- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:5.17-6.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据序言的结构与内容确立了《论天》的主题是简单物体,并概述了研读次序、全书四卷的划分以及第一卷的核心论证。
ὅτι δὲ περὶ τῶν ἁπλῶν καὶ πρώτων σωμάτων ἐστὶν ἡ πραγματεία ἑπομένη τῇ Φυσικῇ ἀκροάσει τῇ περὶ τῶν φυσικῶν ἀρχῶν πραγματευομένῃ, δηλοῖ τὸ καὶ τῶν πρώτων δυοῖν βιβλίων ἀρχόμενον, ἐν οἷς περὶ τοῦ οὐρανίου λέγει σώματος, καὶ τῶν τελευταίων τοῦτο ποιήσασθαι προοίμιον,1 ὅτι ἡ περὶ φύσεως ἐπιστήμη περὶ σώματά ἐστι καὶ τὰ τούτων πάθη καὶ τὰς κινήσεις, ὡς πρώτως περὶ τῶν πρώτων σωμάτων τὸν λόγον ποιούμενος. διὸ καὶ ἀπὸ τοῦ συνεχοῦς τὴν ἀρχὴν εὐθὺς τῆς διδασκαλίας ἐν τούτοις ποιεῖται, ὅπερ γένος τοῦ σώματός ἐστιν, καὶ περὶ τῆς τοῦ σώματος φύσεως, καθ’ ὃ σῶμα, τὴν τελειοτάτην διδασκαλίαν εὐθὺς ἐν ἀρχῇ παραδίδωσι. τὰ δὲ περὶ τοῦ ὅλου κόσμου λεγόμενα, ὅτι ἐν τούτοις ἀγένητος καὶ ἄφθαρτος, ὅτι εἷς καὶ πεπερασμένος καὶ σφαιρικὸς καὶ οὐδὲν ἔξωθεν ἑαυτοῦ ἀπολιπὼν οὔτε σῶμα οὔτε κενόν, ταῦτα τῷ οὐρανῷ πρώτως ὑπάρχοντα2 καὶ διὰ τὸν οὐρανὸν τῷ ὅλῳ κόσμῳ εἰκότως ἐν τοῖς περὶ οὐρανοῦ λόγοις προηγουμένως μὲν αὐτῷ λέγεται τῷ οὐρανῷ ὑπάρχειν, ἔστι δ’ ὅτε μνήμης τυγχάνει τινὸς ὡς καὶ τῷ ὅλῳ κόσμῳ ὑπάρχοντα. καὶ οὐ χρὴ διὰ τοῦτο περὶ κόσμου νομίζειν εἶναι τὸν σκοπόν, ἀλλὰ περὶ τῶν ἁπλῶν σωμάτων, ὧν πρώτιστον ὁ οὐρανός ἐστι τῶν ἑαυτοῦ ἀγαθῶν τῷ ὅλῳ κόσμῳ μεταδιδούς. Ὁ μὲν οὖν σκοπὸς οὗτος ἂν εἴη τῆς προκειμένης πραγματείας ἀπὸ τοῦ κυριωτέρου ἐν αὐτῇ καὶ οὗ τὰ λοιπὰ ἐξήρτηται τὴν ἐπιγραφὴν λαχούσης. τὴν δὲ τάξιν τῆς ἀναγνώσεως αὐτῆς καὶ ὁ Ἀριστοτέλης καὶ οἱ τούτου ἐξηγηταὶ μετὰ τὴν Φυσικὴν ἀκρόασιν εἰκότως ὁρίζουσιν· εἴτε γὰρ περὶ τῶν ἁπλῶν σωμάτων ὁ σκοπός ἐστιν, εἴτε περὶ τοῦ ἀιδίου καὶ θείου σώματος ἁπλοῦ ὄντος, προηγεῖσθαι μὲν τῶν ἄλλων ὤφελεν,3 ἐν οἷς περὶ τῶν συνθέτων καὶ γινομένων καὶ φθειρομένων ὁ λόγος, ἕπεσθαι δὲ τῇ περὶ τῶν ἀρχῶν τῶν φυσικῶν διδασκαλίᾳ. διαιρεῖται δὲ ἡ πραγματεία εἴς τε τὰ περὶ τοῦ θείου καὶ κυκλοφορητικοῦ σώματος, ἅπερ ἐν τοῖς δύο βιβλίοις παραδίδοται τοῖς πρώτοις, καὶ εἰς τὰ περὶ τῶν ὑπὸ σελήνην στοιχείων, περὶ ὧν τὰ δύο γέγραπται τὰ λοιπά. ἐν δὲ τῷ πρώτῳ βιβλίῳ δείκνυσιν ἐκ τῶν ἁπλῶν κινήσεων, ὅτι πέντε τὰ ἁπλᾶ σώματά ἐστι, τό τε κυκλοφορητικὸν καὶ τὰ εὐθυπορούμενα τέσσαρα. καὶ ὅτι τὸ κυκλοφορητικὸν οὔτε ἕν τι τῶν τεσσάρων ἐστὶν οὔτε ἐκ τῶν τεσσάρων συγκείμενον, ἀλλὰ πέμπτη τις οὐσία τῶν τεσσάρων ἐξῃρημένη καὶ ὑπερέχουσα. δείκνυσι δὲ καί, ὅτι ἀγένητός ἐστιν αὕτη καὶ ἄφθαρτος, ἐκ τοῦ τὰς μὲν γενέσεις καὶ τὰς φθορὰς ἐξ ἐναντίων εἶναι καὶ εἰς ἐναντία, τῷ δὲ κυκλοφορητικῷ σώματι μηδὲν εἶναι ἐναντίον, τοῦτο δὲ ἐκ τοῦ τῶν μὲν ἐναντίων καὶ τὰς κινήσεις ἐναντίας εἶναι, τῇ δὲ κύκλῳ κινήσει μὴ εἶναι κίνησιν ἐναντίαν. εἶτα ἐφεξῆς, ὅτι πεπερασμένος ἐστὶ τῷ μεγέθει ὁ οὐρανός, καὶ καθόλου, ὅτι ἀδύνατον ἄπειρον εἶναι σῶμα καὶ μάλιστα κινούμενον, δείκνυσι, καὶ ὅτι εἷς καὶ οὔτε πλείους οὔτε ἄπειροι κατὰ τὸ πλῆθός εἰσιν οὐρανοί· οἷς ἕπεται τὸ καὶ τὸν ὅλον κόσμον ἀγένητόν τε καὶ ἄφθαρτον καὶ πεπερασμένον εἶναι τῷ μεγέθει καὶ ἕνα κατ’ ἀριθμὸν ἐξ ἅπαντος τοῦ φυσικοῦ καὶ αἰσθητοῦ σώματος συνεστηκότα μηδενὸς ἔξω τοῦ οὐρανοῦ μήτε σώματος ὑπολειπομένου μήτε κενοῦ. μετὰ δὲ ταῦτα τὸν περὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου λόγον ἀναλαβὼν δείκνυσιν, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὁ οὐρανὸς καὶ δι’ αὐτὸν ὁ κόσμος καὶ οὔτε γενητὸς μέν, ἄφθαρτος δέ, ὥς τινες οἴονται, οὔτε ἀγένητος καὶ φθαρτός. καὶ πάλιν ἐπὶ τὸ καθολικώτερον ἀνάγων τὸν λόγον δείκνυσιν, ὅτι ἀντακολουθοῦσιν ἀλλήλοις τό τε γενητὸν καὶ τὸ φθαρτὸν καὶ αὖ πάλιν τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον.
至于接续论述自然原理的《物理学》的这部著作是关于简单且首要的物体的,这一点由他在开始前两卷——其中他论述了天体——以及最后两卷时都以此作为序言表明了,即:关于自然的科学是关于物体及其特性与运动的,因为他是首要地就首要物体展开论述。因此,在这些篇章中,他立即从连续体开始他的教导,而连续体正是物体的属;并且在一开始就传授了关于作为物体的物体之本性的最完备教导。另一方面,关于整个宇宙所说的那些属性——即在这些篇章中宇宙是非生成且不可毁灭的,是一、有限、球形的,并且在其自身之外不留下任何事物,既无物体也无虚空——由于首先属于天,并通过天而属于整个宇宙,因而在关于天的论述中,被首要地说成是属于天本身的,这是理所当然的,尽管有时由于它们也属于整个宇宙而得到某种提及。人们决不应当因此认为其旨趣是关于宇宙的,而应当认为是关于简单物体的,其中最为首要的是天,它将自身的善分赐给整个宇宙。因此,本著作的旨趣当是如此,〔本著作〕得名于其中更为支配性且其余事物依附于它的那个部分。至于研读它的次序,亚里士多德及其注疏家都理所当然地将其规定在《物理学》之后;因为无论其旨趣是关于简单物体,还是关于作为简单者的永恒且神圣的物体,它都应当先于那些包含关于复合、生成与毁灭物体的论述的其他著作,而接续关于自然原理的教导。本著作分为关于神圣且作圆周运动的物体的部分——这在前两卷中传授——以及关于月下诸元素的部分——其余两卷是关于它们撰写的。在第一卷中,他根据简单运动证明简单物体有五种:作圆周运动的物体和作直线运动的四种物体。他还证明,作圆周运动的物体既不是四种元素中的一种,也不是由这四种合成的,而是一种脱离并超越这四种元素的第五实体。他还证明了它是非生成且不可毁灭的,这是由生成与毁灭来自对立者并走向对立者、而圆周运动的物体没有任何对立者推导出来的,而这又是基于对立事物的运动也是对立的、但对于圆周运动而言不存在对立运动这一事实。随后他依次证明,天在量度上是有限的,并且普遍地证明,物体(特别是一个运动着的物体)不可能无限,而且天是一,诸天在数量上既不是多数也不是无限的;由此得出,整个宇宙也是非生成且不可毁灭的,在量度上是有限的,在数量上是由全部自然且可感知的物体构成的唯一者,在天之外既没有物体也没有虚空遗留下来。在此之后,他重新拾起关于非生成与不可毁灭的论述,证明天是、且宇宙因它也是非生成且不可毁灭的,既不是如某些人所认为的那样生成却不可毁灭,也不是非生成却可毁灭。并且他再次将论述提升到更为普遍的层面,证明生成者与可毁灭者,以及反过来非生成者与不可毁灭者,是相互伴随的。
- 1.0δηλοῖ τὸ καὶ τῶν πρώτων δυοῖν βιβλίων ἀρχόμενον, ἐν οἷς περὶ τοῦ οὐρανίου λέγει σώματος, καὶ τῶν τελευταίων τοῦτο ποιήσασθαι προοίμιον
主要动词 δηλοῖ 的语法主语是冠词引导的不定式短语 τὸ ... ποιήσασθαι,其中的分词 ἀρχόμενον(阳性宾格单数)与不定式 ποιήσασθαι 的逻辑主语(亚里士多德)保持一致。句首的 ὅτι 从句则充当 δηλοῖ 的直接宾语从句。
- 1.0τὰ δὲ περὶ τοῦ ὅλου κόσμου λεγόμενα, ὅτι ἐν τούτοις ἀγένητος καὶ ἄφθαρτος, ὅτι εἷς καὶ πεπερασμένος καὶ σφαιρικὸς καὶ οὐδὲν ἔξωθεν ἑαυτοῦ ἀπολιπὼν οὔτε σῶμα οὔτε κενόν, ταῦτα τῷ οὐρανῷ πρώτως ὑπάρχοντα
句首短语 τὰ ... λεγόμενα(“关于整个宇宙所说的那些属性”)被指示代词 ταῦτα 重新接引,构成了主题化前置结构(悬垂主语形式),随后与分词短语 ταῦτα τῷ οὐρανῷ πρώτως ὑπάρχοντα 一同充当主干动词 λέγεται 的主语。
- 1.0προηγεῖσθαι μὲν τῶν ἄλλων ὤφελεν
动词 ὤφελεν(第三人称单数第二不定过去时)在此处作无人称使用,或以 ἡ πραγματεία 为主语,支配不定式 προηγεῖσθαι 和 ἕπεσθαι,用以表达理所当然的必然性或适宜性(“应当先于……并且接续……”)。
