← 辛普里丘

亚里士多德《论天》注释

§598.27-600.2

质料与无性质物体的不可生成性及生成原理

辛普利丘阐发了亚历山大关于质料在现实中并非非物体亦不分离的解释,论述了普遍形式与无性质物体的不可生成性及其在流变个物中的映现,并提出单纯物体之不可生成或许应当通过稀疏与凝聚而非为了避免设定虚空来解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.28#2

οὐ γὰρ δοκεῖ αὐτῷ ἡ ὕλη εἶναι ἐνεργείᾳ ἀσώματος, ἀλλὰ καὶ ταύτην καὶ τὸ εἶδος ἐπινοίᾳ χωρίζεσθαι, ἐνεργείᾳ μέντοι μηδέτερον αὐτῶν χωρὶς εἶναι· ἀλλ’ ὅταν λέγηται ἐξ ὕλης γίνεσθαί τι, ἐξ ἐνεργείᾳ μέν τι ὄντος τινὸς λέγεται, καθ’ ὃ δὲ δυνάμει τοῦτό ἐστιν, ὃ γίνεται, κατὰ τοῦτο ἐξ ἐκείνου τοῦτο λέγεται γίνεσθαι ὡς ἐξ ὕλης· ὅλως γάρ, φησί, γίνεσθαί τι ἐκ μηδενὸς ἄλλου προυπάρχοντος μεγέθους ἐνεργείᾳ, τουτέστι σώματος, ἀδύνατον· εἰ γὰρ τοῦτο, ἔσται κενόν· ὥστε κατ’ αὐτὸν τὸ ἄποιον σῶμα, ὃ δεύτερον ὑποκείμενον καλεῖ, ἀγένητόν ἐστιν· εἰ γὰρ γίνοιτο, ἐκ μὴ σώματος ἀνάγκη γενέσθαι· τοῦτο δὲ ἀδύνατον, εἰ μὴ κενὸν εἴη κεχωρισμένον. μήποτε δὲ οὐδὲ ἄλλου τινὸς τῶν κοινῶν γενῶν ἔστι γένεσις· οὔτε γὰρ χρώματος οὔτε σχήματος· εἰ γὰρ γίνοιτο χρῶμα, ἐξ ἀχρωμάτου γίνοιτο ἄν, καὶ εἰ σχῆμα, ἐξ ἀσχηματίστου, οὔτε δὲ ἀχρώματον πάντη οὔτε ἀσχημάτιστον εἶναι σῶμα δυνατὸν πεπερασμένον. τῷ δὲ αὐτῷ λόγῳ οὐδὲ αἱ τῶν ἄλλων ποιοτήτων κοινότητες, οἷον θερμότητος καὶ ψυχρότητος, γλυκύτητος καὶ πικρότητος, γίνοιντο ἄν, εἰ ἀνάγκη πᾶν σῶμα ἑνί τινι τῶν ἐναντίων ἢ τῶν μεταξὺ κρατεῖσθαι, ἀλλὰ πανταχοῦ τὸ τί ἐστιν ἔκ τινος γινόμενον τοῦ πεφυκότος.1 τί οὖν; ἔστι τοσαῦτα εἴδη ἀγένητα ὑπὸ σελήνην; καὶ πῶς γενητὰ καὶ φθαρτὰ πάντα λέγομεν τὰ ὑπὸ σελήνην; ἢ ὥσπερ ἔστι τὰ κοινὰ εἴδη τὰ ἐνθάδε, οὕτω καὶ γίνεται καὶ φθείρεται· ἔστι δὲ οὐ καθ’ αὑτά, ἀλλ’ ἐν τοῖς ἀτόμοις. οὐ γὰρ ἔστι χρῶμα καθ’ αὑτὸ ἐνταῦθα ἢ σχῆμα, ὃ μὴ τόδε τί ἐστιν, ὁμοίως οὐδὲ σῶμα. ὥσπερ οὖν ἔστι τὰ κοινὰ ἐν τοῖς κατὰ μέρος, οὕτω καὶ γίνεται καὶ φθείρεται ἐν αὐτοῖς, ἔστι δὲ ὡς τοῖς μέρεσιν ἀεὶ ἀμειβόμενα, ὥσπερ καὶ ὁ χρόνος ὁ ἐνθάδε καὶ ἡ κίνησις· οὔτε γὰρ χρόνος ἔστιν, ὃ μὴ ὅδε τις χρόνος, οὔτε κίνησις, ἀλλ’ ἐν τῇ συνεχεῖ ῥοῇ τῶν κατὰ μέρος αἱ κοινότητες ἐμφαίνονται, καὶ τὸ δοκοῦν αὐτῶν ἑστάναι ἓν διὰ τὴν τοῦ ἀεὶ ὄντος νοεροῦ εἴδους ἔμφασιν ἔστιν,2 ὡς εἰ πρόσωπον εἰς ποταμὸν ἀεὶ ῥέοντα ἐμβλέποι· μία γὰρ ἡ ἐν τῷ ὕδατι τοῦ προσώπου ἔμφασις ἡ αὐτὴ δοκεῖ οὐχ ἡ αὐτὴ οὖσα ἀλλὰ δόκησιν τοῦ μία εἶναι διὰ τὸ ἑστὼς πρόσωπον ἔχουσα. ἀλλ’ ὅτι μὲν τὸ κοινὸν ἐν τοῖς κατὰ μέρος ἀεὶ ῥέουσιν ὑφεστὼς ἐξαλλαττόμενον μένει, καὶ τοῖς ἀπὸ τοῦ Περιπάτου δοκεῖ πάντα τὰ κοινὰ ἐν τοῖς κατὰ μέρος τιθεμένοις. μήποτε δὲ διὰ ταύτην μᾶλλον τὴν αἰτίαν χρὴ λέγειν μὴ γίνεσθαι τὸ ἁπλῶς σῶμα καὶ οὐ διὰ τὸ μὴ ἀναγκασθῆναι κενὸν ὑποτίθεσθαι. εἰ γὰρ ἔστι μάνωσις καὶ πύκνωσις καὶ οὔτε κενὸν ἀνάγκη εἶναι οὔτε κυμαίνει τὸ πᾶν, ὡς Ξοῦθος ἔλεγεν, οὔτε τὸ δοκοῦν πλασματῶδες ἀνάγκη ὑποτίθεσθαι τὸ μανουμένου τινὸς ἄλλο πυκνοῦσθαι κατὰ τὸ αὐτὸ μέτρον,3 τί κωλύει γινομένου σώματος ἄλλο φθείρεσθαι ἢ πυκνοῦσθαι τέως;

因为在他看来,质料在现实中并非非物体,而是它与形式都在思想中被分离,然而在现实中它们两者皆非独立存在;相反,每当说某物由质料生成时,它是指从现实中是某种东西之物[生成],而依凭其在潜能上是这一生成的产物的这一方面,依凭此点,该物才被说成是由那物如同由质料生成。他说,因为总的说来,某物不从现实中预先存在的任何其他量度(即物体)生成是不可能的;因为若如此,就将存在虚空;因此依照他的看法,他称之为第二基质的无性质物体是未生的;因为若它生成,就必然由非物体生成;而这是不可能的,除非存在分离的虚空。但或许其余任何共通的属也都没有生成;因为既无颜色的生成,也无形状的生成;因为若颜色生成,它必将从无色之物生成,而若形状生成,必将从无形之物生成,然而有限的物体全然无色或无形是不可能的。依同样的道理,其余性质的共通性(例如冷热、甜苦)也不会生成,如果必然所有物体都受对立者或中间者之一支配的话;相反,处处都是特定的本质从依其本性具备潜质的东西生成。那么怎样呢?在月下存在着如此众多的未生形式吗?而我们又如何说月下的一切事物都是可生成且可毁灭的呢?或者说,正如这里的共通形式存在一样,它们也这样生成与毁灭;但它们并非自在存在,而是在诸个体中存在。因为在这里并不存在自身独立的、并非个别的这某物的颜色或形状,同样也不存在自身独立的物体。正如共通事物存在于个别事物中那样,它们也在它们之中生成与毁灭,并且作为在各部分中恒常交替的事物而存在,正如这里的时光与运动一样;因为既不存在并非特定这一时光的时光,也不存在运动,但诸共通性显现在个别事物的连续流变之中,而在它们之中看似凝固且为一的东西,是由于永存的理智形式的映现而存在的,犹如一张脸凝视着一条奔流不息的河流;因为水中脸孔的映现看似为一且是同一的,虽则并非同一,却因静止的脸孔而具有为一的表象。然而,共通事物立足于永恒流变的个别事物中,在交替变化中保持留存,这对于逍遥学派的人们来说也是认同的见解,因为他们将所有共通事物都置于个别事物之中。但或许毋宁应当说,单纯的物体不生成是由于这一原因,而非为了避免被迫设定虚空。因为如果存在稀疏与凝聚,并且既非必然存在虚空,亦非如绪索斯所说全界涌起波浪,也无须设定看似虚构的假说(即某物稀疏时另一物按同等度量凝聚),那么当一个物体生成时,有什么能妨碍另一物体毁灭或暂时凝聚呢?

语法注3 条
  1. 3.28ἀλλὰ πανταχοῦ τὸ τί ἐστιν ἔκ τινος γινόμενον τοῦ πεφυκότος

    该句为省略系词 ἐστί(ν) 的判断句。主语是 τὸ τί ἐστιν(“是什么”、本质或确定的事物),而 ἔκ τινος γινόμενον τοῦ πεφυκότος(“由依其本性具备潜质之物所生成者”)构成表语部分。

  2. 3.28καὶ τὸ δοκοῦν αὐτῶν ἑστάναι ἓν διὰ τὴν τοῦ ἀεὶ ὄντος νοεροῦ εἴδους ἔμφασιν ἔστιν

    主语为实体化的分词短语 τὸ δοκοῦν αὐτῶν ἑστάναι ἓν(“在它们之中看似凝固且为一者”),主要动词为 ἔστιν。结合后文河流倒影的比喻,这里的 ἔστιν 不仅表达实存,亦指凭借理智形式的映现而“得以成立/保持其表象”。

  3. 3.28οὔτε τὸ δοκοῦν πλασματῶδες ἀνάγκη ὑποτίθεσθαι τὸ μανουμένου τινὸς ἄλλο πυκνοῦσθαι κατὰ τὸ αὐτὸ μέτρον

    在非人称结构 ἀνάγκη [ἐστὶν] ὑποτίθεσθαι(“必然设定……”)中,宾语为 τὸ δοκοῦν πλασματῶδες(“看似虚构之事”),其后的定冠词不定式短语 τὸ μανουμένου τινὸς ἄλλο πυκνοῦσθαι κατὰ τὸ αὐτὸ μέτρον(“某物稀疏时另一物按同等度量凝聚”)与其构成同位语,具体指明该虚构假说的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:598.27-600.2