- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:597.29-598.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在《论天》第三卷中,亚里士多德通过论证单纯的物体自身并不生成(否则意味着由非物体生成并导致分离的虚空)来证明并非一切事物皆有生成;辛普里丘阐释了该推论以及对关于质料潜能性之异议的化解。
" Ὅτι δὲ οὔτε πάντων ἔστιν γένεσις ἕως τοῦ κενὸν ἔσται κεχωρισμένον." Τοῦ λόγου τοῦ πρὸς τοὺς ἐξ ἐπιπέδων λέγοντας τὰ σώματα τάς τε ὑποθέσεις ἀποδείξας καὶ τὸν ὅλον συλλογισμὸν ἀποτρέχει λοιπὸν ἐπὶ τὴν ἐξ ἀρχῆς περὶ γενέσεως διαίρεσιν, ἐν ᾗ ἔλεγεν, ὅτι οἱ μὲν ὅλως ἀνεῖλον γένεσιν, ὡς οἱ περὶ τὸν Παρμενίδην καὶ Μέλισσον, οἱ δὲ ἀπ’ ἐναντίας αὐτοῖς πάντων ἔλεγον γένεσιν, ὡς οἱ περὶ τὸν Ἡσίοδον θεολόγοι. λέγει οὖν, ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν, ὅτι οὔτε πάντων γένεσις, εἴπερ δέδεικται, ὅτι τὸ κυκλοφορητικὸν σῶμα ἀγένητόν τε καὶ ἄφθαρτόν ἐστιν, οὔτε οὐδενός, εἴπερ διήλεγξε τοὺς τῶν Παρμενίδου καὶ Μελίσσου λόγων οὕτως ἀκούοντας ὡς πᾶν τὸ ὂν ἀγένητον λεγόντων.1 δείκνυσι δὲ καὶ νῦν, ὅτι οὐ πάντων ἔστι γένεσις, ἐκ τοῦ σώματος μὴ εἶναι τοῦ ἁπλῶς·2 ἐξ ὕδατος μὲν γὰρ ἀὴρ γίνεται καὶ ἄλλο ἐξ ἄλλου τῶν ποιοτήτων ἀμειβομένων, τὸ δὲ σῶμα αὐτὸ τὸ ταῖς ποιότησιν ὑποκείμενον οὐ γίνεται. εἰ γὰρ γίνεται, ἐξ οὐ σώματος γίνεται· τόδε μὲν γὰρ τὸ σῶμα, οἷον ὁ ἀήρ, ἐκ τοῦ μὴ ἀέρος γίνεται, ἐκ σώματος μέντοι, ὅτι οὐχ ᾗ σῶμα γίνεται ἀλλ’ ᾗ ἀήρ, τὸ δὲ σῶμα εἰ ὡς σῶμα γίνεται, ἀνάγκη ἐξ οὐ σώματος γίνεσθαι αὐτό· εἰ δὲ τοῦτο, ἀνάγκη κενὸν εἶναι κεχωρισμένον. διττὸν γὰρ τὸ κενὸν οἱ λέγοντες αὐτὸ ὑπετίθεντο, τὸ μὲν τοῖς σώμασιν ἀναμεμιγμένον κατὰ τοὺς ἐν αὐτοῖς πόρους, οὓς ἡμεῖς ἀέρος λέγομεν μεστούς, τὸ δὲ κεχωρισμένον τῶν σωμάτων τόπον τῶν σωμάτων γινόμενον. εἰ οὖν γίνεται σῶμα μὴ πρότερον ὂν σῶμα, χώρας δεῖταί τινος κενῆς σώματος, ἐν ᾗ χωρηθήσεται. εἶτα, οἶμαι, ἔνστασιν λύει τὴν λέγουσαν· τί οὖν ἡ ὕλη οὐχ, ὥσπερ τὰ ἄλλα πάντα δυνάμει ἐστίν, οὕτω καὶ σῶμα, καὶ ἐκ τοῦ δυνάμει γίνεται τὸ ἐνεργείᾳ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει; λέγει οὖν, ὅτι μάλιστα γὰρ ἐκ δυνάμει τινὸς ὄντος σώματος ἐνεργείᾳ γένοιτο ἂν σῶμα· ἀλλ’ εἰ τὸ δυνάμει ὂν σῶμα μηδέν ἐστιν ἄλλο σῶμα ἐνεργείᾳ πρότερον, ὥστε ἐκ τοῦδε τοῦ σώματος τὸ μὴ τοιοῦτον γίνεσθαι, ἀλλ’ ἐξ ἀσωμάτου γίνοιτο σῶμα, κενὸν ἔσται κεχωρισμένον. Λέγει δὲ ὁ Ἀλέξανδρος, ὅτι τὸ ἀρέσκον αὐτῷ περὶ τῆς ὕλης νῦν ὁ Ἀριστοτέλης ἐκτίθεται.
“至于既非一切事物皆有生成……直至将存在分离的虚空。” 在论证了反驳那些主张物体由平面构成之人的论述的前提以及整个推论之后,他接下来折返回关于生成最初的划分,在其中他曾说过,一部分人彻底取消了生成,正如巴门尼德与美里梭一派;而另一部分人与他们相反,主张一切事物皆有生成,正如赫西俄德一派的神学学者。因此他说,从先前所说的事实中很清楚:既非一切事物皆有生成——只要已经证明旋转的物体是未生且不灭的——也非一无生成,只要他驳斥了那些这样领会巴门尼德和美里梭的论述、犹如他们说凡存在者皆不可生成的人。而现在他也证明并非一切事物皆有生成,其根据在于并不存在单纯物体的[生成];因为固然水生成空气,且随着性质的互换一物生成另一物,但作为诸性质之载体的物体自身并不生成。因为如果它生成,它就是由非物体生成的;须知个别的这个物体(例如空气)是由非空气生成的,但终究是由物体生成的,因为并非在其作为物体上生成,而是在其作为空气上生成;然而如果物体作为物体生成,它必然由非物体生成;而如果这样,就必然存在分离的虚空。因为主张虚空的人将其设定为两重含义:一种是依其内部的微孔与诸物体相混杂的,我们称这些微孔充满了空气;另一种则是与诸物体分离、成为诸物体的场所的。因此,如果一个先前不是物体的物体生成了,它就需要某个空无物体的空间,以便容纳于其中。然后,我认为他消解了这样一个异议,该异议称:“那么质料为何不像在潜能上是其余一切事物那样也是物体,并且正如在其余事物上的情形一样,现实的存在不是从潜能的存在生成的呢?”因此他说,现实的物体固然最有可能从某种在潜能上是物体的东西生成;但如果在潜能上是物体的东西并非在现实中预先是任何别的物体、以致从这个物体生成并非这类的物体,而是物体从非物体之物生成,那么就将存在分离的虚空。而亚历山大说,亚里士多德现在阐明了他关于质料所认同的见解。
- 3.28τοὺς τῶν Παρμενίδου καὶ Μελίσσου λόγων οὕτως ἀκούοντας ὡς πᾶν τὸ ὂν ἀγένητον λεγόντων
分词 ἀκούοντας 作为及物动词分词,支配属格 τῶν ... λόγων(“倾听/领会……之论述的人”)。由 ὡς 引出的属格分词 λεγόντων 在文意上与属格所含的作者(巴门尼德与美里梭)一致,或者以属格绝对结构拟人化地承接 λόγων,说明他们解读论述的内容(“犹如他们说凡存在者皆不可生成”)。
- 3.28ἐκ τοῦ σώματος μὴ εἶναι τοῦ ἁπλῶς
由介词 ἐκ 和中性单数属格冠词 τοῦ 引出的定冠词不定式短语(τοῦ ... μὴ εἶναι),用以表示原因。名词 γένεσιν 承前(οὐ πάντων ἔστι γένεσις)省略,属格 σώματος ... τοῦ ἁπλῶς 作其限制性或宾语性属格(“根据在于并不存在单纯物体的[生成]”)。
