- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:589.25-591.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了亚里士多德对阿那克萨戈拉从静止与统合出发生成宇宙的赞同,评述了亚历山大的诘难,解释了恩培多克勒何以在构建宇宙时略去“爱”之下的状态,并对亚里士多德证明单纯物体具有自然运动的全部论证进行了总结。
" Ἔοικε δὲ τοῦτό γε αὐτὸ καλῶς Ἀναξαγόρας λαβεῖν ἕως τοῦ φανερὸν ἐκ τούτων." Αἰτιασάμενος τοὺς ἐξ ἀτάκτως πρότερον κινουμένων τῶν στοιχείων κοσμοποιοῦντας, καὶ ὅτι1 τὸ παρὰ φύσιν πρὸ τοῦ κατὰ φύσιν ὑπετίθεντο, καὶ ὅτι τὴν ἄτακτον κίνησιν ὡς ἄτακτον παρὰ φύσιν οὖσαν ὡς πρώτην καὶ ἄπειρον καὶ ἀπείρων κατὰ φύσιν ἔλεγον, τὸν Ἀναξαγόραν ἀποδέχεται κατ’ αὐτό γε τοῦτο, ὅτι οὐκ ἐκ κινουμένων καὶ διακεκριμένων ἀλλ’ ἐξ ἠρεμούντων καὶ ἡνωμένων κοσμοποιεῖ. λέγει γάρ, ὅτι ἦν ὁμοῦ πάντα χρήματα, νοῦς δὲ αὐτὰ διακρίνας διεκόσμησεν. “καίτοι ἔνεστι, φησὶν ὁ Ἀλέξανδρος, καὶ ἐπὶ τούτου λέγειν· εἰ ἐξ ἠρεμούντων κοσμοποιεῖ τῇ διακρίσει, καὶ ἔστιν ἡ κίνησις καὶ ἡ διάκρισις τοῖς σώμασι κατὰ φύσιν, ἡ ἠρεμία ἦν αὐτοῖς παρὰ φύσιν· ἡ γὰρ ἐκ τῆς παρὰ φύσιν μονῆς τῶν σωμάτων κίνησις κατὰ φύσιν. εἰ δὲ παρὰ φύσιν ἡ μονὴ αὐτοῖς καὶ ἐπ’ ἄπειρον χρόνον, εἴη ἂν ἡ παρὰ φύσιν αὐτοῖς κατὰ φύσιν. ἔτι δέ, εἰ ἐκείνη ἡ ἠρεμία παρὰ φύσιν, ἄλλη τις ἦν προϋπάρχουσα κατάστασις κατὰ φύσιν, ἐπειδὴ τοῦ παρὰ φύσιν ἀνάγκη προυπάρχειν τὸ κατὰ φύσιν· εἰ δὲ τοῦτο, ἦν κόσμος πρὸ τοῦ γενέσθαι.” Ταῦτα μὲν ὁ Ἀλέξανδρος· ὁ δὲ Ἀριστοτέλης τοῦτό γε αὐτὸ μόνον ἀποδέχεται τοῦ Ἀναξαγόρου τὸ ἐξ ἀκινήτων καὶ ἡνωμένων κοσμοποιεῖν, καὶ τὴν αἰτίαν αὐτὸς ἐν τοῖς ἑξῆς ἐπάγει· εἰ γὰρ ἐκ διακρινομένων τῶν στοιχείων συνέστηκε νῦν ὁ κόσμος, εἰ ἐγένετο, ἀνάγκη ἦν ἐκ τῆς ἐναντίας γενέσθαι καταστάσεως, ὥστε ἀναγκαῖον ἐκ συγκεκριμένου τινὸς καὶ διὰ τοῦτο ἑνὸς ὄντος γενέσθαι. μαρτύρεται δὲ καὶ τοὺς ἄλλους φυσιολόγους, τοὺς μὲν ἐξ ἑνὸς ποιοῦντας, ὥσπερ οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἡράκλειτον, τοὺς δὲ ἐκ συγκεκριμένων, ὥσπερ Ἐμπεδοκλῆς· συγκρινόμενα γὰρ πρότερον ὑπὸ τῆς Φιλίας τὰ στοιχεῖα ὕστερον ὑπὸ τοῦ Νείκους διακρινόμενα τόνδε τὸν κόσμον ποιεῖν λέγει. ἐκ διεστώτων δέ, φησί, καὶ κινουμένων οὐκ εὔλογον ποιεῖν τὴν γένεσιν τοῦ κόσμου· εἰ γὰρ διακεκριμένα καὶ κινούμενά ἐστι τὰ ἐν τῷ κόσμῳ, ἀπὸ δὲ τῶν ἐναντίων ἡ γένεσις, ἐκ συγκεκριμένων εἶναι χρὴ καὶ ἠρεμούντων. διό, φησί, καὶ Ἐμπεδοκλῆς παραλείπει τὴν ἐπὶ τῆς Φιλότητος διάθεσιν τῶν στοιχείων, τουτέστιν οὐ ταύτην αἰτιᾶται τῆς κοσμοποιίας, ἀλλὰ τὴν ἐπὶ τοῦ Νείκους διάκρισιν. οὐ γὰρ ἂν ἐδύνατο, φησί, συστῆσαι κόσμον ἐκ κεχωρισμένων μὲν αὐτὸν κατασκευάζων, ὡς ἔχων νῦν φαίνεται, σύγκρισιν δὲ ποιῶν διὰ τὴν Φιλότητα·2 οὐ γὰρ ἐκ συγκεκριμένων ἀλλ’ ἐκ διακρινομένων τῶν στοιχείων ὁ κόσμος συνέστηκεν· εἰ οὖν ἐκ τῶν ἐναντίων ἡ γένεσις, ἀναγκαῖον ἐξ ἑνὸς καὶ συγκεκριμένου γίνεσθαι. εἰκότως οὖν κοσμοποιῶν ὁ Ἐμπεδοκλῆς οὐ προσεχρήσατο τούτῳ, ἵνα κατὰ τὴν ἀπ’ αὐτοῦ μεταβολὴν ὑποδείξῃ γινομένην τὴν κοσμικὴν διάκρισιν. καλῶς οὖν ἐνόησαν τὸ παραλείπειν οἱ ἐξηγηταί· εἰς γὰρ τὴν τοῦ κόσμου κατασκευὴν παραλείπει τὴν ἐπὶ τῆς Φιλότητος· κατ’ ἐκείνην γὰρ οὐχ ὅδε ὁ κόσμος ὁ αἰσθητὸς ἀλλ’ ὁ νοητὸς ἐγίνετο σφαῖρος κυκλοτερὴς μονίῃ περιγηθέϊ γαίων3 καὶ τὰ ἐν τούτῳ ἡνωμένα. τινὲς δὲ τὸ παραλείπει ἐξηγοῦνται ἀντὶ τοῦ διακρίνει τῆς τοῦ Νείκους αἰτίας καὶ ἰδίαν καταλιμπάνει. Προθέμενος οὖν ὁ Ἀριστοτέλης δεῖξαι, ὅτι ἀναγκαῖον ὑπάρχειν τοῖς ἁπλοῖς σώμασι κατὰ φύσιν τινὰ κίνησιν, καὶ λαβὼν ἐκ τῆς ἐναργείας, ὅτι κινεῖται, ἔδειξεν, ὅτι, εἰ μὲν κατὰ φύσιν, ἔχει τὸ ζητούμενον, εἰ δὲ βίᾳ καὶ παρὰ φύσιν, καὶ οὕτως ἀνάγκη προϋπάρχειν τῆς παρὰ φύσιν κινήσεως τὴν κατὰ φύσιν. ἠναγκάσθη 〈δὴ〉 τὸν λόγον ἐκτρέψας ἀντειπεῖν τοῖς τὴν παρὰ φύσιν πρὸ τῆς κατὰ φύσιν ὑποτιθεμένοις· οὗτοι δὲ ἦσαν οἵ τε περὶ Δημόκριτον ἐν ἀπείρῳ τῷ κενῷ τὰ ἄπειρα ἄτομα λέγοντες ἐπ’ ἄπειρον χρόνον κινεῖσθαι πρὸ τῆς κοσμοποιίας καὶ ὁ Τίμαιος ἐκ προυπαρχούσης πλημμελοῦς κινήσεως τὸν κόσμον γίνεσθαι. συμπληρώσας οὖν τὴν ἀντιλογίαν τὸ ἐξ ἀρχῆς προτεθὲν συμπεραίνεται, ὅτι ἔστι φυσική τις κίνησις ἑκάστου τῶν σωμάτων, φανερὸν εἶναι λέγων ἐκ τῶν προειρημένων.
“而阿那克萨戈拉似乎正是在这一点上把握得很好”直至“由这些便清楚了”。 在指责了那些从先前无序运动的元素出发构建宇宙的人之后——既因为他们把反乎本性的东西设定在依乎本性的东西之前,又因为他们把无序运动(就其无序而言本是反乎本性的)说成是依乎本性的,因为它被视为第一的、无限的并属于无限之物——[亚里士多德]正是在这一点上赞同阿那克萨戈拉,即他不是从运动和分离的诸事物出发、而是从静止和结合的诸事物出发来构建宇宙。因为他说,“万物本在一处,心灵将它们分离而加以整饬”。“然而,亚历山大说,针对此人也可以这样说:如果他是通过从静止之物出发的分离来构建宇宙,并且对物体而言运动和分离是依乎本性的,那么静止对于它们就是反乎本性的;因为物体从反乎本性的停留中产生的运动乃是依乎本性的。但如果这种停留对于它们是反乎本性的,并且持续了无限的时间,那么反乎本性的东西对于它们就会成为依乎本性的了。此外,如果那次静止是反乎本性的,就必然有另一种依乎本性的状态预先存在,因为依乎本性的东西必然先于反乎本性的东西;而如果这样,在宇宙生成之前就已经存在宇宙了。”亚历山大如是说。但亚里士多德仅仅赞同阿那克萨戈拉的这一点,即从不动且结合的事物出发构建宇宙,并且他自己在接下来的文字中提出了原因:因为如果现在的宇宙是由正在分离的元素组成的,而如果它是生成的,它就必然是从相反的状态生成的,因此必然是从某种结合在一起、并因此为一的状态生成的。他也援引其他自然哲学家作为证据,一些人使宇宙从单一事物生成(如泰勒斯、阿那克西美尼和赫拉克利特一派),另一些人则使之从结合的事物生成(如恩培多克勒);因为他说元素先前被“爱”结合,后来被“争斗”分离,从而构成了这个宇宙。然而他说,把宇宙的生成归于彼此分离且运动的事物是不合情理的;因为如果宇宙中的事物是分离且运动的,而生成又是来自对立面,那么它就应当来自结合且静止的事物。因此,他说,恩培多克勒也省略了元素在“爱”之下的状态,也就是说,他没有把这种状态归为宇宙构建的原因,而是把“争斗”之下的分离作为原因。因为他说,他不可能一边像宇宙现在所显现的那样从分离之物来构造它,一边又因“爱”而造成结合,从而构造成宇宙;因为宇宙不是由结合的元素构成的,而是由正在分离的元素构成的;所以,如果生成是来自对立面,它就必然是从单一且结合的事物生成的。因此,恩培多克勒在构建宇宙时理所当然地没有使用这种状态,以便表明宇宙的分离是随着从这种状态出发的转变而生成的。因此,诠释家们很好地理解了“省略”一词:因为针对宇宙的构造而言,他省略了在“爱”之下的状态;因为在那一状态下,生成的不是这个可感宇宙,而是理知的“圆转的球体,欢欣于周遭孤寂的留驻”,并且其中的事物是结合为一的。但有些人把“省略”解释为:他把它同“争斗”的原因区分开来,并作为独立的原因保留下来。 亚里士多德此前确立的目标是证明:简单物体必然具有某种依乎本性的运动;在通过自明之理确立了它们是在运动的之后,他证明了:如果运动是依乎本性的,他就得到了所探求的结论;而如果是出于强力且反乎本性的,即便如此,依乎本性的运动也必然先于反乎本性的运动。于是,他不得不转换论述的方向,去反驳那些把反乎本性的东西设定在依乎本性的东西之前的人;这些人既包括德谟克利特一派,他们主张在构建宇宙之前无限的原子在无限的虚空中运动了无限的时间;也包括《蒂迈欧篇》,主张宇宙是由预先存在的失调运动生成的。因此,在完成了这场反驳之后,他总结了最初确立的主题,说从前述论证中已经清楚表明,每个物体都存在某种本性的运动。
- 3.24Αἰτιασάμενος τοὺς ἐξ ἀτάκτως πρότερον κινουμένων τῶν στοιχείων κοσμοποιοῦντας, καὶ ὅτι... καὶ ὅτι...
分词 Αἰτιασάμενος 支配直接宾格宾语 τοὺς ... κοσμοποιοῦντας(“指责了构建宇宙的人”),并由并列连词 καί 连接其后两个表明指责理由/内容的 ὅτι 分句。全句作为状语分词从句修饰主动词 ἀποδέχεται(“赞同/接纳”)。
- 3.24οὐ γὰρ ἂν ἐδύνατο, φησί, συστῆσαι κόσμον ἐκ κεχωρισμένων μὲν αὐτὸν κατασκευάζων, ὡς ἔχων νῦν φαίνεται, σύγκρισιν δὲ ποιῶν διὰ τὴν Φιλότητα
非现实潜在主句 οὐ γὰρ ἂν ἐδύνατο ... συστῆσαι(“他不可能构成宇宙”)由两个具有条件功能且相互对照的分词 κατασκευάζων 与 ποιῶν 修饰。μέν ... δέ 对举结构凸显了其设想的矛盾性:一边使宇宙处于分离状态来构建,一边又试图通过“爱”来造成结合。
- 3.24σφαῖρος κυκλοτερὴς μονίῃ περιγηθέϊ γαίων
引自恩培多克勒六音步诗句的断片。主格名词短语 σφαῖρος κυκλοτερής(“圆转的球体”)由分词 γαίων(“欣喜于/以…自豪”)修饰,后者支配与格短语 μονίῃ περιγηθέϊ(“周遭欢喜的留驻/静止”)。
