此类物体有多少且是哪些。接下来他便定义了元素,说物体的元素就是其他物体(即由元素构成的物体)被分解入其中的东西;因为我们所探求的并非作为物体的物体的元素,而是作为复合体的物体的元素。因此,他妥切地说,是“其他物体被分解入其中的、潜在或现实地内在存在的东西”。但他指出,这究竟是两种方式中的哪一种,仍是有争议的;因为对于那些主张生成因结合或分离而发生的人(如恩培多克勒和阿那克萨哥拉)而言,随之而来的结论是元素在现实中内在存在;而对于那些主张生成因质变[而发生]的人而言,则是在潜能中[内在存在]。然而他说,元素自身即便作为物体是可分的,但作为元素而言,它是不可分为在物种上相异之物的,并且在这方面它也不同于由元素构成之物,因为后者被分解为在物种上相异的元素,哪怕它也被分解为同质部分;因为肌肉既被分解为肌肉块,也被分解为在物种上彼此相异的四种元素,但火却不再被分解为在物种上相异之物。此外,“内在存在的”这一限定将元素与[属的]种区分开来;因为单纯物体固然被分为第五种物体与四种物体,但它们并非作为内在存在之物[被分解出来的];因为它是作为属被分为诸种,而不是作为由元素构成之物被分解为元素。他说,因为在一切由元素构成的复合事物中,所有人所意欲认定的元素正是这样一种东西;因为言论的元素也就是言论被分解入其中的东西,它内在存在,自身不可再分解为在物种上相异之物。
- 3.29διὰ τί δὲ ἀντὶ τοῦ τίνων γινομένων
介词 ἀντὶ 所支配的名词化冠词 τοῦ 引出了所引述的属格短语(τίνων γινομένων),其功能类似独立属格或表原因的属格结构。辛普利丘在此转述并阐明,亚里士多德文中的“为何(διὰ τί)”实际等同于在问“经由何种事物的生成[而生成]”。
- 3.29τὸ δὲ ἐνυπάρχον διορίζει τὸ στοιχεῖον τῶν εἰδῶν
实体化的中性单数现在分词 τὸ ἐνυπάρχον(“内在之物”或“内在这一规定”)作主语,动词 διορίζει 支配宾格补足语(τὸ στοιχεῖον)与分离属格(τῶν εἰδῶν),意为“将元素与诸种区分开来”。这一构文强调,“内在性”是将物理复合体分解为元素的划分与属分为种的逻辑划分区分开来的关键特征。
- 3.29ἀλλ’ οὐκ ἐνυπάρχοντα
中性复数分词 ἐνυπάρχοντα 为宾格,与前文分割所指向的宾语 εἰς τὸ πέμπτον καὶ εἰς τὰ τέσσαρα(“分为第五种物体与四种物体”)在性、数、格上一致,以状语方式说明划分的样态:单纯物体固然被分为它们,但并非“作为内在存在于其中的事物”被分出。
