← 辛普里丘

亚里士多德《论天》注释

§591.19-593.18

直线运动简单物体的轻重必然性

辛普利丘详细阐述了亚里士多德在《天论》卷三第二章(301a22)中的论证:亚里士多德利用归谬法与比例推算,证明了作直线运动的简单物体必然具有重量或轻量的倾向。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.25

" Ὅτι δὲ ἔχειν ἔνια ἀναγκαῖον ῥοπὴν βάρους καὶ κουφότητος ἕως τοῦ ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ κουφότητος." Δείξας, ὅτι ἀνάγκη τοῖς ἁπλοῖς σώμασι κατὰ φύσιν ὑπάρχειν τινὰ κίνησιν, ἐφεξῆς δείκνυσιν, ὅτι τοῖς κατὰ φύσιν κινουμένοις1 οὐ πᾶσιν ἀλλ’ ἐνίοις αὐτῶν, τοῖς ἐπ’ εὐθείας πᾶσιν, ἀνάγκη ῥοπὴν ὑπάρχειν βάρους ἢ κουφότητος· τὸ γὰρ κύκλῳ κινούμενον ἐξῄρηται τούτων· καὶ ὅτι κατὰ τὰς ῥοπὰς ταύτας ἐστὶν αὐτοῖς ἡ κατὰ φύσιν κίνησις. τὸ γὰρ ἔχειν βάρος καὶ κουφότητα τὰ ὑπὸ σελήνην πάντα σώματα πρότερον ὁμολογούμενον λαβὼν καὶ ἐκ τούτου ἐλέγξας τοὺς ἐξ ἐπιπέδων συνιστῶντας τὰ σώματα μήτε βαρύτητα ἐχόντων μήτε κουφότητα νῦν δείκνυσι τὸ πρότερον ὑποτεθέν, ὅτι ἀνάγκη πάντα βάρος ἢ κουφότητα ἔχειν τὰ ἐπ’ εὐθείας κινούμενα ἁπλᾶ σώματα κατὰ φύσιν. οὐ γὰρ τοῦτο πρόκειται δεῖξαι, ὅτι ἔστι σώματα βαρέα καὶ κοῦφα· οὐ γὰρ ἂν ἐν τῇ ἀποδείξει ὑπετίθετο βαρέα καὶ κοῦφα· ἀλλ’ ὅτι οὐκ ἔστι τι, ὃ μὴ βαρὺ ἢ κοῦφόν ἐστι, τῶν ἐπ’ εὐθείας κινουμένων, ἅπερ ἔνια εἶπεν διὰ τὸ οὐράνιον. ὅτι γὰρ τοῦτο πρόκειται δεῖξαι τὸ μηδὲν εἶναι ἐν τούτοις μὴ ἔχον ῥοπήν, δηλοῖ μὲν καὶ εὐθὺς εἰπὼν εἰ γὰρ μὴ ἕξει φύσει ῥοπὴν τὸ κινούμενον καὶ μετ’ ὀλίγα “ἔτι δέ, εἰ ἔσται τι σῶμα κινούμενον μήτε κουφότητα μήτε βάρος ἔχον”, ἡ δὲ δεῖξις πρόεισιν ἐπὶ προδεδειγμένῳ τῷ ὑπάρχειν κατὰ φύσιν κίνησιν τοῖς σώμασιν ἐπί τε τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω καὶ μέντοι ἐπὶ τῷ τὸ βάρος ἔχον τοῦ μὴ ἔχοντος ἐν τῷ ἴσῳ χρόνῳ ἐπὶ πλέον διάστημα ἐπὶ τὸ κάτω κατὰ φύσιν κινεῖσθαι· ἐναργὲς δὲ τοῦτό ἐστιν, ἐὰν ἄρα κινῆται· καὶ τρίτῳ, ὅτι ἐν τοῖς βίᾳ κινουμένοις ὑπὸ τῆς αὐτῆς δυνάμεως ἐν τῷ αὐτῷ χρόνῳ μεῖζον ἂν διάστημα κινηθείη τὸ μὴ ἔχον βάρος, ἔλαττον δὲ τὸ ἔχον. τούτων προληφθέντων δείκνυσιν, ὅτι, εἰ μὴ ἔχει τὸ κινούμενον ῥοπὴν ἢ βάρους ἢ κουφότητος, ἀδύνατον αὐτὸ κινεῖσθαι ἀπὸ τοῦ μέσου ἢ ἐπὶ τὸ μέσον, καὶ πρῶτον, ὅτι ἀδύνατον ἀβαρές τι ὂν κάτω κινηθῆναι, οὗ πέφυκε κινεῖσθαι τὰ βάρος ἔχοντα. ἡ δὲ δεῖξις διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὕτως· ἔστω βάρος μὲν ἔχον σῶμα τὸ Β, ἀβαρὲς δὲ τὸ Α, καὶ ἐνηνέχθω τὸ μὲν Α τὸ ἀβαρὲς διάστημά τι τὸ ΓΔ, τὸ δὲ Β τὸ βάρος ἔχον ἐν τῷ αὐτῷ χρόνῳ κεκινήσθω διάστημά τι τὸ ΓΕ μεῖζον δηλονότι τοῦ ΓΔ· τὸ γὰρ Β βάρος ἔχον τοῦ μὴ ἔχοντος βάρος Α ἐν τῷ ἴσῳ χρόνῳ κάτω κινούμενον πλέον διάστημα κινεῖται. ἐὰν δή, ὡς ἔχει τὸ ΓΔ διάστημα πρὸς τὸ μεῖζον αὐτοῦ τὸ ΓΕ, οὕτως ἔχον μέρος τι τοῦ Β τοῦ βάρος ἔχοντος πρὸς ὅλον τὸ Β ἀφέλωμεν τὸ Ζ·2 δυνατὸν γὰρ ἐν τῷ αὐτῷ λόγῳ τῇ τετμημένῃ τὴν ἄτμητον τεμεῖν· ἔσται, ὡς τὸ ΕΓ διάστημα, ὃ κεκίνηται τὸ βάρος ἔχον τὸ Β, πρὸς τὸ ΓΔ διάστημα, ὃ κεκίνηται τὸ Α τὸ ἀβαρές, οὕτως τὸ Β βάρος πρὸς τὸ Ζ· καὶ ἐναλλὰξ ἄρα, ὡς τὸ Β ὅλον πρὸς τὸ ΓΕ, οὕτω τὸ Ζ πρὸς τὸ ΓΔ διάστημα· κινεῖται δὲ τὸ Β τὸ ΓΕ διάστημα· καὶ τὸ Ζ ἄρα ἐν τῷ αὐτῷ χρόνῳ κινηθήσεται τὸ ΓΔ διάστημα. ἀλλὰ τὸ ΓΔ διάστημα ἐν τῷ ἴσῳ χρόνῳ ἐκινεῖτο τὸ Α τὸ ἀβαρές· ἐν τῷ αὐτῷ ἄρα χρόνῳ τὸ ΓΔ διάστημα κινηθήσεται τό τε Α τὸ ἀβαρὲς καὶ τὸ Ζ τὸ βάρος ἔχον, ὅπερ ἄτοπον· τὸ γὰρ βάρος ἔχον τοῦ μὴ ἔχοντος ἐν τῷ ἴσῳ χρόνῳ ἐπὶ τὸ κάτω πλέον κινηθήσεται, κἂν ὑποτεθῇ καὶ τὸ μὴ ἔχον βάρος κινούμενον. Τῷ δὲ αὐτῷ λόγῳ δειχθήσεται μηδὲ ἄνω δυνάμενόν τι κινηθῆναι, εἰ μὴ ἔχοι κουφότητα. μεῖζον γὰρ διάστημα κινηθήσεται τὸ κουφότητα ἔχον τοῦ μὴ ἔχοντος εἰς τὸ ἄνω. ἂν δή, ὡς ἔχει τὸ διάστημα, ὃ κινεῖται τὸ κοῦφον, πρὸς τὸ διάστημα, ὃ κινεῖται τὸ μὴ ἔχον κουφότητα, οὕτω τὸ κοῦφον αὐτὸ ποιήσωμεν πρός τι τῶν αὑτοῦ μορίων, ἔσται, ὡς τὸ μεῖζον διάστημα πρὸς τὸ ἔλαττον, οὕτω τὸ κοῦφον πρὸς τὸ ἴδιον μέρος· καὶ ἐναλλάξ, ὡς τὸ μεῖζον διάστημα πρὸς ὅλον τὸ κοῦφον, οὕτω τὸ ἔλαττον διάστημα πρὸς τὸ τοῦ κούφου μέρος· ἐν τῷ ἴσῳ ἄρα χρόνῳ ἴσον διάστημα εἰς τὸ ἄνω κινηθήσεται τό τε ἔχον κουφότητα καὶ τὸ μὴ ἔχον, ὅπερ ἐστὶν ἀδύνατον.

“而某些事物必然具有重量和轻量的倾向”直至“同样的论证也适用于轻量”。 在证明了简单物体必然具有某种依乎本性的运动之后,[亚里士多德]接着证明,并非对于所有依乎本性运动的事物,而是对于其中的某些事物——即所有作直线运动的事物——必然具有重量或轻量的倾向(因为作圆周运动的事物被排除在这些之外),并且依乎本性的运动对于它们而言是按照这些倾向进行的。因为他先前把月下界的一切物体具有重量和轻量当作公认的前提,并以此驳斥了那些用既无重量又无轻量的平面构成物体的人;现在他则证明了先前所假定的前提,即所有作直线运动的简单物体必然依乎本性地具有重量或轻量。因为当前的目的并不是要证明存在重的和轻的物体——否则他在证明中就不会假定重物和轻物了——而是要证明在直线运动的事物中,没有任何东西不是重的或轻的;由于天体的存在,他把这些事物称为“某些”。因为当前的目的在于证明这些事物中绝无没有倾向者,这一点他在随即说道“因为如果运动之物不具有本性的倾向”以及稍后说道“此外,如果将有某种既无轻量又无重量的运动物体”时就已表明。而论证是在下述先前已证之点的基础上进行的:向上的运动和向下的运动依乎本性地属于物体;再者,在相等的时间内,具有重量之物比不具有重量之物依乎本性地向下运动更大的距离(如果它确实运动的话,这一点是显而易见的);第三,在由相同力量在相同时间内强力驱动的事物中,不具有重量之物将运动更大的距离,而具有重量之物则运动较小的距离。在预先设定了这些前提之后,他证明了:如果运动之物既不具有重量的倾向也不具有轻量的倾向,它就不可能由中心或向中心运动;首先,任何无重量之物都不可能向下运动,而向下是具有重量之物本性上应当运动之处。通过归谬法的证明如下:设B为具有重量的物体,A为无重量的物体,设无重量的A移动了某段距离ΓΔ,而具有重量的B在相同时间内运动了某段距离ΓΕ,显然大于ΓΔ;因为具有重量的B在相等时间内向下运动,比不具有重量的A运动了更大的距离。因此,如果我们在具有重量的B中切出某一部分Ζ,使得它对整个B的比,等于距离ΓΔ对大于它的距离ΓΕ的比(因为完全可以按照与已被分割者相同的比例来分割未被分割者),那么具有重量的B所运动的距离ΕΓ对无重量的A所运动的距离ΓΔ的比,就等于重量B对Ζ的比;因此交替相较,整个B对距离ΓΕ的比,也就等于Ζ对距离ΓΔ的比;但是B运动了距离ΓΕ;因此Ζ在相同的时间内也将运动距离ΓΔ。然而在相等时间内运动了距离ΓΔ的是无重量的A;因此在相同时间内,无重量的A和具有重量的Ζ都将运动距离ΓΔ,这荒谬绝伦;因为具有重量之物在相等时间内向下运动必然多于不具有重量之物,哪怕假设不具有重量之物也在运动。按照同样的论证也可以证明,若不具有轻量,任何东西也不可能向上运动。因为具有轻量之物比不具有轻量之物向上运动更大的距离。因此,如果使轻物自身对其自身的某一部分的比,等于轻物运动的距离对不具有轻量之物运动的距离的比,那么较大距离对较小距离的比,就等于轻物对其自身部分的比;交替相较,较大距离对整个轻物的比,就等于较小距离对轻物部分的比;因此在相等时间内,具有轻量之物和不具有轻量之物都将向上运动相等的距离,而这是不可能的。

语法注2 条
  1. 3.25ἐπὶ προδεδειγμένῳ τῷ ὑπάρχειν κατὰ φύσιν κίνησιν τοῖς σώμασιν ἐπί τε τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω καὶ μέντοι ἐπὶ τῷ τὸ βάρος ἔχον τοῦ μὴ ἔχοντος ἐν τῷ ἴσῳ χρόνῳ ἐπὶ πλέον διάστημα ἐπὶ τὸ κάτω κατὰ φύσιν κινεῖσθαι· ἐναργὲς δὲ τοῦτό ἐστιν, ἐὰν ἄρα κινῆται· καὶ τρίτῳ, ὅτι ἐν τοῖς βίᾳ κινουμένοις

    这是由介词 ἐπί 引导的前提条件的并列结构。该结构为后文归谬法所依赖的三个前提命题与主句 ἡ δὲ δεῖξις πρόεισιν(“论证在……基础上进行”)建立了联系:首先是定冠词不定式短语 ἐπὶ προδεδειγμένῳ τῷ ὑπάρχειν...,其次是同类的 καὶ μέντοι ἐπὶ τῷ ... κινεῖσθαι,第三处则转变为 ὅτι 从句(καὶ τρίτῳ, ὅτι ...)。

  2. 3.25ἐὰν δή, ὡς ἔχει τὸ ΓΔ διάστημα πρὸς τὸ μεῖζον αὐτοῦ τὸ ΓΕ, οὕτως ἔχον μέρος τι τοῦ Β τοῦ βάρος ἔχοντος πρὸς ὅλον τὸ Β ἀφέλωμεν τὸ Ζ

    包含语序倒装(hyperbaton)的比例句式。其句法骨架为 ἐὰν ἀφέλωμεν μέρος τι τοῦ Β τὸ Ζ, οὕτως ἔχον πρὸς ὅλον τὸ Β, ὡς ἔχει τὸ ΓΔ διάστημα πρὸς τὸ μεῖζον αὐτοῦ τὸ ΓΕ(“如果我们切出B的一部分Ζ,使其对整个B的比等于距离ΓΔ对大于它的ΓΕ的比”);表示比例关联的副词结构 ὡς... οὕτως... 插入在了动词 ἀφέλωμεν 与其宾语 μέρος τι 之间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:591.19-593.18