- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:593.19-595.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德在301b1处的论述,证明既无重量又无轻量的物体即便因强力也不可能运动,否则将荒谬地推导出其运动至无限距离;随后他审视并批评了亚历山大对“被限定的物体”的解释,提出了自己的见解。
" Ἔτι δέ, εἰ ἔσται τι σῶμα κινούμενον ἕως τοῦ ἀνάγκη σῶμα πᾶν βάρος ἔχειν ἢ κουφότητα διωρισμένον." Δείξας, ὅτι ἀδύνατον τὸ σῶμα τὸ μὴ ἔχον βαρύτητα ἢ κουφότητα κατὰ φύσιν ἢ ἄνω ἢ κάτω κινηθῆναι, νῦν δείκνυσιν, ὅτι οὐδὲ παρὰ φύσιν καὶ βίᾳ δυνατόν· ἀκολουθεῖ γὰρ τὸ εἰς ἄπειρον κινεῖσθαι ὑπὸ τῆς κινούσης δυνάμεως· εἰ οὖν τοῦτο ἀδύνατον, καὶ τὸ βίᾳ κινεῖσθαι ῥιπτούμενον ἢ ὠθούμενον ἢ ἑλκόμενον ὑπό τινος μὴ ἔχον βάρος ἢ κουφότητα ἀδύνατον. δείκνυσι δὲ αὐτὸ προλαβὼν πάλιν, ὅτι τὸ ἔλαττον καὶ τὸ κουφότερον ὑπὸ τῆς αὐτῆς δυνάμεως πλέον κινηθήσεται, ὅπερ ἐστὶν ἐναργές. ἔστω οὖν τὸ μὲν ἐφ’ ᾧ τὸ Α ἀβαρές, τὸ δὲ ἐφ’ ᾧ τὸ Β τὸ βάρος ἔχον, καὶ κεκινήσθω ὑπὸ τῆς αὐτῆς δυνάμεως τῆς βίᾳ κινούσης τὸ μὲν ἐφ’ ᾧ τὸ Α τὸ ΓΕ διάστημα, τὸ δὲ ἐφ’ ᾧ τὸ Β βάρος ἔχον ἐν τῷ ἴσῳ χρόνῳ τὸ ΓΔ διάστημα ἔλαττον ὂν τοῦ ΓΕ. διαιρεθέντος δὴ τοῦ Β τοῦ βάρος ἔχοντος σώματος οὕτως ὡς εἶναι, ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ, οὕτω τὸ Β πρός τι μέρος αὑτοῦ τὸ Ζ, συμβήσεται τὸ Ζ τὸ ἀφαιρούμενον ἀπὸ τοῦ Β τοῦ βάρος ἔχοντος σώματος τὴν ΓΕ τὴν μείζονα φέρεσθαι ἐν τῷ χρόνῳ, ἐν ᾧ ὅλον τὸ Β τὴν ΓΔ ἐφέρετο· τὸ γὰρ τάχος ἕξει τὸ τοῦ ἐλάττονος πρὸς τὸ τοῦ μείζονος, ὡς τὸ μεῖζον σῶμα πρὸς τὸ ἔλαττον. ἀλλὰ μὴν καὶ τὸ Α τὸ ἀβαρὲς ἐν τῷ αὐτῷ χρόνῳ ὑπὸ τῆς αὐτῆς δυνάμεως τὸ ΓΕ διάστημα ἐκινεῖτο· ἴσον ἄρα τὸ ἀβαρὲς σῶμα τὸ Α καὶ τὸ βάρος ἔχον τὸ Ζ ἐν τῷ αὐτῷ χρόνῳ ὑπὸ τῆς αὐτῆς δυνάμεως κινηθήσεται, ὅπερ ἐστὶν ἀδύνατον. Ἐπειδὴ δὲ παντὸς τοῦ προτεθέντος διαστήματος πεπερασμένου μεῖζον κινηθήσεται τὸ ἀβαρές·1 ὃ γὰρ ἂν ληφθῇ βάρος ἔχον ὁποσονοῦν κινούμενον τὸ προτεθὲν μέγιστον διάστημα, εὐκινητότερον ἐκείνου τῷ βιαζομένῳ2 τὸ ἀβαρές ἐστιν· ἀλλὰ μὴν ἄπειρόν τι διάστημα οὐχ οἷόν τε κινεῖσθαι· πᾶσα γὰρ κίνησίς ποθέν ποι, καὶ ὃ μὴ δυνατὸν γενέσθαι, οὐδὲ γίνεται, ὡς ἔλεγε πρότερον· οὐκ ἄρα κινηθήσεται τὸ σῶμα τὸ μήτε βάρος ἔχον μήτε κουφότητα· φανερὸν οὖν, ὅτι ἀνάγκη πᾶν σῶμα διωρισμένον βάρος ἔχειν ἢ κουφότητα. Διωρισμένον δὲ λέγει, ὥς φησιν ὁ Ἀλέξανδρος, ἢ τὸ διῃρημένον καὶ διακεκριμένον, ὡς τὸ μὲν κουφότητα ἔχειν τὸ δὲ βαρύτητα, ἢ διωρισμένον τὸ διῃρημένον καὶ μὴ ἐγκύκλιον. “ἄμεινον δέ, φησί, τοῦ διωρισμένον ἀκούειν ἀντὶ τοῦ ἐνεργείᾳ ὂν καὶ ἐν τόπῳ ἀλλὰ μὴ δυνάμει· τὸ γὰρ δυνάμει σῶμα οὐδέπω οὔτε σῶμά ἐστιν οὔτε ἐν τόπῳ. καὶ εἴη ἂν τοῦτο διὰ τὸ μαθηματικὸν σῶμα προστιθείς· ἐκεῖνο γάρ, ὥσπερ οὐκ ἔχει βάρος ἢ κουφότητα, οὕτως οὐδὲ διωρισμένον ἐστὶ καὶ ἐνεργείᾳ ὄν.” ἀλλὰ τοῦτο μὲν οὐκ οἶδα πῶς εἴρηται· τὸ γὰρ μαθηματικὸν ὡς μαθηματικὸν καὶ διωρισμένον ἐστὶ καὶ ἐνεργείᾳ· ἐκεῖνο δὲ ἔχειν μοι δοκεῖ λόγον τὸ διωρισμένον τὸ εὐθυπορούμενον λέγεσθαι ὡς ἀντιδιαιρεθὲν κουφότητι καὶ βαρύτητι τοῦ κυκλικοῦ ὑπὲρ τοῦτον ὄντος τὸν διορισμόν. καὶ ἐκεῖνο δὲ ἔτι πιθανώτερόν μοι δοκεῖ 〈λέγεσθαι〉 διωρισμένον3 τὸ καθ’ αὑτὸ περιγεγραμμένον καὶ ἐν τόπῳ ὄν· τοῦτο γὰρ καὶ κατὰ τόπον δύναται κινεῖσθαι. τὸ γὰρ συνεχὲς πρὸς ἄλλο, ὥσπερ τὰ ἐν τῷ ὅλῳ μέρη, οὔτε ἔστιν ἐν τόπῳ καθ’ αὑτὸ οὔτε κινεῖται κατὰ τόπον κατὰ τὴν Ἀριστοτέλους διάταξιν. ἐπειδὴ οὖν τὰ ἀποσπώμενα τῶν στοιχείων μέρη καὶ τῆς γῆς καὶ τοῦ πυρὸς καὶ τῶν μεταξὺ ταὐτά ἐστι τὰ ἐπ’ εὐθείας κινούμενα καὶ οὔτε αἱ ὁλότητες οὔτε τὰ συνημμένα τῇ ὁλότητι μέρη, διὰ τοῦ εἰπεῖν σῶμα πᾶν διωρισμένον τὰ ἐπ’ εὐθείας κινούμενα ἐνεδείξατο μέρη ὄντα τῶν ὑπὸ σελήνην στοιχείων. οὔτε γὰρ τῶν οὐρανίων διωρισμένον τί ἐστιν ἀπὸ τῆς ὁλότητος τῆς ἑαυτοῦ, καὶ ἐν τοῖς ὑπὸ σελήνην αἱ ὁλότητες οὐ διωρισμένα ἀλλὰ συνεχῆ πρὸς ἄλληλα τὰ μόρια ἔχουσιν. ἀντὶ οὖν τοῦ εἰπεῖν σῶμα πᾶν ἐπ’ εὐθείας κινούμενον διωρισμένον εἶπεν. Λαβὼν δέ, ὅτι πᾶν σῶμα ὑποσέληνον κινεῖται ἢ κατὰ φύσιν ἢ βίᾳ, καὶ δείξας, ὅτι τὸ μήτε κουφότητα μήτε βάρος ἔχον οὔτε κατὰ φύσιν κινεῖται οὔτε βίᾳ, συνηγμένον ἔχει διὰ τούτων τὸ μήτε βαρύτητα μήτε κουφότητα ἔχον μὴ εἶναι σῶμα ὑποσέληνον.
“此外,如果将有某种运动的物体”直至“每一个被限定的物体都必然具有重量或轻量”。 在证明了不具有重量或轻量的物体不可能依乎本性向上或向下运动之后,[亚里士多德]现在证明,它违背本性地被强力驱动也是不可能的;因为由驱动力量使其运动至无限乃是必然的推论;因此,如果这是不可能的,那么既无重量又无轻量之物被某物投掷、推动或牵引而强力运动,也就是不可能的。他在再次预先设定了较小和较轻之物在相同力量下将运动得更多(这是显然的)之后,证明了这一点。设标有A者为无重量之物,标有B者为具有重量之物,并设在施加强力的相同力量下,标有A者运动了距离ΓΕ,而标有B的具有重量之物在相等时间内运动了小于ΓΕ的距离ΓΔ。如果将具有重量的物体B进行分割,使得ΓΕ对ΓΔ的比等于B对其自身某一部分Ζ的比,那么结果将是:从具有重量的物体B中切出的Ζ,在整个B运移ΓΔ的时间内运移了较大的ΓΕ;因为较小者的速度对较大者的速度的比,等于较大物体对较小物体的比。然而无重量的A在相同时间内、在相同力量下也在运动距离ΓΕ;因此无重量的物体A与具有重量的Ζ将在相同时间内在相同力量下运动相等的[距离],这是不可能的。而且,由于无重量之物运动的距离将大于任何给定的有限距离——因为无论选取怎样大小的具有重量之物运动那给定的最大距离,对于施加强力者而言无重量之物都比它更容易移动;但实际上运动一段无限的距离是不可能的,因为正如他先前所说,一切运动都是从某处到某处,而不可能生成的东西也根本不会生成——因此,既无重量又无轻量的物体将完全不会运动;由此显而易见,每一个被限定的物体都必然具有重量或轻量。 亚历山大说,他所谓的“被限定的”,或者是指被分割和区分开的事物,即一者具有轻量而另一者具有重量,或者是指被限定即是被分割且不作圆周运动的事物。“然而,”他[亚历山大]说,“将‘被限定的’理解为‘在现实中存在且在场所中存在,而非在潜能中存在’会更好;因为在潜能中的物体既还不成其为物体,也不在场所中。他加上这个词或许是考虑到数学物体;因为数学物体正如不具有重量或轻量一样,既非被限定的,也非在现实中存在。”但我不知道这究竟是如何说得通的;因为数学物体作为数学物体,既是被限定的,也是在现实中存在的。但在我看来,另一种说法是有道理的,即作直线运动的事物被称为“被限定的”,是因其以轻量和重量与处于这种限定之上的圆周运动之物相对区分开来。而在我看来,甚至更为可信的说法是:那自身被划界且存在于场所中的事物〈被称为〉“被限定的”;因为这种事物才能够依场所运动。因为正如整体中的部分一样,与他物连续的事物按照亚里士多德的规定,自身既不在场所中,也不依场所运动。因此,由于作直线运动的事物正是从土、火及其中间元素中分离出来的部分本身,而既非诸整体亦非与整体相连的部分,所以通过说“每一个被限定的物体”,他指明了月下界诸元素中作直线运动的各部分。因为在天体中没有任何东西是从其自身的整体中被限定出来的,而在月下界中,诸整体所具有的各部分不是被限定的,而是彼此连续的。因此,他用了“被限定的”,以代替说“作直线运动的每一个物体”。在假定了每一个月下物体要么依乎本性运动要么因强力运动,并证明了既无轻量又无重量之物既不依乎本性运动也不因强力运动之后,他通过这些论证得出了结论:既无重量又无轻量之物不是月下物体。
- 3.26Ἐπειδὴ δὲ παντὸς τοῦ προτεθέντος διαστήματος πεπερασμένου μεῖζον κινηθήσεται τὸ ἀβαρές·
由连词 ἐπειδή 引导的原因从句。其主句被包含 γάρ 和 ἀλλὰ μήν 的解释性从句隔开,直到后面的 οὐκ ἄρα κινηθήσεται... 才得以承接。属格短语 παντὸς τοῦ προτεθέντος διαστήματος πεπερασμένου 是由比较级 μεῖζον 所支配的比较属格(“大于所给出的任何有限距离”)。
- 3.26τῷ βιαζομένῳ
现在分词中动态/被动态的与格,用作评判或关涉的与格(“对于施力者而言”)。前面的 ἐκείνου 为比较属格,由 εὐκινητότερον 所支配,指代具有重量的物体。
- 3.26ἔτι πιθανώτερόν μοι δοκεῖ 〈λέγεσθαι〉 διωρισμένον
尖括号内的 〈λέγεσθαι〉 为编订者的补文。该结构呼应了上文的 ἔχειν μοι δοκεῖ λόγον τὸ διωρισμένον τὸ εὐθυπορούμενον λέγεσθαι(“作直线运动之物被称为‘被限定的’是有道理的”);补出不定词 λέγεσθαι 使得受 δοκεῖ 支配的“宾格加不定词”结构得以完整(“……被称为‘被限定的’似乎更为可信”)。
