- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:595.13-596.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了亚里士多德关于“本性”与“能力”(外力)的定义,通过医者自愈的例证阐明了“作为别物”的含义,并论述了能力单独引发强力运动与助推自然运动的区别,以及空气何以作为工具适用于这两种运动。
" Ἐπεὶ δὲ φύσις μέν ἐστιν ἡ ἐν αὐτῷ ἕως τοῦ καὶ πῶς αἱ παρὰ φύσιν κινήσεις ἔχουσιν, ἐν τούτοις φανερόν." Δείξας, ὅτι τὸ μήτε βάρος ἔχον σῶμα μήτε κουφότητα οὔτε κατὰ φύσιν οὔτε βίᾳ κινεῖσθαι δυνατόν, ἐφεξῆς δείκνυσι, τίς τε ἡ φύσις ἡ τὰ κατὰ φύσιν λεγόμενα κινεῖσθαι κινοῦσα καὶ τίς ἡ δύναμις ἡ τὰ παρὰ φύσιν, καὶ ὅτι ἡ μὲν ἐν τῷ κινουμένῳ, ἡ δὲ ἐν ἄλλῳ. καὶ γὰρ φύσις μέν ἐστιν ἡ ἐν αὐτῷ ὑπάρχουσα κινήσεως ἀρχή· τοῦτο δὲ ἤδη δέδεικται ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως· δύναμις δὲ ἡ ἐν ἄλλῳ ὑπάρχουσα ἀρχὴ κινήσεως· τὸ γὰρ ὑπ’ ἄλλου κινούμενον ἐν ἐκείνῳ τὴν ἀρχὴν ἔχει τοῦ κινεῖσθαι. τὸ δὲ ᾗ ἄλλο προσέθηκεν,1 ἐπειδή τινα μὴ κατὰ φύσιν κινούμενα ἐν αὐτοῖς μὲν ἔχει τὴν τῆς κινήσεως ἀρχήν, ἧς κινεῖται, οὐ μὴν ὡς καθ’ αὐτὸ ἐν αὐτοῖς οὔσης τῆς τοιαύτης δυνάμεως ἀλλ’ ὡς κατὰ συμβεβηκός, καθ’ αὑτὸ δὲ ὡς ἐν ἄλλῳ οὔσης τῆς δυνάμεως κινεῖται ὑπ’ αὐτῆς, οἷον εἴ τις νοσῶν ὑγιάζοιτο ὑφ’ ἑαυτοῦ ἰατροῦ ὄντος· οὐ γάρ, ᾗ νοσῶν ἐστιν, ὑφ’ ἑαυτοῦ ἂν ὑγιάζοιτο οὐδὲ κατὰ τοῦτο ἂν ἔχοι τὴν τῆς κινήσεως ἀρχήν· καίτοι ἔστι γε ἐν αὐτῷ τῷ νοσοῦντι ἡ ἰατρική, καθ’ ἣν ὑγιάζεται, ἀλλ’ ὡς ἐν ἄλλῳ καὶ οὐχ ὡς ἐν τῷ πυρὶ ἡ κουφότης, διὸ πᾶν μὲν πῦρ μετὰ κουφότητος, οὐ πᾶς δὲ νοσῶν μετὰ ἰατρικῆς. τὸ δὲ κίνησις δὲ ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ πᾶσα εἴρηται ἀντὶ τοῦ πᾶσα κίνησις ἢ κατὰ φύσιν ἢ βίᾳ. καὶ ἡ μὲν κατὰ φύσιν ὑπὸ τῆς ἐνυπαρχούσης αἰτίας γίνεται, ἥτις ἦν ἡ φύσις, ἡ δὲ βίᾳ ὑπὸ τῆς ἐν ἄλλῳ δυνάμεως. ὑπὸ ταύτης δὲ καὶ τὰ κατὰ φύσιν κινούμενα συνεπωθούσης θᾶττον κινεῖται τῆς κατὰ δύναμιν μόνον γινομένης κινήσεως·2 τῷ γὰρ λίθῳ τὴν ἐπὶ τὸ κάτω φορὰν ἡ συνεπωθοῦσα δύναμις θάττω ποιήσει τῆς φορᾶς τῆς κατὰ δύναμιν μόνην γινομένης, οἷον τῆς ἐπὶ τὸ ἄνω τοῦ λίθου· ταύτην γὰρ τὴν ἐπὶ τὸ ἄνω τοῦ λίθου παρὰ φύσιν οὖσαν ἡ δύναμις μόνη ποιεῖ, τὴν δὲ ἐπὶ τὸ κάτω συνεπωθοῦσα ἡ δύναμις αὐτή τε καὶ ἡ φύσις ποιοῦσιν. Ἐφεξῆς δὲ λέγει, πῶς ἡ δύναμις κινεῖ καθ’ αὑτήν τε ἐνεργοῦσα καὶ μετὰ τῆς φύσεως, καὶ ὅτι πρὸς ἄμφω τὰς κινήσεις ὡς ὀργάνῳ χρῆται τῷ ἀέρι τήν τε ἄνω, ἣν μόνη βιαζομένη ἐπὶ τῶν βαρέων ἐνεργεῖ, καὶ τὴν κάτω3 συνεπωθοῦσα τὴν φύσιν. ὁ δὲ ἀὴρ πρὸς ἄμφω ἐπιτήδειος, διότι καὶ κοῦφος καὶ βαρύς ἐστιν· εἶπε γὰρ καὶ πρόσθεν, ὅτι τὰ μεταξὺ γῆς καὶ πυρὸς στοιχεῖα ἐπαμφοτερίζει· οὐδέτερον γὰρ αὐτῶν οὔτε ἁπλῶς βαρύ ἐστιν· οὐ γὰρ πᾶσιν ὑφίσταται· οὔτε ἁπλῶς κοῦφον· οὐ γὰρ πᾶσιν ἐπιπολάζει· τὸ δὲ μὴ ἁπλῶς πᾶν μίξει πως τοῦ ἐναντίου τοιοῦτον.
“既然本性是在其自身之中的”直至“且反乎本性的诸运动处于何种状态,在这些论述中也是显而易见的”。 在证明了既不具有重量也不具有轻量的物体不可能依乎本性或因强力运动之后,他接下来指明,推动那些被称为依乎本性运动之物的“本性”是什么,推动那些反乎本性之物的“能力”是什么,以及一者在被推动者自身之中,而另一者在别物之中。因为本性确实是内在存在于其自身之中的运动原理——这一点在《物理学》第二卷中已经证明——而能力则是内在存在于别物之中的运动原理;因为被别物推动之物,其被推动的原理就在那别物之中。他加上“作为别物”,是因为某些非依乎本性运动的事物,虽然自身确实具有其所作运动的原理,但这绝非因为这种能力就其自身而言存在于它们之中,而是出于偶性,就其自身而言,它们是由于该能力如同在别物中一样而被它推动的,例如某个患病者若是医生而由自己医治自己。因为他绝非作为患病者而由自己医治,也不是依此而具有运动的原理;尽管在患病者本人之中的确具有使他痊愈的医术,但这如同在别物之中,而不像轻量在火中那样,因此一切火都伴随有轻量,但并非一切患病者都伴随有医术。至于“至于运动,一种依乎本性,而另一种全由强力”,这是用来代替“一切运动要么依乎本性,要么因强力”。依乎本性的运动是由内在的原因(这也就是本性)所产生的,而因强力的运动则是由在别物之中的能力所产生的。而当这种[能力]共同推助时,依乎本性运动之物的运动比仅由能力产生的运动更快;因为对于石头而言,共同推助的能力将使其向下的运移快于仅由能力产生的运移,例如石头向上的运移;因为石头的这种向上运移由于是反乎本性的,是由能力单独产生的,而向下的运移则是共同推助的能力本身与本性共同产生的。接下来他说明,能力如何既单独发挥作用又与本性一起发挥作用来进行推动,并且在两种运动中都把空气作为工具来使用:一种是向上的运动,在对待重物时能力单独施加强力发挥作用;另一种是向下的运动,能力推助着本性。而空气之所以适合于这两种运动,是因为它既轻又重;正如他先前所说,土与火之间的元素兼具两者性质;因为它们两者既非绝对的重——因为它们并不沉于所有事物之下——亦非绝对的轻——因为它们并不浮于所有事物之上;而一切非绝对[为此者]的事物,都在某种程度上因对立面的混合而是如此的。
- 3.27τὸ δὲ ᾗ ἄλλο προσέθηκεν
冠词 τὸ 将紧随其后的短语 ᾗ ἄλλο 实词化,作为 προσέθηκεν 的宾语(即“[亚里士多德]加上了‘作为别物’这一短语”)。随后的 ἐπειδή 从句说明了这一补充的原因。
- 3.27τῆς κατὰ δύναμιν μόνον γινομένης κινήσεως
由比较级副词 θᾶττον 所支配的比较属格,意为“比仅由能力产生的运动[更快]”。后文的 τῆς φορᾶς τῆς κατὰ δύναμιν μόνην γινομένης 同样充当比较属格。
- 3.27τήν τε ἄνω ... καὶ τὴν κάτω
这两个阴性宾语短语同位限定前面的前置词短语 πρὸς ἄμφω τὰς κινήσεις(“对于两种运动”),具体列举了所指的两种运动,并分别由关系从句与分词短语作后置修饰。
