← 辛普里丘

亚里士多德《论天》注释

§58.5-59.23

第五元素的直线运动归属与天的永恒性

辛普利丘驳斥了菲洛波诺斯关于将直线运动归于第五元素的相反论证,指出其混淆了否定意义,并捍卫了天的永恒性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17#3

“ἀλλ’ οὐδὲν κωλύει, φησί, καὶ ἡμᾶς ἀντιστρέψαντας τὸν λόγον τὰς ἐπ’ εὐθείας κινήσεις παρὰ φύσιν εἶναι λέγειν τῷ κατ’ αὐτὸν πέμπτῳ καὶ κυκλοφορουμένῳ σώματι, κἂν μηδέποτε αὐτὰς παρὰ φύσιν κινεῖται·1 ἁπλαῖ γὰρ καὶ αὗται· οὐκοῦν πάλιν μιᾷ τῇ κύκλῳ αὐτοῦ κατὰ φύσιν κινήσει δύο αἱ ἐπ’ εὐθείας παρὰ φύσιν αὐτοῦ κινήσεις ἐναντίαι ἔσονται”. ἀλλ’ εἰ μηδέποτε αὗται μηδὲ παρὰ φύσιν ὑπάρχουσι τῷ πέμπτῳ σώματι, ὥστε ἐναντίας εἶναι τῇ κατὰ φύσιν αὐτοῦ, ἀλλ’ ὡς ἀπόφασις εἰρήσεται τὸ ‘παρὰ φύσιν’ ἀντὶ τοῦ ‘οὐ κατὰ φύσιν’, ὅπερ καὶ ἐπὶ τοῦ ‘μηδὲ παρὰ φύσιν’ ἐπαληθεύει, οὐδὲν ἄτοπον οὕτως παρὰ φύσιν λέγειν· οὐδὲ γὰρ δύο ἑνὶ ἐναντία ἔσται. ἀπὸ δὲ τῆς αὐτῆς ἐναντιολόγου λύττης πρὸς τὴν ἀλήθειαν ἀποβλέπειν ἀδυνατῶν καὶ τὸ ἐφεξῆς συνῆψε νομίζων τὸν Ἀριστοτέλην τῇ κύκλῳ κινήσει ἐναντίαν τίθεσθαι τὴν ἐπ’ εὐθείας, καίτοι μετ’ ὀλίγα μακρούς, ὡς φησι, κατατείνοντα λόγους, ἐν οἷς πειρᾶται δεικνύναι, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις. “φυσικαὶ γάρ, φησί, καὶ ἁπλαῖ κινήσεις αἱ κατ’ εὐθεῖαν, καὶ οὐκ εἰσὶ κατὰ φύσιν τῷ πέμπτῳ σώματι· οὐκοῦν παρὰ φύσιν αὐτῷ ἐξ ἀνάγκης ἔσονται· τὸ δὲ παρὰ φύσιν ἐναντίον τῷ κατὰ φύσιν· αἱ ἄρα κατ’ εὐθεῖαν, φησί, κινήσεις ἁπλαῖ οὖσαι ἐναντίαι εἰσὶ τῇ κύκλῳ.” κἀνταῦθα πάλιν τὰς ‘μὴ κατὰ φύσιν’ κατὰ ἀπόφασιν ὡς ἐναντίας ‘παρὰ φύσιν’ ἔλαβεν, ὅπερ ἐν ταύταις φαίνεται πάσαις πεπονθὼς ταῖς ἐναντιολογίαις, μὴ νοήσας, πῶς εἶπεν Ἀριστοτέλης παρὰ φύσιν εἶναι τοῖς ὑπὸ σελήνην στοιχείοις τὴν κύκλῳ κίνησιν, ὅτι τοῖς μὲν ὡς οὐδὲ ὅλως κινουμένοις αὐτὴν ὡς γῇ καὶ ὕδατι καὶ τῷ λιμνάζοντι τοῦ ἀέρος, τοῖς δὲ ὡς ὑπὲρ φύσιν τῷ οὐρανῷ συμπεριφερομένοις ὡς τῷ ὑπεκκαύματι καὶ τῷ εὐαγεῖ τοῦ ἀέρος· ὥστε οὐκ ἐμποδίσει ταῦτα τοῖς ἐφεξῆς δεικνυμένοις περὶ τοῦ τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν. τὸ δὲ λέγειν, ὅτι ἡ ἐπ’ εὐθείας κίνησις τοῖς τῶν στοιχείων μορίοις κατὰ φύσιν ὑπάρχει ὡς ἐπὶ τὸ κατὰ φύσιν εἶδος ἐπανάγουσα, ὅπερ ἔξει διὰ τοῦ τὸν οἰκεῖον τόπον καὶ τὴν οἰκείαν ὁλότητα ἀπολαβεῖν,2 καὶ πρὸς Ἀριστοτέλους εἴρηται συντόμως, ὡς καὶ οὗτος παρέθετο, καὶ πρὸς ἄλλων φιλοσόφων πολλῶν· τὸ μέντοι τῷ ὑπεκκαύματι καὶ τῷ ἄνω τοῦ ἀέρος κατὰ φύσιν εἶναι τὴν κύκλῳ κίνησιν ὡς ἰδίαν ζητεῖν ἄξιον, εἴπερ τῷ ἀπλανεῖ οὐρανῷ συμπεριφέρονται. καὶ κάλλιον, οἶμαι, ὑπερφυῆ ταύτην λέγειν τὴν κίνησιν ὡς πεφυκότων δηλονότι μετέχειν αὐτῆς·3 καὶ εἴ τις οὕτως λέγει ‘κατὰ φύσιν’, οὔτε ἀτόπως ἐρεῖ, ὡς οἶμαι, οὔτε τῷ Ἀριστοτέλει ἐναντιώσεται τὴν διαφορὰν τοῦ οὐρανίου σώματος πρὸς τὰ ὑπὸ σελήνην ἀπὸ τῶν μερῶν μάλιστα τῶν ὑπὸ σελήνην εὑρίσκοντι τῶν οὐρανίων μερῶν μηδὲν τοιοῦτο πεπονθότων. μέγα δέ τι κατορθοῦν οἴεται δεικνύς, ὅτι καὶ ἄλλοι πρὸς τὴν πέμπτην ἀντεῖπον οὐσίαν, οὐκ ἐφιστάνων, ὅτι ἐκείνων οὐδεὶς τὴν ἀϊδιότητα τοῦ κόσμου σαλεύεσθαι νομίζων ἀντέγραψεν, ἀλλὰ τὰ ἐπιχειρήματα γυμνάζοντες καινοπρεπὲς ἔχοντά τι πρὸς τὰς τῶν πρότερον φιλοσοφησάντων διδασκαλίας. καὶ οἱ μὲν διήμαρτον τῆς Ἀριστοτέλους ἐννοίας, ὥσπερ οὗτος ὁ δριμακός, οἱ δὲ κρατήσαντες αὐτῆς πρὸς τὸ φαινόμενον ὑπήντησαν, ὅσοι μὴ ἁπλοῦν ὄντα δεικνύναι τὸν οὐρανὸν ἐπιχειροῦσιν, οἱ δέ τι καὶ προσεξῆυρον σοφόν, οὐδεὶς μέντοι κακοσχόλως οὕτως εἰς μόνον ἀπέβλεψεν τὸ ἀντιτετάχθαι δοκεῖν τοῖς ἀΐδιον τὸν κόσμον ἀποδεικνῦσι διὰ τὰς κρατούσας εὐτελεῖς ἐννοίας περὶ τοῦ τὸν κόσμον δημιουργήσαντος. ἐπιστῆσαι δὲ ἄξιον ἐν πᾶσι τοῖς παρὰ τοῦδε τοῦ ἀνδρὸς εἰρημένοις, ὅτι ὁμοφυῆ ταῖς τῶν τεσσάρων στοιχείων ὁλότησιν ἐσπούδασε δεῖξαι τὸν οὐρανὸν πρὸς τὴν πέμπτην οὐσίαν μαχόμενος· ὥστε οὔπω φθαρτὸς οὐδὲ ἐκ τούτων ὁ οὐρανὸς ἀποδέδεικται, εἴπερ καὶ τῶν στοιχείων αἱ ὁλότητες ἀΐδιοι δύνανται εἶναι, κἂν τὰ μέρη γιγνόμενα καὶ φθειρόμενα καὶ κατ’ εὐθεῖαν ἔχωσι κινούμενα· εἰ δὲ τοῦ οὐρανοῦ τὰ μέρη μὴ φαίνεται ταῦτα πάσχοντα, δῆλον, ὅτι ὅσον ἐπὶ τοῖς ὑπὸ τούτου λεγομένοις οὐδὲν κωλύει μὴ μόνον καθ’ ὅλον, ἀλλὰ καὶ κατὰ μέρη ἀΐδιον εἶναι τὸν οὐρανόν.

“但是,”他说,“没有任何东西阻碍我们也把论证反转过来,断言直线运动对他所谓的第五种、作圆周运转的物体而言是反乎本性的,哪怕它绝不会反乎本性地以此类运动进行运动;因为这些运动本身也是简单运动;因此,相对于它的一种合乎本性的圆周运动,又有两种反乎本性的直线运动成为其相反者。”然而,如果这些运动甚至绝不反乎本性地存在于第五种物体之中而致与它合乎本性的运动相反,而是‘反乎本性’作为一种否定、用来代替‘不合乎本性’被说出,而这对于‘甚至不反乎本性’之物亦属实,那么如此称之为反乎本性便毫无荒谬之处;因为并不会有两物对一物为相反。 由于出于同一种好作矛盾论述的疯狂而无法正视真理,他又连缀上了接下来的内容,认为亚里斯多德将直线运动设立为圆周运动的相反者,尽管〔亚里斯多德〕稍后如他所说展开了长篇大论,并在其中试图表明没有任何运动与圆周运动相反。“因为直线运动,”他说,“是自然的且简单的运动,且对第五种物体而言并非合乎本性;因此对它而言必然是反乎本性的;而反乎本性者与合乎本性者相反;所以,”他说,“直线运动作为简单运动,与圆周运动是相反的。”在此处他又把否定意义上的‘不合乎本性’当作相反意义上的‘反乎本性’来取,这显然是他在这所有矛盾论述中所遭遇的错误,因为他没有领会亚里斯多德是在何种意义上说圆周运动对月下元素而言是反乎本性的:即对于土、水以及停滞的空气而言,是因为它们根本完全不作这种运动;而对于点火物以及澄澈的空气而言,则是作为随着天体一同回转而超乎本性。因此,这些并不会阻碍随后关于圆周运动没有相反运动所展示的论述。 另一方面,断言直线运动作为把元素的各部分引回合乎本性的形式——各部分将通过重新获得其固有场所和固有整体而拥有这一形式——而合乎本性地存在于这些部分中,这一点正如这人所引用的那样已被亚里斯多德简要指出,也被其他许多哲学家所指出。然而,由于点火物和上层空气是与恒星天一同回转的,圆周运动作为其特有的运动对它们而言是否合乎本性,确实值得探讨。我认为,将这种运动称为超自然的更为妥当,因为它们显然生来具有分有这种运动的本性;如果有人在这一意义上称之为‘合乎本性’,我认为他既不会说得荒谬,也不会与亚里斯多德相悖,因为亚里斯多德主要正是从月下之物的各部分中发现天体与月下物体的差异,而天体的各部分完全没有遭受任何此类情况。 此外,他通过表明其他人也曾反对过第五种实体,自以为成就了某种伟业,却没有注意到那些人中没有谁是因为认为宇宙的永恒性受到动摇而撰文反驳的,而是为了演练那些与先哲教义相比具有新颖之处的论证。虽然有些人像这个尖刻的小人一样错失了亚里斯多德的原意,但另一些掌握了其原意的人则迎难而上处理表观上的困难,正如那些试图表明天体并非单纯的人所做的那样,还有一些人甚至发现了某种高明的见识;然而没有谁如此恶劣地无事生非,仅仅因为关于创造宇宙之者的盛行庸俗观念,就一心只想显得自己在与证明宇宙永恒的人相对立。 然而在这人所说的一切言论中值得注意的是,他为了反对第五种实体,竭力试图表明天体与四元素的总体是同类的;以至于即便根据这些论述,天体也尚未被证明是可毁灭的,因为既然诸元素的总体亦可以是永恒的,纵使其各部分处于生成、毁灭并在直线上运动;而如果天的各部分并未显出遭受这些情况,那么显而易见,就这人所言而言,没有任何东西阻碍天体不仅作为整体、而且在其各部分中也是永恒的。

语法注3 条
  1. 1.17κἂν μηδέποτε αὐτὰς παρὰ φύσιν κινεῖται

    由 κἄν(καὶ ἄν)引导并带直陈式现在时 κινεῖται(中动态/被动态)的让步从句,意为“哪怕它绝不会反乎本性地以此类运动进行运动”。主语为第五种物体,αὐτάς 指前文的“直线运动”,作同族宾语/内涵宾格。

  2. 1.17ὅπερ ἔξει διὰ τοῦ τὸν οἰκεῖον τόπον καὶ τὴν οἰκείαν ὁλότητα ἀπολαβεῖν

    关系代词 ὅπερ 的先行词为中性短语 τὸ κατὰ φύσιν εἶδος(合乎本性的形式)。动词 ἔξει 的主语为承接前文“元素的各部分”的中性复数 τὰ μόρια(中性复数作主语配单数动词),构成关系从句:“各部分将通过重新获得其固有场所和固有整体而拥有的[形式]”。

  3. 1.17ὡς πεφυκότων δηλονότι μετέχειν αὐτῆς

    属格绝对分词结构。完成时分词 πεφυκότων(意为“生来/按本性倾向于”)的逻辑主语隐含指代前文提及的点火物与上层空气。ὡς 表示理由或视角:“因为它们显然生来具有分有这种运动的本性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:58.5-59.23