- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:596.16-597.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了空气如何凭借自身的轻重并结合外赋的推动能力来充当中介并推助强力运动与本性运动,并检视和批评了亚历山大关于结语“在这些之中是显而易见的”一语的文本解读与异文方案。
ὁ δὲ ἀὴρ καὶ εὐκίνητός ἐστιν λεπτομερὴς ὤν, διὸ πρὸς μὲν τὸ ἄνω καὶ κατὰ τὴν ἑαυτοῦ φορὰν ἐνεργεῖ καὶ μέντοι καὶ ἀρχὴν ἄλλην κινήσεως ἀπὸ τῆς δυνάμεως προσλαβών, τὴν δὲ κάτω κίνησιν ὁ ἀὴρ ἐνεργεῖ καὶ ὡς ἔχων τι βαρὺ καὶ ὡς ἀρχὴν κινήσεως πάλιν ἀπὸ τῆς δυνάμεως λαβών· ἡ γὰρ κινοῦσα δύναμις ὥσπερ συναρτήσασα καὶ ἐναποδήσασα κινητικὴν δύναμιν παραδίδωσιν ἑκατέρῳ τῶν ἀέρων τῷ τε ἄνω ἐπωθουμένῳ καὶ τῷ κάτω ἢ ἑκατέρῳ τῷ τε ἀέρι καὶ τῷ λίθῳ. καὶ ὅτι ἐνδίδοταί τις ἀπὸ τοῦ κινοῦντος δύναμις συνηρτημένη, τεκμήριον ἱκανὸν παράγει τὸ καὶ μὴ παρακολουθοῦντος τοῦ κινήσαντος φέρεσθαι τὸ παρὰ φύσιν κινηθέν·1 τὸ μὲν γὰρ κατὰ φύσιν κινούμενον ἔχει κινοῦσαν τὴν φύσιν, τὸ δὲ παρὰ φύσιν δῆλον ὅτι ἀπὸ τοῦ βίᾳ κινοῦντος τὴν τοῦ κινεῖσθαι δύναμιν λαμβάνει συνεργοῦντος τοῦ ἀέρος. εἰ μὴ γὰρ ἦν τι τοιοῦτον σῶμα τὸ συνεργοῦν, οὐκ ἂν ἡ βίᾳ κίνησις τοιαύτη ἦν· εἰ μὴ γὰρ εἶχέ τι κοῦφον ὁ ἀήρ, οὐκ ἂν τὸ βαρὺ ἄνω ἔφερε, καὶ εἰ μὴ βαρύ τι εἶχεν, οὐκ ἂν τὸ πῦρ ἐπὶ τὸ κάτω ἐκίνει. Καὶ τὴν κατὰ φύσιν δὲ ἑκάστου κίνησιν ὁ ἀὴρ συνεπουρίζει, τουτέστιν ἐπωθεῖ, δυνάμεως ἀπὸ τοῦ κινοῦντος μεταλαμβάνων· τὸ δὲ συνεπουρίζειν ἀπὸ τῶν ὄπισθεν πνεόντων καὶ τὴν ναῦν ὠθούντων ἀνέμων μετείληπται, οὓς διὰ τοῦτο οὐρίους καλοῦσιν ὡς κατὰ τὸ οὐραῖον τῆς νεὼς πνέοντας. μήποτε δὲ καὶ ἀπὸ μεταφορᾶς τῶν λεόντων λέγεται, οὓς φασι τῇ ἑαυτῶν οὐρᾷ ἀντὶ μάστιγος πλήττοντας ἑαυτοὺς εἰς δρόμον ἐλαύνειν. Εἶτα συμπεραινόμενος τὸν λόγον, ὅτι, φησίν, ἅπαν τὸ ὑπὸ σελήνην σῶμα, ὃ καὶ εὐθυπορούμενόν ἐστι· περὶ γὰρ τούτου νῦν ὁ λόγος· ἢ κοῦφον ἢ βαρύ ἐστι, καὶ πῶς αἱ παρὰ φύσιν κινήσεις ἔχουσιν ἐν τούτοις, ἐν οἷς καὶ εἰσίν, ὅτι ὕστεραι τῶν κατὰ φύσιν εἰσὶ καὶ ὀλιγοχρονιώτεραι, καὶ ὅτι ὑπὸ τῆς ἔξωθεν δυνάμεως κινοῦνται τοῦ ἀέρος ὑπουργοῦντος πρὸς τὴν κίνησιν, ὅτι οὖν ταῦτα οὕτως ἔχει, φανερὸν ἐκ τῶν δεδειγμένων δηλονότι.2 Ὁ δὲ Ἀλέξανδρος ἐλλειπτικῶς ἔχειν κατὰ τὴν λέξιν νομίζει τὸ ἐν τούτοις·3 λείπειν γὰρ τὸ καὶ προείρηται ἢ ὡς ἂν εἰ ἔλεγεν ἐν τούτοις εἴρηται, ἵνα μηκέτι ἀκούωμεν ἐν τούτοις τοῖς βάρος ἢ κουφότητα ἔχουσιν, ἀλλ’ ἐν τούτοις τοῖς λόγοις· τοῦτο δὲ πέπονθε τὸ φανερὸν τῷ ἐφεξῆς συντάξας καὶ οὕτω γράψας “φανερὸν δέ, ὅτι οὔτε πάντων ἔστι γένεσις.” ἐγὼ μέντοι τὸ μὲν φανερὸν ὡς τέλος εὑρίσκω τοῦ προτέρου λόγου χωρὶς τοῦ δὲ συνδέσμου γεγραμμένον, τὸ δὲ ἑξῆς οὕτως ἔχον· “ὅτι δὲ οὔτε πάντων ἔστι γένεσις οὔτε ἁπλῶς οὐδενός, δῆλον ἐκ τῶν προειρημένων.” ὁ δὲ Ἀλέξανδρος, ὡς ἔοικεν, ἔν τισιν ἀντιγράφοις εὑρὼν ὡς δῆλον ἐκ τῶν εἰρημένων τὸ φανερὸν ἠναγκάσθη τοῖς ἐφεξῆς συντάξαι. κάλλιον δέ, οἶμαι, πταῖσμα τοῦτο τοῦ γράψαντος λέγειν ἢ ὡς ἐλλιπῆ τὴν ἑρμηνείαν ἀποδέχεσθαι· καὶ γὰρ οὐδὲ συντάττειν οὕτως εἰκὸς ἦν ἐπ’ ἄλληλα τὸ φανερὸν καὶ τὸ δῆλον λέγοντα “φανερὸν δέ, ὅτι οὔτε πάντων ἔστι γένεσις οὔτε ἁπλῶς οὐδενός, ὡς δῆλον ἐκ τῶν εἰρημένων.” ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἔχῃ, οὐδὲν ἂν εἴη πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν. ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον.
另一方面,空气由于由微细部分组成,也很容易被推动。因此,就向上的运动而言,它既依照自身的运移发挥作用,又确实从能力中额外接受了另一运动原理;而对于向下的运动,空气发挥作用既是因为具有某种重性,又是由于再次从能力中接受了运动原理。因为推动的能力如同联结并系定了一种动能一样,将其传递给两股空气各自,即向上被推助的与向下被推助的,或者传递给空气与石头各自。而某种联结的能力从推动者被赋予进来,其充分的明证在于:即使推动者不再随之同行,反乎本性被推动的事物依然被运载前行。因为依照本性运动的事物具有本性作为推动者,而反乎本性运动的事物显然是在空气协作的情况下,从施加强力的推动者那里接受被推动的能力。因为若是没有这样一种起协作作用的物体,强力运动就不会是这个样子;因为若是空气不具有某种轻性,它就不会将重物运载向上;若是它不具有某种重性,它就不会将火向下推动。 而且空气还顺风推助——即向前推助——各个事物的本性运动,从推动者处分享能力。而“顺风推助(συνεπουρίζειν)”这一动词取自那些从船后吹来推船前行的风,人们因此称之为“顺风(οὔριοι)”,因其依照船尾(οὐραῖον)吹送。或许这也来自于对狮子的隐喻,据说狮子用自己的尾巴代替鞭子抽打自己,以驱策自己奔跑。 接着在总结这一论述时,他说,月下的一切物体——这也是沿直线运移的物体,因为当前的论述正是关于它的——要么是轻的,要么是重的;而反乎本性的诸运动在它们实际所在的这些[物体]之中处于何种状态(即它们后于依乎本性的运动,持续时间更短,并且是在空气对运动提供协助的情况下由外在能力推动的);因此,这些情况确实如此,显然从已经证明的论点来看是清楚明白的。 然而亚历山大认为,“在这些之中(ἐν τούτοις)”在字句上是有所省略的;因为他认为缺少了“也已被预先说过”,或者如同他说“在这些之中已被说过”一样,以致我们不再理解为“在具有重量或轻量的这些[物体]之中”,而是理解为“在这些论述之中”。他之所以陷入这种看法,是因为他把“显而易见(φανερόν)”与下文连结起来,并写成:“而且显而易见,既非一切事物皆有生成。”然而我却发现,“显而易见”是没有连词“而(δέ)”而作为前一段论述的结尾被书写的,而后文则是这样的:“至于既非一切事物皆有生成,亦非断然一无生成,这从先前所说的事实来看是清楚的。”但亚历山大似乎在某些抄本中发现了“正如从所说的事实中清楚的那样”,因而被迫将“显而易见”与下文连结。但我认为,宁可称之为抄写者的讹误,也胜过承认这是一种有省略的表达;因为事实上,把“显而易见(φανερόν)”和“清楚的(δῆλον)”像这样叠置在一起连结,说成“而且显而易见,既非一切事物皆有生成,亦非断然一无生成,正如从所说的事实中清楚的那样”,是不近情理的。然而,无论此事究竟如何,对于事实的真理而言并无紧要。应当转向接下来的内容。
- 3.27τὸ καὶ μὴ παρακολουθοῦντος τοῦ κινήσαντος φέρεσθαι τὸ παρὰ φύσιν κινηθέν
由中性定冠词 τό 引导的不定词短语(φέρεσθαι)用作主动词 παράγει 的宾语(“引出……这一事实”)。在该短语内部嵌套了属格独立结构 μὴ παρακολουθοῦντος τοῦ κινήσαντος(“即使推动者不再随之同行”)。
- 3.27ὅτι, φησίν, ἅπαν τὸ ὑπὸ σελήνην σῶμα, ... ὅτι οὖν ταῦτα οὕτως ἔχει, φανερὸν ἐκ τῶν δεδειγμένων δηλονότι.
长句重开构式(resumptive structure):句首由 ὅτι 引出从句,但因中间插入了长大的主语部分、关系从句和解释性插入成分,在句末谓语 φανερόν 之前,借由复括小词 οὖν 重新以 ὅτι οὖν ταῦτα οὕτως ἔχει(“因此,这些情况确实如此”)对从句内容进行复述和概括。
- 3.27τὸ ἐν τούτοις
关于亚里士多德原文中“在这些之中(ἐν τούτοις)”所指的讨论。辛普里丘将其理解为承接前文的物体/元素(“在这些[物体]之中”),而阿芙洛狄西亚的亚历山大则认为此处存在省略,应理解为言论或论证(“在这些[论述]之中”)。
